Origenes
De principiis
Origenes vier Bücher von den Prinzipien,
ed. H. Görgemanns and H. Karpp,
Darmstadt: Wissenschaftliche Buchgesellschaft, 1976,
ss. 462–560, 668–764.
ΩΡΙΓΕΝΟΥΣ ΠΕΡΙ ΑΡΧΩΝ
Βιβλίον γ´
I
Περὶ αὐτεξουσίου
καὶ τῶν δοκούντων τοῦτο ἀναιρεῖν
ῥητῶν γραφικῶν λύσις καὶ ἑρμηνεία
1. Ἐπεὶ δὲ ἐν τῷ κηρύγματι
τῷ ἐκκλησιαστικῷ περιέχεται ὁ περὶ κρίσεως δικαίας θεοῦ λόγος, ὅστις καὶ τοὺς
ἀκούοντας, πιστευθεὶς εἶναι ἀληθής, προκαλεῖται ἐπὶ τὸ καλῶς βιοῦν καὶ παντὶ
τρόπῳ φεύγειν τὴν ἁμαρτίαν, δηλονότι συγκατατιθεμένους τῷ ἐφ' ἡμῖν εἶναι τὰ
ἐπαίνου καὶ ψόγου ἄξια, φέρε καὶ [τὰ] περὶ τοῦ αὐτεξουσίου ἰδίᾳ ὀλίγα
διαλάβωμεν, ἀναγκαιοτάτου ὡς ἔνι μάλιστα προβλήματος. ἵνα δὲ νοήσωμεν τί τὸ
αὐτεξούσιον, τὴν ἔννοιαν αὐτοῦ ἀναπτύξαι δεῖ, ἵνα ταύτης σαφηνισθείσης ἀκριβῶς
παρασταθῇ τὸ ζητούμενον.
2. Τῶν κινουμένων τὰ μέν
τινα ἐν ἑαυτοῖς ἔχει τὴν τῆς κινήσεως αἰτίαν, ἕτερα δὲ ἔξωθεν μόνον κινεῖται.
ἔξωθεν μὲν οὖν μόνον κινεῖται τὰ φορητά, οἷον ξύλα καὶ λίθοι καὶ πᾶσα ἡ ὑπὸ
ἕξεως μόνης συνεχομένη ὕλη. ὑπεξῃρήσθω δὲ νῦν τοῦ λόγου τὸ κίνησιν λέγειν τὴν
ῥύσιν τῶν σωμάτων, ἐπεὶ μὴ χρεία τούτου πρὸς τὸ προκείμενον. ἐν ἑαυτοῖς δὲ ἔχει
τὴν αἰτίαν τοῦ κινεῖσθαι ζῷα καὶ φυτὰ καὶ ἁπαξαπλῶς ὅσα ὑπὸ φύσεως καὶ ψυχῆς
συνέχεται· ἐξ ὧν φασιν εἶναι καὶ τὰ μέταλλα, πρὸς δὲ τούτοις καὶ τὸ πῦρ
αὐτοκίνητόν ἐστι, τάχα δὲ καὶ αἱ πηγαί. τῶν δὲ ἐν ἑαυτοῖς τὴν αἰτίαν τοῦ
κινεῖσθαι ἐχόντων τὰ μέν φασιν ἐξ ἑαυτῶν κινεῖσθαι, τὰ δὲ ἀφ' ἑαυτῶν· ἐξ ἑαυτῶν
μὲν τὰ ἄψυχα, ἀφ' ἑαυτῶν δὲ τὰ ἔμψυχα. καὶ ἀφ' ἑαυτῶν κινεῖται τὰ ἔμψυχα
φαντασίας ἐγγινομένης ὁρμὴν προκαλουμένης. καὶ πάλιν ἔν τισι τῶν ζῴων φαντασίαι
γίνονται ὁρμὴν προκαλούμεναι φύσεως φανταστικῆς τεταγμένως κινούσης τὴν ὁρμήν,
ὡς ἐν τῷ ἀράχνῃ φαντασία τοῦ ὑφαίνειν γίνεται καὶ ὁρμὴ ἀκολουθεῖ ἐπὶ τὸ
ὑφαίνειν, τῆς φανταστικῆς αὐτοῦ φύσεως τεταγμένως ἐπὶ τοῦτο αὐτὸν προκαλουμένης
καὶ οὐδενὸς ἄλλου μετὰ τὴν φανταστικὴν αὐτοῦ φύσιν πεπιστευμένου τοῦ ζῴου, καὶ
ἐν τῇ μελίσσῃ ἐπὶ τὸ κηροπλαστεῖν.
3. Τὸ μέντοι λογικὸν ζῷον
καὶ λόγον ἔχει πρὸς τῇ φανταστικῇ φύσει, τὸν κρίνοντα τὰς φαντασίας καί τινας
μὲν ἀποδοκιμάζοντα, τινὰς δὲ παραδεχόμενον, ἵνα ἄγηται τὸ ζῷον κατ' αὐτάς. ὅθεν
ἐπεὶ ἐν τῇ φύσει τοῦ λόγου εἰσὶν ἀφορμαὶ τοῦ θεωρῆσαι τὸ καλὸν καὶ τὸ αἰσχρόν,
αἷς ἑπόμενοι θεωρήσαντες τὸ καλὸν καὶ τὸ αἰσχρὸν αἱρούμεθα μὲν τὸ καλόν,
ἐκκλίνομεν δὲ τὸ αἰσχρόν, ἐπαινετοὶ μέν ἐσμεν ἐπιδόντες ἑαυτοὺς τῇ πράξει τοῦ
καλοῦ, ψεκτοὶ δὲ κατὰ ἐναντίον. οὐκ ἀγνοητέον μέντοι γε ὅτι τὸ πλέον τῆς εἰς
πάντα τεταγμένης φύσεως ποσῶς ἐστιν ἐν τοῖς ζῴοις, ἐπὶ τὸ πλέον δὲ ἢ ἐπὶ τὸ
ἔλαττον· ὥστε ἐγγύς που εἶναι, ἵν' οὕτως εἴπω, τοῦ λογικοῦ τὸ ἐν τοῖς ἰχνευταῖς
κυσὶν ἔργον καὶ ἐν τοῖς πολεμικοῖς ἵπποις. τὸ μὲν οὖν ὑποπεσεῖν τόδε τι τῶν
ἔξωθεν, φαντασίαν ἡμῖν κινοῦν τοιάνδε ἢ τοιάνδε, ὁμολογουμένως οὐκ ἔστι τῶν ἐφ'
ἡμῖν· τὸ δὲ κρῖναι οὑτωσὶ χρήσασθαι τῷ γενομένῳ ἢ ἑτέρως, οὐκ ἄλλου τινὸς ἔργον
ἢ τοῦ ἐν ἡμῖν λόγου ἐστίν, ἤτοι παρὰ τὰς ἀφορμὰς ἐνεργοῦντος ἡμᾶς πρὸς τὰς ἐπὶ
τὸ καλὸν προκαλουμένας καὶ τὸ καθῆκον ὁρμάς, ἢ ἐπὶ τὸ ἐναντίον ἐκτρέποντος.
4. Εἰ δέ τις αὐτὸ τὸ ἔξωθεν
λέγοι εἶναι τοιόνδε, ὥστε ἀδυνάτως ἔχειν ἀντιβλέψαι αὐτῷ τοιῷδε γενομένῳ, οὗτος
ἐπιστησάτω τοῖς ἰδίοις πάθεσι καὶ κινήμασιν, εἰ μὴ εὐδόκησις γίνεται καὶ
συγκατάθεσις καὶ ῥοπὴ τοῦ ἡγεμονικοῦ ἐπὶ τόδε τι διὰ τάσδε τὰς πιθα-
νότητας. οὐ γάρ, φέρ' εἰπεῖν, ἡ γυνὴ τῷ κρίναντι ἐγκρατεύεσθαι καὶ
ἀνέχειν ἑαυτὸν ἀπὸ μίξεων, ἐπιφανεῖσα καὶ προκαλεσαμένη ἐπὶ τὸ ποιῆσαί τι παρὰ
πρόθεσιν, αὐτοτελὴς αἰτία γίνεται τοῦ τὴν πρόθεσιν ἀθετῆσαι· πάντως γὰρ
εὐδοκήσας τῷ γαργαλισμῷ καὶ τῷ λείῳ τῆς ἡδονῆς, ἀντιβλέψαι αὐτῷ μὴ βεβουλημένος
μηδὲ τὸ κεκριμένον κυρῶσαι, πράττει τὸ ἀκόλαστον. ὁ δέ τις ἔμπαλιν, τῶν αὐτῶν
συμβεβηκότων τῷ πλείονα μαθήματα ἀνειληφότι καὶ ἠσκηκότι· οἱ μὲν γαργαλισμοὶ
καὶ οἱ ἐρεθισμοὶ συμβαίνουσιν, ὁ λόγος δέ, ἅτε ἐπὶ πλεῖον ἰσχυροποιηθεὶς καὶ
τραφεὶς τῇ μελέτῃ καὶ βεβαιωθεὶς τοῖς δόγμασι πρὸς τὸ καλὸν ἢ ἐγγύς γε τοῦ
βεβαιωθῆναι γεγενημένος, ἀνακρούει τοὺς ἐρεθισμοὺς καὶ ὑπεκλύει τὴν ἐπιθυμίαν.
5. Τὸ δὲ τούτων οὕτως ἡμῖν
γινομένων τὰ ἔξωθεν αἰτιᾶσθαι καὶ ἑαυτοὺς ἀπολῦσαι ἐγκλήματος, ὁμοίους ἑαυτοὺς
ἀποφηναμένους ξύλοις καὶ λίθοις ἑλκυσθεῖσιν ὑπὸ τῶν ἔξωθεν αὐτὰ κινησάντων, οὐκ
ἀληθὲς οὐδὲ εὔγνωμον, βουλομένου τε λόγος ἐστὶν ὁ τοιοῦτος τὴν ἔννοιαν τοῦ
αὐτεξουσίου παραχαράττειν. εἰ γὰρ πυθοίμεθα αὐτοῦ, τί ἦν τὸ αὐτεξούσιον, λέγοι
ἂν ὅτι εἰ μηδὲν τῶν ἔξωθεν ἀπήντα, ἐμοῦ τόδε τι προθεμένου, τὸ ἐπὶ τὸ ἐναντίον
προκαλούμενον. πάλιν τε αὖ ψιλὴν τὴν κατασκευὴν αἰτιᾶσθαι παρὰ τὸ ἐναργές ἐστι,
λόγου παιδευτικοῦ τοὺς ἀκρατεστάτους καὶ τοὺς ἀγριωτάτους παραλαμβάνοντος, εἰ
τῇ προτροπῇ παρακολουθήσαιεν, καὶ μεταβάλλοντος· ὥστε παρὰ πολὺ γεγονέναι τὴν
προτροπὴν καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν, πολλάκις τῶν ἀκολαστοτάτων βελτιόνων
γινομένων παρὰ τοὺς τῇ φύσει πρότερον οὐ δοκοῦντας εἶναι τοιούτους, καὶ τῶν
ἀγριωτάτων ἐπὶ τοσοῦτον ἡμερότητος μεταβαλλόντων, ὥστε τοὺς μηδὲ πώποτε οὕτως
ἀγριωθέντας ἀγρίους εἶναι δοκεῖν συγκρίσει τοῦδέ τινος μεταβεβληκότος ἐπὶ τὸ
ἥμερον. ὁρῶμέν τε ἑτέρους εὐσταθεστάτους καὶ σεμνοτάτους ἐκ διαστροφῆς ἐπὶ τὰς
χείρους διατριβὰς ἐκκρουομένους τοῦ σεμνοῦ καὶ εὐσταθοῦς, ὥστε εἰς ἀκολασίαν
αὐτοὺς μεταβαλεῖν, πολλάκις ἀρχομένους τῆς ἀκολασίας μεσούσης τῆς ἡλικίας καὶ
ἐμπίπτοντας εἰς ἀταξίαν μετὰ τὸ παρεληλυθέναι τὸ τῆς νεότητος ὅσον ἐπὶ τῇ φύσει
ἄστατον. οὐκοῦν ὁ λόγος δείκνυσιν ὅτι τὰ μὲν ἔξωθεν οὐκ ἐφ' ἡμῖν ἐστι, τὸ δὲ
οὕτως ἢ ἐναντίως χρήσασθαι αὐτοῖς τὸν λόγον κριτὴν παραλαβόντα καὶ ἐξεταστὴν
τοῦ πῶς δεῖ πρὸς τάδε τινὰ τῶν ἔξωθεν ἀπαντῆσαι, ἔργον ἐστὶν ἡμέτερον.
6. Ὅτι δὲ ἡμέτερον ἔργον τὸ
βιῶσαι καλῶς ἐστι, καὶ αἰτεῖ ἡμᾶς τοῦτο ὁ θεὸς ὡς οὐκ αὐτοῦ ὂν οὐδὲ ἐξ ἑτέρου
τινὸς παραγινόμενον ἤ, ὡς οἴονταί τινες, ἀπὸ εἱμαρμένης, ἀλλ' ἢ ὡς ἡμέτερον
ἔργον, μαρτυρήσει ὁ προφήτης Μιχαίας λέγων· “εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί
καλόν; ἢ τί κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ' ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεος
καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου θεοῦ σου;” καὶ Μωσῆς· “τέθεικα πρὸ
προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου· ἔκλεξαι τὸ ἀγαθὸν καὶ
πορεύου ἐν αὐτῷ” καὶ Ἡσαΐας· “ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς
φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ
στόμα κυρίου ἐλάλησε ταῦτα” καὶ ἐν τοῖς ψαλ- μοῖς· “εἰ ὁ λαός μου ἤκουσέ
μου, καὶ Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν
ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου”, ὡς ἐπὶ τῷ
λαῷ ὄντος τοῦ ‘ἀκούειν’ καὶ ‘πορεύεσθαι ταῖς ὁδοῖς’ τοῦ θεοῦ. καὶ ὁ σωτὴρ δὲ
λέγων τὸ “ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ” καὶ “ὅτι ὃς ἂν ὀργισθῇ τῷ
ἀδελφῷ αὐτοῦ, ἔνοχος ἔσται τῇ κρίσει” καὶ “ὃς ἐὰν ἐμβλέψῃ γυναῖκα πρὸς τὸ
ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ”, καὶ εἴ τινα ἄλλην δίδωσιν
ἐντολήν, φησὶν ὡς ἐφ' ἡμῖν ὄντος τοῦ φυλάξαι τὰ προστεταγμένα, καὶ εὐλόγως ‘ἐνόχων’
ἡμῶν ‘τῇ κρίσει’ ἐσομένων, εἰ παραβαίνοιμεν αὐτά. ὅθεν καὶ “πᾶς” φησιν “ὁ
ἀκούων μου τοὺς λόγους τούτους καὶ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ,
ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν” καὶ τὰ ἑξῆς, “ὁ δὲ ἀκούων καὶ
μὴ ποιῶν ὅμοιός ἐστιν ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν
ἄμμον” καὶ τὰ ἑξῆς. καὶ λέγων δὲ “τοῖς ἐκ δεξιῶν· δεῦτε πρός με, οἱ εὐλογημένοι
τοῦ πατρός μου” καὶ τὰ ἑξῆς, “ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ
ἐποτίσατέ με” σφόδρα σαφῶς ὡς αἰτίοις οὖσι τοῦ ἐπαινεῖσθαι δίδωσι τὰς
ἐπαγγελίας, καὶ ἐκ τοῦ ἐναντίου τοῖς ἑτέροις ὡς ψεκτοῖς παρ' αὐτοὺς λέγει τὸ
“πορεύεσθε οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον”.
Ἴδωμεν δὲ πῶς καὶ ὁ Παῦλος ὡς αὐτεξουσίοις ἡμῖν διαλέγεται καὶ ἑαυτοῖς
αἰτίοις τυγχάνουσιν ἀπωλείας ἢ σωτηρίας· “ἢ τοῦ πλούτου” γάρ φησι “τῆς
χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ
χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου καὶ
ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ
δικαιοκρισίας τοῦ θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ'
ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον, τοῖς
δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴ καὶ
θυμός, θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ
κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ
ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι”.
Μυρία μὲν οὖν ἐστιν ἐν ταῖς γραφαῖς σφόδρα σαφῶς παριστῶντα τὸ αὐτεξούσιον.
7. ἐπεὶ δὲ εἰς τὸ ἐναντίον,
τουτέστι τὸ μὴ ἐφ' ἡμῖν τυγχάνειν <τὸ> τηρεῖν τὰς ἐντολὰς καὶ σώζεσθαι
καὶ τὸ παραβαίνειν αὐτὰς καὶ ἀπόλλυσθαι, περισπᾷ ῥητά τινα ἀπὸ τῆς παλαιᾶς καὶ
τῆς καινῆς, φέρε ἀπὸ μέρους καὶ ἐκ τούτων παραθέμενοι θεασώμεθα αὐτῶν τὰς
λύσεις, ἵνα ἀφ' ὧν παρατιθέμεθα κατὰ τὸ ὅμοιον ἐκλεξάμενός τις ἑαυτῷ πάντα τὰ
δοκοῦντα ἀναιρεῖν τὸ αὐτεξούσιον, ἐπισκέψηται τὰ περὶ τῆς λύσεως αὐτῶν. καὶ δὴ
πολλοὺς κεκίνηκε τὰ περὶ τοῦ Φαραώ, περὶ οὗ χρηματίζων ὁ θεός φησιν· “ἐγὼ δὲ
σκληρυνῶ τὴν καρδίαν Φαραώ” πλεονάκις. εἰ γὰρ ὑπὸ θεοῦ σκληρύνεται καὶ διὰ τὸ
σκληρύνεσθαι ἁμαρτάνει, οὐκ αὐτὸς ἑαυτῷ τῆς ἁμαρτίας αἴτιος· εἰ δὲ τοῦτο, οὐδὲ
αὐτεξούσιος ὁ Φαραώ. καὶ φήσει τις ὅτι ἐκ τοῦ ὁμοίου οἱ ἀπολλύμενοι οὐκ
αὐτεξούσιοι οὐδὲ παρ' ἑαυτοὺς ἀπολοῦνται. καὶ ἐν τῷ Ἰεζεκιὴλ δὲ λεγόμενον τὸ
“ἐξελῶ αὐτῶν τὰς λιθίνας καρδίας καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς προστάγμασί
μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωσι” κινήσαι ἄν τινα ὡς τοῦ θεοῦ
διδόντος τὸ ‘πορεύεσθαι ἐν ταῖς ἐντολαῖς καὶ φυλάσσειν τὰ δικαιώματα’ ἐν τῷ τὸ
ἐμποδίζον ὑπεξῃρηκέναι, τὴν ‘λιθίνην καρδίαν’, καὶ τὸ κρεῖττον ἐντεθεικέναι,
τὴν ‘σαρκίνην’.
Ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ εὐαγγελίου, τί ὁ σωτὴρ ἀποκρίνεται πρὸς τοὺς
πυθομένους, ‘διὰ τί ἐν παραβολαῖς τοῖς πολλοῖς λαλεῖ’· “ἵνα” φησὶν “βλέποντες
μὴ βλέπωσι, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ
αὐτοῖς”. ἔτι δὲ καὶ παρὰ τῷ Παύλῳ τὸ “οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ
τοῦ ἐλεοῦντος θεοῦ”, καὶ ἐν ἄλλοις· “καὶ τὸ θέλειν δὲ καὶ τὸ ἐνεργεῖν ἐκ τοῦ
θεοῦ ἐστιν”, καὶ ἐν ἄλλοις· “ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.
ἐρεῖς μοι οὖν· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;” [καὶ “ἡ
πεισμονὴ ἐκ τοῦ καλοῦντος” καὶ οὐκ ἐξ ἡμῶν,] “μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ, ὁ
ἀνταποκρινόμενος τῷ θεῷ; [καὶ πάλιν·] μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με
ἐποίησας οὕτως; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος
ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;” ταῦτα γὰρ καθ' ἑαυτὰ ἱκανά
ἐστι τοὺς πολλοὺς ἐκταράξαι, ὡς οὐκ ὄντος τοῦ ἀνθρώπου αὐτεξουσίου, ἀλλὰ τοῦ
θεοῦ σώζοντος καὶ ἀπολλύντος οὓς ἐὰν αὐτὸς βούληται.
8. Ἀρξώμεθα τοίνυν ἀπὸ τῶν
περὶ τοῦ Φαραὼ εἰρημένων ὡς σκληρυνομένου ὑπὸ θεοῦ, ἵνα μὴ ἐξαποστείλῃ τὸν
λαόν· ᾧ συνεξετασθήσεται ἅμα καὶ τὸ ἀποστολικόν· “ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ
θέλει σκληρύνει”. καὶ ἐπεὶ χρῶνται τούτοις τῶν ἑτεροδόξων τινές, σχεδὸν καὶ
αὐτοὶ τὸ αὐτεξούσιον ἀναιροῦντες διὰ τὸ φύσεις εἰσάγειν ἀπολλυμένας,
ἀνεπιδέκτους τοῦ σώζεσθαι, καὶ ἑτέρας σωζομένας, ἀδυνάτως ἐχούσας πρὸς τὸ
ἀπολέσθαι, τόν τε Φαραώ φασι φύσεως ὄντα ἀπολλυμένης διὰ τοῦτο σκληρύνεσθαι ὑπὸ
τοῦ θεοῦ, ἐλεοῦντος μὲν τοὺς πνευματικούς, σκληρύνοντος δὲ τοὺς χοϊκούς, φέρε
ἴδωμεν ὅ τί ποτε καὶ λέγουσι. πευσόμεθα γὰρ αὐτῶν, εἰ χοϊκῆς φύσεως ὁ Φαραὼ ἦν.
ἀποκρινομένοις δὲ ἐροῦμεν ὅτι ὁ τῆς χοϊκῆς φύσεως πάντως ἀπειθεῖ θεῷ· εἰ δὲ
ἀπειθεῖ, τίς χρεία σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν, καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ
πλεονάκις; εἰ μὴ ἄρα ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτόν, καὶ πάντως ἐπείσθη ἂν ἅτε
οὐκ ὢν χοϊκὸς ὑπὸ τῶν τεράτων καὶ σημείων δυσωπούμενος, χρῄζει δὲ αὐτοῦ ὁ θεὸς ὑπὲρ
τοῦ ἐνδείξασθαι ἐπὶ σωτηρίᾳ τῶν πολλῶν τὰ μεγαλεῖα ἐπὶ πλεῖον ἀπειθοῦντος, διὰ
τοῦτο αὐτοῦ σκληρύνει τὴν καρδίαν.
Ταῦτα δὲ λελέξεται πρῶτον πρὸς αὐτοὺς εἰς τὸ ἀνατραπῆναι ὃ ὑπολαμβάνουσιν,
ὅτι φύσεως εἴη ἀπολλυμένης ὁ Φαραώ. τὸ δ' αὐτὸ καὶ περὶ τοῦ παρὰ τῷ ἀποστόλῳ
λεγομένου λεκτέον πρὸς αὐτούς. τίνας γὰρ σκληρύνει ὁ θεός; τοὺς ἀπολλυμένους;
ὡς τί πεισομένους, εἰ μὴ σκληρυνθεῖεν; ἢ δηλονότι σωθησομένους τῷ μὴ εἶναι
αὐτοὺς φύσεως ἀπολλυμένης; τίνας δὲ καὶ ἐλεεῖ; ἆρα τοὺς σωθησομένους; καὶ πῶς
χρεία ἐλέου δευτέρου αὐτοῖς, ἅπαξ κατασκευασθεῖσι σωθησομένοις καὶ πάντως διὰ
τὴν φύσιν μακαρίοις ἐσομένοις; εἰ μὴ ἄρα, ἐπεὶ ἐπιδέχονται ἀπώλειαν, εἰ μὴ
ἐλεηθεῖεν, ἐλεοῦνται, ἵν' ὅπερ ἐπιδέχονται μὴ λάβωσι, τὸ ἀπολέσθαι, ἀλλὰ
γένωνται ἐν χώρᾳ σωζομένων. καὶ ταῦτα μὲν πρὸς ἐκείνους.
9. Ἐπαπορητέον δὲ πρὸς τοὺς
νομίζοντας νενοηκέναι τὸ “ἐσκλήρυνε”, τί δήποτε λέγουσι τὸν θεὸν ἐνεργοῦντα
σκληρύνειν καρδίαν, καὶ τί προτιθέμενον τοῦτο ποιεῖν. τηρείτωσαν γὰρ καὶ
ἔννοιαν θεοῦ, κατὰ μὲν τὸ ὑγιὲς δικαίου καὶ ἀγαθοῦ, εἰ δὲ μὴ βούλονται, ἐπὶ τοῦ
παρόντος αὐτοῖς συγκεχωρήσθω, δικαίου· καὶ παρα- στησάτωσαν, πῶς ὁ ἀγαθὸς
καὶ δίκαιος ἢ ὁ δίκαιος μόνον φαίνεται δικαίως σκληρύνων καρδίαν τοῦ διὰ τὸ
σκληρύνεσθαι ἀπολλυμένου, καὶ πῶς ὁ δίκαιος αἴτιος ἀπωλείας γίνεται καὶ
ἀπειθείας τῶν ὑπ' αὐτοῦ διὰ τὸ σκληρύνεσθαι καὶ ἀπειθῆσαι αὐτῷ κολαζομένων. τί
δὲ αὐτῷ καὶ μέμφεται λέγων· ‘σὺ δὲ οὐ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου. ἰδοὺ
πατάσσω πάντα τὰ πρωτότοκα ἐν Αἰγύπτῳ καὶ τὸν πρωτότοκόν σου’, καὶ ὅσα ἄλλα
ἀναγέγραπται ὡς τοῦ θεοῦ λέγοντος διὰ Μωσέως τῷ Φαραώ; ἀναγκαῖον γὰρ τὸν
πιστεύοντα ὅτι ἀληθεῖς αἱ γραφαὶ καὶ ὅτι ὁ θεὸς δίκαιος, ἐὰν εὐγνώμων ᾖ,
ἀγωνίζεσθαι, πῶς ἐν ταῖς τοιαύταις λέξεσι δίκαιος τρανῶς νοηθῇ. εἰ μὲν γὰρ
ἀπογραψάμενός τις γυμνῇ τῇ κεφαλῇ ἵστατο πρὸς τὸ πονηρὸν εἶναι τὸν δημιουργόν,
ἄλλων ἔδει λόγων πρὸς αὐτόν.
10. Ἐπεὶ δέ φασι διακεῖσθαι
περὶ αὐτοῦ ὡς περὶ δικαίου, καὶ ἡμεῖς ὡς περὶ ἀγαθοῦ ἅμα καὶ δικαίου,
σκοπήσωμεν, πῶς ἂν ὁ ἀγα- θὸς καὶ δίκαιος σκληρύνοι τὴν καρδίαν Φαραώ.
ὅρα τοίνυν εἰ διά τινος παραδείγματος, ᾧ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους
ἐχρήσατο, δυνάμεθα παραστῆσαι, πῶς μιᾷ ἐνεργείᾳ ὁ θεὸς ‘ὃν μὲν ἐλεεῖ, ὃν δὲ
σκληρύνει’, οὐ προτιθέμενος σκληρύνειν, ἀλλὰ διὰ προθέσεως χρηστῆς, ᾗ
ἐπακολουθεῖ διὰ τὸ τῆς κακίας ὑποκείμενον τοῦ παρ' ἑαυτοῖς κακοῦ τὸ
σκληρύνεσθαι, σκληρύνειν λεγόμενος τὸν σκληρυνόμενον. “γῆ” φησιν “ἡ πιοῦσα τὸν
ἐπ' αὐτῆς ἐρχόμενον <πολλάκις> ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον
ἐκείνοις, δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ὑπὸ τοῦ θεοῦ· ἐκφέρουσα
δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν”.
οὐκοῦν μία ἐνέργεια ἡ κατὰ τὸν ὑετόν· μιᾶς δὲ ἐνεργείας οὔσης τῆς κατὰ τὸν
ὑετόν, ἡ μὲν γεωργηθεῖσα γῆ καρποφορεῖ, ἡ δὲ ἀμεληθεῖσα καὶ χέρσος ἀκανθοφορεῖ.
καὶ δύσφημον μὲν ἂν δόξαι εἶναι τὸ λέγειν τὸν ὕοντα· ἐγὼ τοὺς καρποὺς ἐποίησα
καὶ τὰς ἀκάνθας τὰς ἐν τῇ γῇ, ἀλλ' εἰ καὶ δύσφημον, ἀλλ' ἀληθές· ὑετοῦ γὰρ μὴ
γενομένου οὔτ' ἂν καρποὶ οὔτ' ἂν ἄκανθαι γεγόνεισαν, τούτου δὲ εὐκαίρως καὶ
μεμετρημένως ἐπιρρεύσαντος ἀμφότερα γεγένηται. ‘ἐκφέρουσα’ γοῦν ‘ἀκάνθας καὶ
τριβόλους ἡ πιοῦσα γῆ τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν ἀδόκιμος καὶ
κατάρας ἐγγύς’. οὐκοῦν τὸ μὲν ἀγαθὸν τοῦ ὑετοῦ καὶ ἐπὶ τὴν χείρονα γῆν ἐλήλυθε,
τὸ δὲ ὑποκείμενον, ἠμελημένον καὶ ἀγεώργητον τυγχάνον, ἀκάνθας καὶ τριβόλους
ἐβλάστησεν. οὕτω τοίνυν καὶ τὰ γινόμενα ὑπὸ τοῦ θεοῦ τεράστια οἱονεὶ ὑετός
ἐστιν· αἱ δὲ προαιρέσεις αἱ διάφοροι οἱονεὶ ἡ γεγεωργημένη γῆ ἐστι καὶ ἡ
ἠμελημένη, μία τῇ φύσει ὡς γῆ τυγχάνουσα <...>
11. Ὥσπερ δὲ εἰ καὶ ὁ ἥλιος
ἔλεγε φωνὴν προϊέμενος ὅτι ἐγὼ τήκω καὶ ξηραίνω, ἐναντίων ὄντων τοῦ τήκεσθαι καὶ
τοῦ ξηραίνεσθαι, οὐκ ἂν ψεῦδος ἔλεγε παρὰ τὸ ὑποκείμενον, ἀπὸ τῆς μιᾶς
θερμότητος τηκομένου μὲν τοῦ κηροῦ, ξηραινομένου δὲ τοῦ πηλοῦ· οὕτως ἡ μία
ἐνέργεια ἡ διὰ Μωσέως γινομένη σκληρυμμὸν μὲν ἤλεγχε τὸν τοῦ Φαραὼ διὰ τὴν
κακίαν αὐτοῦ, πειθὼ δὲ τὴν τῶν ‘ἐπιμίκτων’ Αἰγυπτίων, συνεξορμησάντων τοῖς
Ἑβραίοις. καὶ τὸ κατὰ βραχὺ δὲ ἀναγεγράφθαι οἱονεὶ μαλάσσεσθαι τὴν καρδίαν
Φαραὼ λέγοντος· ‘ἀλλ' οὐ μακρὰν ἀποτενεῖτε, τριῶν γὰρ ἡμερῶν πορεύσεσθε, καὶ
τὰς γυναῖκας ὑμῶν καταλείπετε’, καὶ ὅσα ἄλλα κατὰ βραχὺ ἐνδιδοὺς πρὸς τὰ
τεράστια ἔλεγε, δηλοῖ ὅτι ἐνήργει μέν τι καὶ εἰς αὐτὸν τὰ σημεῖα, οὐ μὴν τὸ πᾶν
κατειργάζετο. οὐκ ἂν δὲ οὐδὲ ταῦτα ἐγίνετο, εἰ τὸ νοούμενον ὑπὸ τῶν πολλῶν
‘σκληρυνῶ τὴν καρδίαν Φαραώ’ ὑπ' αὐτοῦ ἐνηργεῖτο, τοῦ θεοῦ δηλονότι.
Οὐκ ἄτοπον δὲ καὶ ἀπὸ τῆς συνηθείας τὰ τοιαῦτα παραμυθήσασθαι, πολλάκις τῶν
χρηστῶν δεσποτῶν φασκόντων τοῖς διὰ τὴν χρηστότητα καὶ μακροθυμίαν
ἐπιτριβομένοις οἰκέταις τό· ἐγώ σε πονηρὸν ἐποίησα, καί· ἐγώ σοι αἴτιος γέγονα
τῶν τηλικούτων ἁμαρτημάτων. δεῖ γὰρ τοῦ ἤθους ἀκοῦσαι καὶ τῆς δυνάμεως τοῦ
λεγομένου, καὶ μὴ συκοφαντεῖν μὴ κατακούοντας τοῦ βουλήματος τοῦ λόγου. ὁ γοῦν
Παῦλος σαφῶς ταῦτα ἐξετάσας φησὶ πρὸς τὸν ἁμαρτάνοντα· “ἢ τοῦ πλούτου τῆς
χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ
χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου καὶ
ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ
δικαιοκρισίας τοῦ θεοῦ”. ἃ γὰρ λέγει πρὸς τὸν ἁμαρτάνοντα ὁ ἀπόστολος, λεγέσθω
πρὸς τὸν Φαραώ, καὶ πάνυ ἁρμοδίως νοηθείη ταῦτα ἀπαγγελλόμενα αὐτῷ, ‘κατὰ τὴν
σκληρότητα καὶ ἀμετανόητον αὐτοῦ καρδίαν θησαυρίζοντος ἑαυτῷ ὀργήν’, τῆς
σκληρότητος οὐκ ἂν οὕτως ἐλεγχθείσης οὐδὲ φανερᾶς γεγενημένης, εἰ μὴ τὰ σημεῖα
ἐγεγόνει, ἢ ἐγεγόνει μέν, μὴ τὰ τοσαῦτα δὲ καὶ τηλικαῦτα.
12. Ἀλλ' ἐπεὶ δυσπειθεῖς αἱ
τοιαῦται διηγήσεις καὶ βίαιοι εἶναι νομίζονται, ἴδωμεν καὶ ἀπὸ προφητικοῦ
λόγου, τί φασιν οἱ πολλῆς χρηστότητος θεοῦ πεπειραμένοι καὶ †μὴ† βιώσαντες
καλῶς, ἀλλὰ μετὰ ταῦτα ἁμαρτήσαντες. “τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ
σου; ἵνα τί ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαι τὸ ὄνομά σου;
ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρόν
τι κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου”· καὶ ἐν τῷ Ἱερεμίᾳ· “ἠπάτησάς με,
κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἐδυνάσθης”. τὸ γὰρ “ἵνα τί ἐσκλήρυνας ἡμῶν
τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαι τὸ ὄνομά σου;” λεγόμενον ὑπὸ τῶν ἐλεηθῆναι
παρακαλούντων, ἐν ἤθει λεγόμενον τοιοῦτόν ἐστιν· ἵνα τί ἐπὶ τοσοῦτον ἐφείσω
ἡμῶν, οὐκ ἐπισκεπτόμενος ἡμᾶς ἐπὶ ταῖς ἁμαρτίαις, ἀλλὰ καταλιπὼν ἕως εἰς
μέγεθος ἔλθῃ πταισμάτων τὰ ἡμέτερα; ἐγκαταλείπει δὲ μὴ κολαζομένους τοὺς
πλείονας, ἵνα τε τὰ ἑκάστου ἤθη ἐκ τοῦ ἐφ' ἡμῖν ἐξετασθῇ, καὶ φανεροὶ μὲν ἐκ
τῆς γενομένης βασάνου οἱ κρείττους γένωνται, οἱ δὲ λοιποὶ μὴ λαθόντες - οὐχὶ
θεὸν (‘πάντα γὰρ οἶδε πρὸ γενέσεως αὐτῶν’), ἀλλὰ τὰ λογικὰ καὶ ἑαυτούς, ὕστερον
τύχωσιν ὁδοῦ θεραπείας, οὐκ ἂν ἐγνωκότες τὴν εὐεργεσίαν, εἰ μὴ ἑαυτῶν
κατεγνώκεισαν· ὅπερ συμφέρει ἑκάστῳ, ἵνα αἴσθηται τῆς ἰδιότητος τῆς ἑαυτοῦ καὶ
τῆς χάριτος τῆς τοῦ θεοῦ. ὁ δὲ μὴ αἰσθανόμενος τῆς ἰδίας ἀσθενείας καὶ τῆς
θείας χάριτος, κἂν εὐεργετῆται μὴ ἑαυτοῦ πεπειραμένος μηδὲ ἑαυτοῦ κατεγνωκώς,
οἰήσεται ἴδιον εἶναι ἀνδραγάθημα τὸ ἀπὸ τῆς οὐρανίου χάριτος αὐτῷ ἐπιχορηγηθέν.
τοῦτο δέ, οἴημα ἐμποιῆσαν καὶ φυσίωσιν, αἴτιον ἔσται καταπτώσεως· ὅπερ
νομίζομεν καὶ περὶ τὸν διάβολον γεγονέναι, ἑαυτῷ χαρισάμενον ἃ εἶχε
προτερήματα, ὅτε ἄμωμος ἦν. ‘πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὡς πᾶς ὁ
ταπεινῶν ἑαυτὸν ὑψωθήσεται’. κατανόει δὲ ὅτι διὰ τοῦτο ‘ἀποκέκρυπται ἀπὸ σοφῶν
καὶ συνετῶν’ τὰ θεῖα, ‘ἵνα’, ὥς φησιν ὁ ἀπόστολος, ‘μὴ καυχήσηται πᾶσα σὰρξ
ἐνώπιον τοῦ θεοῦ’· ‘καὶ ἀποκεκάλυπται νηπίοις’, τοῖς μετὰ τὴν νηπιότητα ἐπὶ τὰ
κρείττονα ἐληλυθόσι καὶ μεμνημένοις ὅτι οὐ παρὰ τὴν ἑαυτῶν αἰτίαν τοσοῦτον ὅσον
παρὰ τὴν ἄρρητον εὐεργεσίαν ἐπὶ πλεῖστον ὅσον μακαριότητος ἐληλύθασιν.
13. Οὐκοῦν ἐγκαταλείπεται
θείᾳ κρίσει ὁ ἐγκαταλειπόμενος καὶ μακροθυμεῖ ἐπί τινας τῶν ἁμαρτανόντων ὁ θεὸς
οὐκ ἀλόγως, ἀλλ' ὡς αὐτοῖς συνοίσοντος ὡς πρὸς τὴν ἀθανασίαν τῆς ψυχῆς καὶ τὸν
ἄπειρον αἰῶνα τοῦ μὴ ταχὺ συνεργηθῆναι εἰς σωτηρίαν, ἀλλὰ βράδιον ἐπὶ ταύτην
ἀχθῆναι μετὰ τὸ πειραθῆναι πολλῶν κακῶν. ὥσπερ γάρ τινα καὶ ἰατροὶ δυνάμενοι
τάχιον ἰάσασθαι, ὅταν ἐγκεκρυμμένον ἰὸν ὑπονοῶσιν ὑπάρχειν περὶ τὰ σώματα, τὸ
ἐναντίον τῷ ἰάσασθαι ἐργάζονται, διὰ τὸ ἰᾶσθαι βούλεσθαι ἀσφαλέστερον τοῦτο
ποιοῦντες, ἡγούμενοι κρεῖττον εἶναι πολλῷ χρόνῳ παρακατασχεῖν τινα ἐν τῷ
φλεγμαίνειν καὶ κάμνειν ὑπὲρ τοῦ βεβαιότερον αὐτὸν τὴν ὑγείαν ἀπολαβεῖν ἤπερ
τάχιον μὲν ῥῶσαι δοκεῖν, ὕστερον δὲ ἀναδῦναι καὶ πρόσκαιρον γενέσθαι τὴν
ταχυτέραν ἴασιν· τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, γινώσκων τὰ κρύφια τῆς καρδίας
καὶ προγινώσκων τὰ μέλλοντα, διὰ τῆς μακροθυμίας ἐπιτρέπει τάχα καὶ διὰ τῶν
ἔξωθεν συμβαινόντων ἐφελκόμενος τὸ ἐν κρυπτῷ κακὸν ὑπὲρ τοῦ καθᾶραι τὸν δι'
ἀμέλειαν τὰ σπέρματα τῆς ἁμαρτίας κεχωρηκότα, ἵνα εἰς ἐπιπολὴν ἐλθόντα αὐτά τις
ἐμέσας, εἰ καὶ ἐπὶ πλεῖον ἐν κακοῖς γεγένηται, ὕστερον δυνηθῇ καθαρσίου τυχὼν
τοῦ μετὰ τὴν κακίαν ἀναστοιχειωθῆναι. θεὸς γὰρ οἰκονομεῖ τὰς ψυχὰς οὐχ ὡς πρὸς
τὴν φέρ' εἰπεῖν πεντηκονταετίαν τῆς ἐνθάδε ζωῆς, ἀλλ' ὡς πρὸς τὸν ἀπέραντον αἰῶνα·
ἄφθαρτον γὰρ φύσιν πεποίηκε τὴν νοερὰν καὶ αὐτῷ συγγενῆ, καὶ οὐκ ἀποκλείεται
ὥσπερ ἐπὶ τῆς ἐνταῦθα ζωῆς ἡ λογικὴ ψυχὴ τῆς θεραπείας.
14. Φέρε δὲ καὶ τοιαύτῃ
εἰκόνι ἀπὸ τοῦ εὐαγγελίου χρησώ- μεθα. ἔστι τις πέτρα ὀλίγην ἔχουσα καὶ
ἐπιπόλαιον γῆν, εἰς ἣν ἂν πέσῃ τὰ σπέρματα ταχὺ ἀνθεῖ, ἀλλ' ἀνθήσαντα, ἐπεὶ
‘ῥίζαν οὐκ ἔχει’, ‘ἡλίου ἀνατείλαντος καυματίζεται καὶ ξηραίνεται’. καὶ αὕτη ἡ
πέτρα ἀνθρωπίνη ἐστὶ ψυχὴ διὰ τὴν ἀμέλειαν σκληρυνθεῖσα καὶ διὰ τὴν κακίαν
ἀπολιθωθεῖσα· ‘λιθίνη’ γὰρ οὐδενὶ ἔκτισται ὑπὸ θεοῦ ‘καρδία’, ἀλλ' ἀπὸ τῆς
πονηρίας τοιαύτη γίνεται. ὥσπερ οὖν εἰ ἐγκαλοῖ τις τῷ γεωργῷ, μὴ τάχιον τὰ
σπέρματα ἐπὶ τὴν πετρώδη γῆν βαλόντι, ὁρῶν ἄλλην τινὰ πετρώδη γῆν λαβοῦσαν τὰ
σπέρματα καὶ ἀνθοῦσαν, ἀποκρίναιτο ἂν ὁ γεωργὸς ὅτι βράδιον σπερῶ τὴν γῆν
ταύτην, ἐπιβαλὼν τὰ δυνάμενα παρακατασχεῖν τὰ σπαρησόμενα, κρείττονος ἐσομένου
τῇδε τῇ γῇ τοῦ βραδυτέρου καὶ ἀσφαλεστέρου παρὰ τὴν τάχιον εἰληφυῖαν καὶ
ἐπιπολαιοτέρως, πεισθείημεν ἂν ὡς εὐλόγως λέγοντι τῷ γεωργῷ καὶ ὡς ἐπιστημόνως
πεποιηκότι· οὕτω καὶ ὁ μέγας πάσης φύσεως γεωργὸς ὑπερτίθεται τὴν νομισθεῖσαν
ἂν τάχιον εὐποιΐαν, ἵνα μὴ ἐπιπόλαιος γένηται. ἀλλ' εἰκός τινα ἡμῖν πρὸς ταῦτα
ἀνθυπενεγκεῖν· διὰ τί δέ ‘τι τῶν σπερμάτων πίπτει ἐπὶ τὴν’ ἐξ ἐπιπολῆς ἔχουσαν
τὴν γῆν, οἱονεὶ ‘πέτραν’ οὖσαν, ψυχήν; λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι βέλτιον
τῇδέ τινι προπετέστερον βεβουλημένῃ τὰ κρείττονα καὶ οὐχὶ ὁδῷ ἐπ' αὐτὰ ὁδευσάσῃ
τυχεῖν οὗ βεβούληται, ἵνα ἑαυτῆς ἐπὶ τούτῳ καταγνοῦσα τὴν κατὰ φύσιν γεωργίαν
μακροθυμήσῃ ὕστερον πολλῷ χρόνῳ λαβεῖν.
Ἄπειροι γὰρ ἡμῖν, ὡς ἂν εἴποι τις, αἱ ψυχαί, καὶ ἄπειρα τὰ τούτων ἤθη, καὶ
πλεῖστα ὅσα τὰ κινήματα καὶ αἱ προθέσεις καὶ αἱ ἐπιβολαὶ καὶ αἱ ὁρμαί· ὧν εἷς
μόνος οἰκονόμος ἄριστος, καὶ τοὺς καιροὺς ἐπιστάμενος καὶ τὰ ἁρμόζοντα
βοηθήματα καὶ τὰς ἀγωγὰς καὶ τὰς ὁδούς, ὁ τῶν ὅλων θεὸς καὶ πατήρ, ὁ εἰδὼς πῶς
καὶ τὸν Φαραὼ ἄγει διὰ τοσῶνδε καὶ καταποντισμοῦ. εἰς ὃν οὐ καταλήγει ἡ οἰκονο-
μία τοῦ Φαραώ, οὐ γὰρ ἐπεὶ κατεποντώθη, ἀνελύθη· “ἐν γὰρ χειρὶ θεοῦ καὶ
ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατιῶν ἐπιστήμη”. καὶ ταῦτα μὲν
μετρίως εἰς ἀπολογίαν περὶ τοῦ ‘ἐσκληρύνθαι τὴν καρδίαν Φαραὼ’ καὶ περὶ τοῦ·
“ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει”.
15. Ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ
Ἰεζεκιὴλ λέγοντος· “ἐξελῶ τὰς λιθίνας καρδίας ἀπ' αὐτῶν καὶ ἐμβαλῶ σαρκίνας,
ὅπως ἐν τοῖς δικαιώμασί μου πορεύωνται καὶ τὰ προστάγματά μου φυλάσσωσιν”. εἰ
γὰρ ὅτε βούλεται ὁ θεὸς ‘ἐξαιρεῖ τὰς λιθίνας καρδίας’ καὶ ἐντίθησι ‘σαρκίνας’,
ὥστε ‘τὰ προστάγματα αὐτοῦ φυλάττεσθαι’ καὶ τηρεῖσθαι τὰς ἐντολάς, οὐκ ἔστι τὴν
κακίαν ἀποθέσθαι ἐφ' ἡμῖν. τὸ γὰρ ‘ἐξαιρεθῆναι τὰς λιθίνας καρδίας’ οὐδὲν ἄλλο
ἐστὶν ἢ τὴν κακίαν, καθ' ἣν σκληρύνεταί τις, περιαιρεθῆναι ἀφ' οὗ ὁ θεὸς
βούλεται· καὶ τὸ ἐγγενέσθαι καρδίαν ‘σαρκίνην’, ἵνα ἐν τοῖς ‘προστάγμασί’ τις
‘πορεύηται’ τοῦ θεοῦ καὶ ‘φυλάσσῃ’ αὐτοῦ τὰς ἐντολάς, τί ἄλλο ἐστὶν ἢ εἰκτικὸν
γενέσθαι καὶ μὴ ἀντίτυπον πρὸς τὴν ἀλήθειαν καὶ πρακτι- κὸν τῶν ἀρετῶν;
εἰ δὲ ταῦτα ἐπαγγέλλεται ὁ θεὸς ποιεῖν, καὶ πρὶν ἀφελεῖν αὐτὸν ‘τὰς λιθίνας
καρδίας’ οὐκ ἀποτιθέμεθα αὐτάς, δῆλον ὅτι οὐκ ἐφ' ἡμῖν ἐστιν ἀποθέσθαι τὴν
κακίαν· καὶ εἰ οὐχ ἡμεῖς τι πράττομεν, ἵνα ἐγγένηται ἡμῖν ἡ ‘σαρκίνη καρδία’,
ἀλλὰ θεοῦ ἐστιν ἔργον, οὐχ ἡμέτερον ἔργον ἔσται τὸ κατ' ἀρετὴν βιοῦν, ἀλλὰ
πάντη θεία χάρις.
Ταῦτα μὲν ἐρεῖ ὁ ἀπὸ τῶν ψιλῶν ῥητῶν τὸ ἐφ' ἡμῖν ἀναιρῶν. ἡμεῖς δὲ
ἀποκρινούμεθα τούτων οὕτως ἀκούειν δεῖν λέγοντες ὅτι, ὥσπερ ὁ ἐν ἀμαθίᾳ καὶ
ἀπαιδευσίᾳ τυγχάνων, αἰσθανόμενος τῶν ἰδίων κακῶν ἤτοι ἐκ προτροπῆς τοῦ
διδάσκοντος ἢ ἄλλως ἐξ ἑαυτοῦ, ἐπιδίδωσιν ἑαυτὸν ᾧ νομίζει δύνασθαι αὐτὸν
χειραγωγήσειν ἐπὶ παίδευσιν καὶ ἀρετήν, ἐπιδιδόντος δὲ τούτου ὁ παιδεύων
ἐπαγγέλλεται ἐξελεῖν τὴν ἀπαιδευσίαν καὶ ἐνθήσειν παιδείαν, οὐχ ὡς οὐδενὸς
ὄντος εἰς τὸ παιδευθῆναι καὶ φυγεῖν τὴν ἀπαιδευσίαν ἐπὶ τῷ ἑαυτὸν προσαγηοχότι
θεραπευθησόμενον, ἀλλ' ὡς ἐπαγγελλόμενος βελτιώσειν τὸν βουλόμενον· οὕτως ὁ
θεῖος λόγος ἐπαγγέλλεται τῶν προσιόντων τὴν κακίαν ἐξαιρεῖν, ἣν ὠνόμασε
‘λιθίνην καρδίαν’, οὐχὶ ἐκείνων οὐ βουλομένων, ἀλλ' ἑαυτοὺς τῷ ἰατρῷ τῶν
καμνόντων παρεσχηκότων· ὥσπερ ἐν τοῖς εὐαγγελίοις εὑρίσκονται οἱ κάμνοντες
προσερχόμενοι τῷ σωτῆρι καὶ ἀξιοῦντες ἰάσεως τυχεῖν καὶ θεραπευόμενοι. καὶ ἔστι
φέρ' εἰπεῖν τὸ ‘τοὺς τυφλοὺς ἀναβλέψαι’ ἔργον κατὰ μὲν τὸ ἠξιωκέναι
πιστεύσαντας δύνασθαι θεραπεύεσθαι τῶν πεπονθότων, κατὰ δὲ τὴν ἀποκατάστασιν
τῆς ὁράσεως τοῦ σωτῆρος ἡμῶν. οὕτως οὖν ἐπαγγέλλεται ὁ λόγος τοῦ θεοῦ
ἐμποιήσειν ἐπιστήμην τοῖς προσιοῦσιν, ‘ἐξελὼν τὴν λιθίνην’ καὶ σκληρὰν
‘καρδίαν’, ὅπερ ἐστὶ τὴν κακίαν, ὑπὲρ τοῦ τινα ‘πορεύεσθαι’ ἐν ταῖς θείαις
ἐντολαῖς καὶ ‘φυλάσσειν’ τὰ θεῖα ‘προστάγματα’.
16. Ἦν μετὰ ταῦτα τὸ ἀπὸ τοῦ
εὐαγγελίου, ὅτε ὁ σωτὴρ ἔφασκε ‘διὰ τοῦτο τοῖς ἔξω ἐν παραβολαῖς λαλεῖν, ἵνα
βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ
αὐτοῖς’. καὶ ἐρεῖ ὁ ἐξ ἐναντίας· εἰ πάντως τῶν σαφεστέρων ἀκούσαντες οἵδε τινὲς
ἐπιστρέφουσι, καὶ οὕτως ἐπιστρέφουσιν, ὥστε ἀξίους αὐτοὺς γενέσθαι ἀφέσεως
ἁμαρτημάτων, οὐκ ἔστι δὲ ἐπ' αὐ- τοῖς τὸ ἀκοῦσαι τῶν σαφεστέρων λόγων,
ἀλλ' ἐπὶ τῷ διδάσκοντι, καὶ διὰ τοῦτο οὐκ ἀπαγγέλλει αὐτοῖς σαφέστερον, ‘μήποτε
ἴδωσι καὶ συνῶσιν’, οὐκ ἔστιν ἐπ' αὐτοῖς τὸ σωθῆναι· εἰ δὲ τοῦτο, οὔκ ἐσμεν
αὐτεξούσιοι περὶ σωτηρίας καὶ ἀπωλείας. πιθανὴ μὲν οὖν πρὸς ταῦτα ἀπολογία ἦν,
εἰ μὴ προσέκειτο τὸ “μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς”, τὸ ὅτι οὐκ ἐβούλετο
τοὺς μὴ ἐσομένους καλοὺς καὶ ἀγαθοὺς συνιέναι τῶν μυστικωτέρων ὁ σωτὴρ καὶ διὰ
τοῦτο ‘ἐλάλει αὐτοῖς ἐν παραβολαῖς’. νῦν δέ, κειμένου τοῦ “μήποτε ἐπιστρέψωσι,
καὶ ἀφεθῇ αὐτοῖς”, ἡ ἀπολογία ἐστὶ χαλεπωτέρα.
Πρῶτον τοίνυν σημειωτέον ἐστὶ τὸν τόπον πρὸς τοὺς ἑτεροδόξους, λεξιθηροῦντας
μὲν τὰ ἀπὸ τῆς παλαιᾶς διαθήκης τοιαῦτα, ἔνθα ἐμφαίνεται, ὡς αὐτοὶ τολμῶντες
λέγουσιν, ὠμότης τοῦ δημιουργοῦ ἢ ἀμυντικὴ καὶ ἀνταποδοτικὴ τῶν χειρόνων
προαίρεσις, ἢ ὅ τι ποτὲ θέλουσι τὸ τοιοῦτον ὀνομάζειν, μόνον ἵνα λέγωσιν οὐκ
ἀγαθότητα εἶναι ἐν τῷ κτίσαντι· οὐχ ὁμοίως δὲ οὐδὲ εὐγνωμόνως ἐντυγχάνοντας τῇ
καινῇ, ἀλλὰ παραπεμπομένους τὰ παραπλήσια οἷς νομίζουσιν εἶναι ἐπιλήπτοις ἀπὸ
τῆς παλαιᾶς. φανερῶς γὰρ καὶ κατὰ τὸ εὐαγγέλιον ὁ σωτὴρ δείκνυται, ὡς αὐτοὶ
φάσκουσιν ἐπὶ τῶν προτέρων, διὰ τοῦτο σαφῶς μὴ φθεγγόμενος, ἵνα μὴ ἐπιστρέψωσιν
οἱ ἄνθρωποι, καὶ ἐπιστρέψαντες ἀφέσεως ἁμαρτημάτων ἄξιοι γένωνται· ὅπερ καθ'
αὑτὸ οὐδενὸς ἔλαττόν ἐστι τῶν ἀπὸ τῆς παλαιᾶς κατηγορουμένων τοιούτων. ἐὰν δὲ
περὶ τοῦ εὐαγγελίου ἀπολογίαν ζητῶσι, λεκτέον πρὸς αὐτούς, εἰ μὴ ἐπιλήπτως
ποιοῦσιν ἐπὶ τῶν ὁμοίων προβλημάτων ἀνομοίως ἱστάμενοι, καὶ κατὰ μὲν τὴν καινὴν
οὐ προσκόπτοντες ἀλλ' ἀπολογίαν ζητοῦντες, κατὰ δὲ τὴν παλαιὰν περὶ τῶν
παραπλησίων, δέον ἀπολογεῖσθαι ὁμοίως τοῖς ἀπὸ τῆς καινῆς, κατηγοροῦντες. ἐξ ὧν
συμβιβάσομεν αὐτοὺς διὰ τὰς ὁμοιότητας ἐπὶ τὸ πάντα ἡγεῖσθαι ἑνὸς εἶναι
γράμματα θεοῦ.
Φέρε δὴ καὶ πρὸς τὸ προκείμενον ἀπολογίαν κατὰ τὸ δυνατὸν πορισώμεθα.
17. ἐφάσκομεν καὶ περὶ τοῦ
Φαραὼ ἐξετάζοντες ὅτι ἐνίοτε τὸ τάχιον θεραπευθῆναι οὐ πρὸς καλοῦ γίνεται τοῖς
θεραπευομένοις, εἰ παρ' ἑαυτοὺς χαλεποῖς περιπεσόντες εὐχερῶς ἀπαλλαγεῖεν
τούτων οἷς περιπεπτώκασι· καταφρονοῦντες γὰρ ὡς εὐιάτου τοῦ κακοῦ, δεύτερον οὐ
φυλαττόμενοι τὸ περιπεσεῖν αὐτῷ, ἐν αὐτῷ ἔσονται. διόπερ ἐπὶ τῶν τοιούτων ὁ
θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ ‘εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν’,
κατὰ τὴν χρηστότητα αὐτοῦ ὑπερτίθεται τὴν ταχυτέραν πρὸς αὐτοὺς βοήθειαν καί,
ἵν' οὕτως εἴπω, βοηθῶν αὐτοῖς οὐ βοηθεῖ, τούτου αὐτοῖς λυσιτελοῦντος. εἰκὸς οὖν
καὶ ‘τοὺς ἔξω’, περὶ ὧν ὁ λόγος, τῷ σωτῆρι κατὰ τὸ προκείμενον ἑωραμένους οὐ
βεβαίους ἔσεσθαι ἐν τῇ ἐπιστροφῇ, εἰ τρανότερον ἀκούσαιεν τῶν λεγομένων, ὑπὸ
τοῦ κυρίου ᾠκονομῆσθαι μὴ σαφέστερον ἀκοῦσαι τῶν βαθυτέρων· μήποτε τάχιον
ἐπιστρέψαντες καὶ ἰαθέντες ἐν τῷ ἀφέσεως τυχεῖν, ὡς εὐχερῶν τῶν τῆς κακίας
τραυμάτων καὶ εὐιάτων καταφρονήσαντες, πάλιν καὶ τάχιον αὐτοῖς περιπέσωσι. τάχα
δὲ καὶ τίνοντες δίκας τῶν προτέρων ἁμαρτημάτων, ὧν εἰς τὴν ἀρετὴν ἐπλημμέλησαν
καταλιπόντες αὐτήν, οὐδέπω τὸν πρέποντα χρόνον ἐκπεπληρώκεσαν τῷ
καταλειπομένους αὐτοὺς ἀπὸ τῆς θείας ἐπισκοπῆς, ἐπὶ πλεῖον ἐμφορηθέντας τῶν
ἰδίων ἃ ἔσπειραν κακῶν, ὕστερον εἰς βεβαιοτέραν μετάνοιαν καλεῖσθαι, οὐ ταχέως περιπεσουμένους
οἷς πρότερον περιπεπτώκεσαν τὸ ἀξίωμα ἐνυβρίσαντες τῶν καλῶν καὶ τοῖς χείροσιν
ἑαυτοὺς ἐπιδεδωκότες. οἱ μὲν οὖν ‘ἔξω’ λεγόμενοι, δηλονότι συγκρίσει τῶν ‘ἔσω’,
οὐ πάντη πόρρω τῶν ἔσω τυγχάνοντες, τῶν ἔσω σαφῶς ἀκουόντων, ἀκούουσιν ἀσαφῶς
διὰ τὸ ‘ἐν παραβολαῖς’ αὐτοῖς λέγεσθαι· πλὴν ἀκούουσιν. ἕτεροι δὲ τῶν ἔξω, οἱ
λεγόμενοι Τύριοι, καίτοιγε προεγνωσμένοι ὅτι ‘πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ
καθήμενοι μετενόησαν’, ἐγγὺς γενομένου τοῦ σωτῆρος τῶν ὁρίων αὐτῶν, οὐδὲ τὰ τῶν
ἔξω ἀκούουσιν, ὡς εἰκός, μᾶλλον πόρρω ὄντες τῆς ἀξίας τῶν ἔξω, ἵν' ἐν ἄλλῳ
καιρῷ μετὰ τὸ ‘ἀνεκτότερον’ αὐτοῖς γενέσθαι παρὰ τοὺς μὴ παραδεξαμένους τὸν
λόγον, ἐφ' ὧν ἐμνημόνευσε καὶ τῶν Τυρίων, εὐκαιρότερον ἀκούσαντες βεβαιότερον
μετανοήσωσιν.
Ὅρα δὲ εἰ μὴ μᾶλλον ἡμεῖς πρὸς τῷ ἐξεταστικῷ καὶ τὸ εὐσεβὲς πάντη
ἀγωνιζόμεθα τηρεῖν περὶ ‘θεοῦ καὶ τοῦ χριστοῦ αὐ- τοῦ’, ἐκ παντὸς
ἀπολογεῖσθαι πειρώμενοι ὡς ἐν τηλικούτοις καὶ τοιούτοις περὶ τῆς ποικίλης
προνοίας τοῦ θεοῦ, ἀθανάτου ψυχῆς προνοουμένου. εἰ γοῦν τις περὶ τῶν
ὀνειδιζομένων ζητοίη ὅτι ὁρῶντες τεράστια καὶ ἀκούοντες θείων λόγων οὐκ
ὠφελοῦνται, Τυρίων ἂν μετανοησάντων, εἰ τοιαῦτα παρ' αὐτοῖς ἐγεγόνει καὶ
εἴρητο, ζητοίη δὲ φάσκων, τί δήποτε τοῖς τοιούτοις ἐκήρυξεν ὁ σωτὴρ ἐπὶ κακῷ
αὐτῶν, ἵνα βαρύτερον αὐτοῖς τὸ ἁμάρτημα λογισθῇ· λεκτέον πρὸς αὐτὸν ὅτι ὁ
πάντων τὰς διαθέσεις κατανοῶν τῶν αἰτιωμένων αὐτοῦ τὴν πρόνοιαν, ὡς παρ'
ἐκείνην οὐ πεπιστευκότων μὴ δωρησαμένην ἰδεῖν ἃ ἑτέροις θεάσασθαι ἐχαρίσατο,
καὶ μὴ οἰκονομήσασαν ἀκοῦσαι τούτων, ἃ ἄλλοι ἀκούσαντες ὠφέληνται, τὴν
ἀπολογίαν οὐκ εὔλογον οὖσαν ἐλέγξαι βουλόμενος δίδωσι ταῦτα, ἃ οἱ μεμφόμενοι
τὴν διοίκησιν αὐτοῦ ᾔτησαν· ἵνα μετὰ τὸ λαβεῖν οὐδὲν ἧττον ἐλεγχθέντες ὡς
ἀσεβέστατοι τῷ μηδ' οὕτως τῷ ὠφελεῖσθαι ἑαυτοὺς ἐπιδεδωκέναι, παύσωνται τοῦ
τοιούτου θράσους, καὶ κατ' αὐτὸ τοῦτο ἐλευθερωθέντες μάθωσιν ὅτι ποτὲ εὐεργετῶν
τινας ὁ θεὸς μέλλει καὶ βραδύνει, μὴ χαριζόμενος ὁρᾶν καὶ ἀκούειν τοιαῦτα, ἐφ'
οἷς ὁραθεῖσι καὶ ἀκουσθεῖσι βαρυτέρα καὶ χαλεπωτέρα ἡ ἁμαρτία ἐλέγχεται τῶν
μετὰ τηλικαῦτα καὶ τοιαῦτα μὴ πεπιστευκότων.
18. Ἴδωμεν δὲ καὶ περὶ τοῦ
“ἄρ' οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ”. οἱ γὰρ
ἐπιλαμβανόμενοί φασιν· εἰ ‘μὴ τοῦ θέλοντος μηδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ
ἐλεοῦντος θεοῦ’, οὐκ ἐκ τοῦ ἐφ' ἡμῖν τὸ σώζεσθαι, ἀλλ' ἐκ κατασκευῆς τῆς ἀπὸ
τοῦ τοιούσδε κατασκευάσαντος γεγενημένης ἢ ἐκ προαιρέσεως τοῦ ὅτε βούλεται
ἐλεοῦντος. παρ' ὧν τοῦτο πευστέον· τὸ θέλειν τὰ καλὰ καλόν ἐστιν ἢ φαῦλον; καὶ
τὸ τρέχειν βουλόμενον τυχεῖν τοῦ τέλους ἐν τῷ σπεύδειν ἐπὶ τὰ καλὰ ἐπαινετόν
ἐστιν ἢ ψεκτόν; εἴτε γὰρ ἐροῦσι ψεκτόν, παρὰ τὴν ἐνάργειαν ἀποκρινοῦνται, καὶ
τῶν ἁγίων θελόντων καὶ τρεχόντων καὶ δηλονότι ἐν τούτῳ ψεκτὸν <οὐ>
ποιούντων· εἴτε ἐροῦσιν ὅτι καλὸν τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλά,
πευσόμεθα πῶς ἡ ἀπολλυμένη φύσις θέλει τὰ κρείττονα· οἱονεὶ γὰρ δένδρον πονηρὸν
καρποὺς ἀγαθοὺς φέρει, εἴ γε καλὸν τὸ θέλειν τὰ κρείττονα. τρίτον δὲ ἐροῦσιν
ὅτι τῶν μέσων ἐστὶ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλά, καὶ οὔτε
ἀστεῖον οὔτε φαῦλον. λεκτέον δὲ πρὸς τοῦτο ὅτι εἰ τὸ θέλειν τὰ καλὰ καὶ τὸ
τρέχειν ἐπὶ τὰ καλὰ μέσον ἐστί, καὶ τὸ ἐναντίον αὐτῷ μέσον ἐστί, τουτέστι τὸ
θέλειν τὰ κακὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ κακά. οὐχὶ δέ γε μέσον ἐστὶ τὸ θέλειν τὰ
κακὰ καὶ τρέχειν ἐπὶ τὰ κακά· οὐκ ἄρα μέσον τὸ θέλειν τὰ καλὰ καὶ τρέχειν ἐπὶ
τὰ καλά.
19. Τοιαύτην τοίνυν
ἀπολογίαν ἡγοῦμαι δύνασθαι ἡμᾶς πορίζειν πρὸς τὸ “ἄρ' οὖν οὐ τοῦ θέλοντος οὐδὲ
τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ”. φησὶν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν ὁ Σολομῶν
(αὐτοῦ γάρ ἐστιν ἡ ᾠδὴ τῶν ἀναβαθμῶν, ἐξ ἧς παραθησόμεθα τὰ ῥητά)· “ἐὰν μὴ
κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· ἐὰν μὴ
κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων”, οὐκ ἀποτρέπων ἡμᾶς ἀπὸ
τοῦ οἰκοδομεῖν οὐδὲ διδάσκων μὴ ἀγρυπνεῖν εἰς τὸ φρουρεῖν ἡμῶν τὴν ἐν τῇ ψυχῇ
πόλιν, ἀλλὰ παριστὰς ὅτι τὰ χωρὶς θεοῦ οἰκοδομούμενα καὶ τὰ μὴ τυγχάνοντα τῆς
ἀπὸ τούτου φυλακῆς, μάτην οἰκοδομεῖται καὶ ἀνηνύτως τηρεῖται, εὐλόγως ἂν
ἐπιγραφησομένου κυρίου τῆς οἰκοδομῆς τοῦ θεοῦ καὶ ἄρχοντος τῆς φρουρᾶς τῆς
πόλεως τοῦ τῶν ὅλων δεσπότου. ὥσπερ οὖν εἰ λέγοιμεν· οὐ τοῦ οἰκοδομοῦντος ἀλλὰ
τοῦ θεοῦ ἔργον ἐστὶν τόδε τὸ οἰκοδόμημα, καὶ οὐ τοῦ φυλάξαντος κατόρθωμα ἀλλὰ
‘τοῦ ἐπὶ πάντων θεοῦ’ τὸ μηδὲν πεπονθέναι ἀπὸ πολεμίων τήνδε τὴν πόλιν, οὐκ ἂν
πταίοιμεν, ὑπακουομένου μὲν τοῦ καὶ κατὰ τὸν ἄνθρωπόν τι γεγονέναι, τοῦ δὲ
ἀνδραγαθήματος εὐχαρίστως ἐπὶ τὸν ‘τελειωτὴν’ θεὸν ἀναφερομένου· οὕτως ἐπεὶ οὐκ
ἀρκεῖ τὸ ἀνθρώπινον θέλειν πρὸς τὸ τυχεῖν τοῦ τέλους, οὐδὲ τὸ τῶν οἱονεὶ
ἀθλητῶν τρέχειν πρὸς τὸ καταλαβεῖν ‘τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν
Χριστῷ Ἰησοῦ’ (θεοῦ γὰρ συμπαρισταμένου ταῦτα ἀνύεται), καλῶς λέγεται τὸ “οὐ
τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ”. ὡς εἰ καὶ ἐπὶ
γεωργίας, ὅπερ καὶ γέγραπται, ἐλέγετο· “ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ
θεὸς ηὔξησεν· ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων θεός”,
καὶ τὸ τοὺς καρποὺς ‘πλήρεις’ γεγονέναι οὐκ ἂν εὐσεβῶς λέγοιμεν ἔργον εἶναι τοῦ
γεωργοῦ ἢ ἔργον τοῦ ποτίσαντος, ἀλλ' ἔργον τοῦ θεοῦ· οὕτω καὶ ἡ ἡμετέρα
τελείωσις οὐχὶ μηδὲν ἡμῶν πραξάντων γίνεται, οὐ μὴν ἀφ' ἡμῶν ἀπαρτίζεται, ἀλλὰ
θεὸς τὸ πολὺ ταύτης ἐνεργεῖ. καὶ ἵνα ἐναργέστερον πιστευθῇ τοῦτο εἶναι τὸ
λεγόμενον, ἀπὸ τῆς κυβερνητικῆς τὸ παράδειγμα ληψόμεθα. πρὸς γὰρ τὴν τῶν ἀνέμων
πνοὴν καὶ τὴν τῶν ἀέρων εὐκρασίαν καὶ τὴν τῶν ἀστέρων λαμπρότητα, συνεργούντων
τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ, πόστον ἂν ἀριθμὸν ἔχειν λέγοιτο τῆς ἐπὶ τὸν λιμένα
ἀποκαταστάσεως ἡ κυβερνητικὴ τέχνη; οὐδὲ αὐτῶν τῶν κυβερνητῶν δι' εὐλάβειαν
πολλάκις τολμώντων ὁμολογεῖν τὸ σεσωκέναι τὴν ναῦν, ἀλλὰ τῷ θεῷ τὸ πᾶν
ἀναφερόντων, οὐ τῷ μηδὲν αὐτοὺς ἐνηργηκέναι, ἀλλὰ τῷ εἰς ὑπερβολὴν πολλαπλάσιον
εἶναι τὸ ἀπὸ τῆς προνοίας τοῦ ἀπὸ τῆς τέχνης. καὶ ἐπὶ τῆς ἡμετέρας γοῦν
σωτηρίας πολλαπλάσιόν ἐστιν εἰς ὑπερβολὴν τὸ ἀπὸ τοῦ θεοῦ τοῦ ἀπὸ τοῦ ἐφ' ἡμῖν.
διόπερ ἡγοῦμαι λέγεσθαι τὸ “οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ
ἐλεοῦντος θεοῦ”. εἰ γὰρ ὡς ἐκεῖνοι ὑπολαμβάνουσι δεῖ ἐκλαμβάνειν τὸ “οὐ τοῦ
θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ”, περισσαὶ αἱ ἐντολαί, καὶ
μάτην αὐτὸς ὁ Παῦλος αἰτιᾶταί τινας ὡς παραπεπτωκότας καὶ ἀποδέχεταί τινας ὡς
κατωρθωκότας καὶ νομοθετεῖ ταῖς ἐκκλησίαις· εἰκῆ δὲ ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς
ἐπὶ τὸ ‘θέλειν’ τὰ κρείττονα, †οὐχὶ δέ γε καὶ† ‘τρέχειν’. ἀλλ' οὐ μάτην ὁ
Παῦλος τάδε συμ- βουλεύει καὶ τούσδε μέμφεται καὶ τούσδε ἀποδέχεται, οὐδὲ
μάτην ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς τῷ θέλειν τὰ κρείττονα καὶ τῷ σπεύδειν ἐπὶ τὰ
διαφέροντα. οὐκ ἄρα ἐκεῖνοι καλῶς ἐξειλήφασι τὰ κατὰ τὸν τόπον.
20. Πρὸς τούτοις ἦν “τὸ
θέλειν καὶ τὸ ἐνεργεῖν ἐκ τοῦ θεοῦ ἐστι”. καί φασί τινες· εἰ ἀπὸ τοῦ θεοῦ τὸ
θέλειν καὶ ἀπὸ τοῦ θεοῦ τὸ ἐνεργεῖν, κἂν κακῶς θέλωμεν κἂν κακῶς ἐνεργῶμεν, ἀπὸ
τοῦ θεοῦ ταῦθ' ἡμῖν ὑπῆρξεν· εἰ δὲ τοῦτο, οὔκ ἐσμεν αὐτεξούσιοι. πάλιν τε αὖ
κρείττονα θέλοντες καὶ τὰ διαφέροντα ἐνεργοῦντες, ἐπεὶ ἀπὸ θεοῦ τὸ θέλειν καὶ
τὸ ἐνεργεῖν ἐστιν, οὐχ ἡμεῖς τὰ διαφέροντα πεποιήκαμεν, ἀλλ' ἡμεῖς μὲν
ἐδόξαμεν, ὁ δὲ θεὸς ταῦτα ἐδωρήσατο· ὥστε καὶ κατὰ τοῦτο οὔκ ἐσμεν αὐτεξούσιοι.
καὶ πρὸς τοῦτο δὲ λεκτέον ὅτι ἡ τοῦ ἀποστόλου λέξις οὔ φησι τὸ θέλειν τὰ κακὰ
ἐκ θεοῦ εἶναι ἢ τὸ θέλειν τὰ ἀγαθὰ ἐκ θεοῦ εἶναι, ὁμοίως τε τὸ ἐνεργεῖν τὰ
κρείττονα καὶ τὰ χείρονα, ἀλλὰ τὸ καθόλου θέλειν καὶ τὸ καθόλου ἐνεργεῖν. ὡς
γὰρ ἀπὸ θεοῦ ἔχομεν τὸ εἶναι ζῷα καὶ τὸ εἶναι ἄνθρωποι, οὕτω καὶ τὸ καθόλου
θέλειν, ὡσεὶ ἔλεγον καὶ τὸ καθόλου κινεῖσθαι. ὥσπερ δὲ ἔχοντες τῷ ζῷα εἶναι τὸ
κινεῖσθαι καὶ φέρ' εἰπεῖν τάδε τὰ μέλη κινεῖν, χεῖρας ἢ πόδας, οὐκ ἂν εὐλόγως
λέγοιμεν ἔχειν ἀπὸ θεοῦ τὸ εἰδικὸν τόδε, ἤτοι τὸ κινεῖσθαι πρὸς τὸ τύπτειν ἢ
ἀναιρεῖν ἢ ἀφαιρεῖσθαι τὰ ἀλλότρια, ἀλλὰ τὸ μὲν γενικόν, τὸ κινεῖσθαι, ἐλάβομεν
ἀπὸ τοῦ θεοῦ, ἡμεῖς δὲ χρώμεθα τῷ κινεῖσθαι ἐπὶ τὰ χείρονα ἢ ἐπὶ τὰ βελτίονα·
οὕτως τὸ μὲν ἐνεργεῖν, ᾗ ζῷά ἐσμεν, εἰλήφαμεν ἀπὸ τοῦ θεοῦ καὶ τὸ θέλειν
ἐλάβομεν ἀπὸ τοῦ δημιουργοῦ, ἡμεῖς δὲ τῷ θέλειν ἢ ἐπὶ τοῖς καλλίστοις ἢ ἐπὶ
τοῖς ἐναντίοις χρώμεθα, ὁμοίως καὶ τῷ ἐνεργεῖν.
21. Ἔτι πρὸς τὸ μὴ ἡμᾶς
εἶναι αὐτεξουσίους δόξει τὸ ἀποστολικὸν ῥητὸν περισπᾶν, ἔνθα ἑαυτῷ ἀνθυποφέρων
φησίν· “ἄρ' οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς μοι οὖν· τί ἔτι
μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ
ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως;
ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν
εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν;” ἐρεῖ γάρ τις· εἰ ὡς ‘ὁ κερα- μεὺς ἐκ
τοῦ αὐτοῦ φυράματος ποιεῖ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν σκεύη’, οὕτως ὁ θεὸς
ἃ μὲν εἰς σωτηρίαν ἃ δὲ εἰς ἀπώλειαν, οὐ παρ' ἡμᾶς τὸ σώζεσθαι ἢ ἀπόλλυσθαι
γίνεται, οὐδέ ἐσμεν αὐτεξούσιοι. λεκτέον δὲ πρὸς τὸν τούτοις οὕτως χρώμενον, εἰ
δύναται περὶ τοῦ ἀποστόλου νοεῖν ὡς μαχόμενα ἑαυτῷ λέγοντος; οὐχ ἡγοῦμαι δὲ ὅτι
τολμήσει τις τοῦτο εἰπεῖν. εἰ τοίνυν μὴ ἐναντία ἑαυτῷ φθέγγεται ὁ ἀπόστολος, πῶς
κατὰ τὸν οὕτως ἐκδεξάμενον εὐλόγως αἰτιᾶται μεμφόμενος τὸν ἐν Κορίνθῳ
πεπορνευκότα ἢ τοὺς παραπεπτωκότας ‘καὶ μὴ μετανοήσαντας ἐπὶ τῇ ἀσελγείᾳ καὶ
ἀκρασίᾳ, ᾗ ἔπραξαν’; πῶς δὲ εὐλογεῖ ὡς εὖ πεποιηκότας οὓς ἐπαινεῖ, ὥσπερ τὸν
Ὀνησιφόρου οἶκον, λέγων· “δῴη ὁ κύριος ἔλεος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις
με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαίως
ἐζήτησέν με καὶ εὗρεν· δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ
ἡμέρᾳ”; οὐ κατὰ τὸν αὐτὸν δὴ ἀπόστολόν ἐστι ψέγειν ὡς ἄξιον μέμψεως τὸν
ἡμαρτηκότα καὶ ἀποδέχεσθαι ὡς ἐπαινετὸν τὸν εὖ πεποιηκότα, πάλιν δ' αὖ ὡς μη-
δενὸς ὄντος ἐφ' ἡμῖν φάσκειν παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ εἶναι ‘τὸ μὲν
εἰς τιμὴν σκεῦος, τὸ δὲ εἰς ἀτιμίαν’. πῶς δὲ καὶ τὸ “τοὺς πάντας ἡμᾶς παραστῆναι
δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ
σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον” ὑγιές ἐστι, τῶν τὰ φαῦλα
πεποιηκότων διὰ τὸ ἐκτίσθαι αὐτοὺς ‘σκεύη ἀτιμίας’ ἐπὶ τοῦτο πράξεως
ἐληλυθότων, καὶ τῶν κατ' ἀρετὴν βιωσάντων τῷ ἀρχῆθεν αὐτοὺς ἐπὶ τούτῳ
κατεσκευάσθαι καὶ ‘σκεύη τιμῆς’ γεγονέναι τὸ καλὸν πεποιηκότων; ἔτι δὲ πῶς οὐ
μάχεται τῷ, ὡς ὑπολαμβάνουσιν ἐξ ὧν παρεθέμεθα ῥητῶν, παρὰ τὴν αἰτίαν τοῦ
δημιουργοῦ ἔντιμον ἢ ἄτιμον εἶναι σκεῦος τὸ ἀλλαχοῦ λεγόμενον· “ἐν μεγάλῃ οἰκίᾳ
οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν
εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν. ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος εἰς τιμὴν
ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον”; εἰ γὰρ
ὁ ἐκκαθάρας ἑαυτὸν γίνεται ‘σκεῦος εἰς τιμήν’, ὁ δὲ ἀπερικάθαρτον ἑαυτὸν
περιϊδὼν ‘σκεῦος εἰς ἀτιμίαν’, ὅσον ἐπὶ ταύταις ταῖς λέξεσιν οὐδαμῶς αἴτιος ὁ
δημιουργός. ποιεῖ μὲν γὰρ ὁ δημιουργὸς ‘σκεύη τιμῆς καὶ σκεύη ἀτιμίας’ οὐκ
ἀρχῆθεν κατὰ τὴν πρόγνωσιν, ἐπεὶ μὴ κατ' αὐτὴν προκατακρίνει ἢ προδικαιοῖ, ἀλλὰ
‘σκεύη τιμῆς τοὺς ἐκκαθάραντας ἑαυτοὺς’ καὶ ‘σκεύη ἀτιμίας’ τοὺς ἀπερικαθάρτους
ἑαυτοὺς περιϊδόντας· ὥστε ἐκ πρεσβυτέρων αἰτιῶν τῆς κατασκευῆς ‘τῶν εἰς τιμὴν
καὶ εἰς ἀτιμίαν σκευῶν’ γίνεσθαι ὃν μὲν εἰς τιμὴν ὃν δὲ εἰς ἀτιμίαν.
22. Εἰ δ' ἅπαξ προσιέμεθα
εἶναί τινας πρεσβυτέρας αἰτίας τοῦ ‘σκεύους τῆς τιμῆς’ καὶ τοῦ ‘σκεύους τῆς
ἀτιμίας’, τί ἄτοπον ἀνελθόντας εἰς τὸν περὶ ψυχῆς τόπον <νοεῖν>
πρεσβύτερα αἴτια τοῦ τὸν Ἰακὼβ ἠγαπῆσθαι καὶ τὸν Ἠσαῦ μεμισῆσθαι γεγονέναι εἰς
τὸν Ἰακὼβ πρὸ τῆς ἐνσωματώσεως καὶ εἰς τὸν Ἠσαῦ πρὸ τοῦ εἰς τὴν κοιλίαν τῆς
Ῥεβέκκας γενέσθαι; ἅμα δὲ σαφῶς δηλοῦται ὅτι ὅσον ἐπὶ τῇ ὑποκειμένῃ φύσει,
ὥσπερ εἷς ὑπόκειται τῷ κεραμεῖ ‘πηλός’, ἀφ' οὗ ‘φυράματος’ γίνεται ‘εἰς τιμὴν
καὶ εἰς ἀτιμίαν σκεύη’, οὕτω μιᾶς φύσεως πάσης ψυχῆς ὑποκειμένης τῷ θεῷ καὶ ἵν'
οὕτως εἴπω ἑνὸς ‘φυράματος’ ὄντος τῶν λογικῶν ὑποστάσεων, πρεσβύτερά τινα αἴτια
πεποίηκεν ‘τούσδε μὲν εἶναι εἰς τιμὴν τούσδε δὲ εἰς ἀτιμίαν’. εἰ δὲ ἐπιπλήσσει
ἡ λέξις τοῦ ἀποστόλου ἡ λέγουσα· “μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ
ἀνταποκρινόμενος τῷ θεῷ;” τάχα διδάσκει ὅτι ὁ μὲν παρρησίαν ἔχων πρὸς τὸν θεὸν
καὶ πιστὸς καὶ εὖ βιοὺς οὐκ ἂν ἀκούσαι· “σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ;”
ὁποῖος ἦν Μωσῆς· “Μωσῆς γὰρ ἐλάλει, ὁ δὲ θεὸς αὐτῷ ἀπεκρίνατο φωνῇ”· καὶ ὡς
ἀποκρίνεται ὁ θεὸς πρὸς Μωσέα, οὕτως ἀποκρίνεται καὶ ὁ ἅγιος πρὸς τὸν θεόν. ὁ
δὲ ταύτην μὴ κτησάμενος τὴν παρρησίαν, δηλονότι ἢ ἀπολωλεκὼς ἢ περὶ τούτων οὐ
κατὰ φιλομάθειαν ἀλλὰ κατὰ φιλονεικίαν ζητῶν καὶ διὰ τοῦτο λέγων· “τί ἔτι
μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;” οὗτος ἂν ἄξιος εἴη τῆς
ἐπιπλήξεως τῆς λεγούσης· “μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ
θεῷ;”
23. Τοῖς δὲ τὰς φύσεις
εἰσάγουσι καὶ χρωμένοις τῷ ῥητῷ ταῦτα λεκτέον. εἰ σώζουσι τὸ ‘ἀπὸ ἑνὸς
φυράματος’ γίνεσθαι τοὺς ἀπολλυμένους καὶ τοὺς σωζομένους, καὶ τὸν δημιουργὸν
τῶν σωζομένων εἶναι δημιουργὸν καὶ τῶν ἀπολλυμένων, καὶ εἰ ἀγαθὸς ὁ ποιῶν οὐ
μόνον πνευματικοὺς ἀλλὰ καὶ χοϊκοὺς (τοῦτο γὰρ αὐτοῖς ἕπεται), δυνατὸν μέντοι
γε ἐκ προτέρων τινῶν κατορθωμάτων γενόμενον νῦν σκεῦος τιμῆς, καὶ μὴ ὅμοια
δράσαντα μηδὲ ἀκόλουθα τῷ σκεύει τῆς τιμῆς, γενέσθαι εἰς ἕτερον αἰῶνα σκεῦος
ἀτιμίας· ὡς πάλιν οἷόν τέ ἐστι διὰ πρεσβύτερα τούτου τοῦ βίου <αἴτια>
γενόμενον σκεῦος ἀτιμίας ἐνθάδε, διορθωθέντα ἐν τῇ ‘καινῇ κτίσει’ γενέσθαι ‘σκεῦος
τιμῆς ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον’.
καὶ τάχα οἱ νῦν Ἰσραηλῖται μὴ ἀξίως τῆς εὐγενείας βιώσαντες ἐκπεσοῦνται τοῦ
γένους, οἱονεὶ ἀπὸ σκευῶν τιμῆς εἰς σκεῦος ἀτιμίας μεταβαλοῦντες· καὶ πολλοὶ
τῶν νῦν Αἰγυπτίων καὶ Ἰδουμαίων τῷ Ἰσραὴλ προσελθόντες, ἐπὰν καρποφορήσωσιν ἐπὶ
πλεῖον, ‘εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου’, οὐκ ἔτι Αἰγύπτιοι καὶ Ἰδουμαῖοι
εἶναι λελογισμένοι ἀλλ' ἐσόμενοι Ἰσραηλῖται· ὥστε κατὰ τοῦτο διὰ τὰς
προαιρέσεις τινὰς μὲν ἐκ χειρόνων εἰς κρείττονα προκόπτειν, ἑτέρους δὲ ἀπὸ
κρειττόνων εἰς χείρονα καταπίπτειν, καὶ ἄλλους ἐν τοῖς καλοῖς τηρεῖσθαι ἢ ἀπὸ
καλῶν εἰς κρείττονα ἐπαναβαίνειν, ἄλλους τε αὖ τοῖς κακοῖς παραμένειν ἢ ἀπὸ
κακῶν, χεομένης τῆς κακίας, χείρονας γίνεσθαι. <...>
24. Ἐπεὶ δὲ ὅπου μὲν ὁ ἀπόστολος
οὐ προσποιεῖται τὸ ἐπὶ τῷ θεῷ εἰς τὸ γενέσθαι ‘σκεῦος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν’,
ἀλλὰ τὸ πᾶν ἐφ' ἡμᾶς ἀναφέρει λέγων· “ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος
εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν
ἡτοιμασμένον”, ὅπου δὲ οὐ προσποιεῖται τὸ ἐφ' ἡμῖν, ἀλλὰ τὸ πᾶν ἐπὶ τὸν θεὸν
ἀναφέρειν δοκεῖ φάσκων· “ἐξουσίαν ἔχει ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ
φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν”, καὶ οὐκ ἔστιν
ἐναντιώματα τὰ εἰρημένα ὑπ' αὐτοῦ, συνακτέον ἀμφότερα καὶ ἕνα λόγον ἐξ
ἀμφοτέρων τέλειον ἀποδοτέον· οὔτε τὸ ἐφ' ἡμῖν χωρὶς τῆς ἐπιστήμης τοῦ θεοῦ,
οὔτε ἡ ἐπιστήμη τοῦ θεοῦ προκόπτειν ἡμᾶς ἀναγκάζει, ἐὰν μὴ καὶ ἡμεῖς ἐπὶ τὸ
ἀγαθόν τι συνεισαγάγωμεν, οὔτε τοῦ ἐφ' ἡμῖν χωρὶς τῆς ἐπιστήμης τοῦ θεοῦ καὶ
τῆς καταχρήσεως τοῦ κατ' ἀξίαν τοῦ ἐφ' ἡμῖν ποιοῦντος εἰς τιμὴν ἢ εἰς ἀτιμίαν
γενέσθαι τινά, οὔτε τοῦ ἐπὶ τῷ θεῷ μόνου κατασκευάζοντος εἰς τιμὴν ἢ εἰς
ἀτιμίαν τινά, ἐὰν μὴ ὕλην τινὰ διαφορᾶς σχῇ τὴν ἡμετέραν προαίρεσιν, κλίνουσαν
ἐπὶ τὰ κρείττονα ἢ ἐπὶ τὰ χείρονα. καὶ ταῦτα μὲν αὐτάρκως ἡμῖν κατεσκευάσθω
περὶ τοῦ αὐτεξουσίου.
Βιβλίον δ´
I
Περὶ τοῦ θεοπνεύστου τῆς θείας γραφῆς
1. Ἐπεὶ <δὲ> περὶ
τηλικούτων ἐξετάζοντες πραγμάτων, οὐκ ἀρκούμενοι ταῖς κοιναῖς ἐννοίαις καὶ τῇ
ἐναργείᾳ τῶν βλεπομένων, προσπαραλαμβάνομεν εἰς τὴν φαινομένην ἡμῖν ἀπόδειξιν
τῶν λεγομένων μαρτύρια τὰ ἐκ τῶν πεπιστευμένων ἡμῖν εἶναι θείων γραφῶν, τῆς τε
λεγομένης παλαιᾶς διαθήκης καὶ τῆς καλουμένης καινῆς, λόγῳ τε πειρώμεθα
κρατύνειν ἡμῶν τὴν πίστιν, καὶ οὐδέπω περὶ τῶν γραφῶν ὡς θείων διελέχθημεν· φέρε
καὶ περὶ τούτων ὀλίγα ὡς ἐν ἐπιτομῇ διαλάβωμεν, τὰ κινοῦντα ἡμᾶς ὡς περὶ θείων
γραμμάτων εἰς τοῦτο παρατιθέμενοι. καὶ πρῶτόν γε τοῦ ἀπ' αὐτῶν τῶν γραμμάτων
καὶ τῶν ἐν αὐτοῖς δηλουμένων ῥητοῖς χρήσασθαι, περὶ Μωσέως καὶ Ἰησοῦ Χριστοῦ,
τοῦ νομοθέτου τῶν Ἑβραίων καὶ τοῦ εἰσηγητοῦ τῶν κατὰ χριστιανισμὸν σωτηρίων
δογμάτων, ταῦτα διαληπτέον.
Πλείστων γὰρ ὅσων νομοθετῶν γεγενημένων ἐν Ἕλλησι καὶ βαρβάροις, καὶ
διδασκάλων δόγματα καταγγελλόντων ἐπαγγελλόμενα τὴν ἀλήθειαν, οὐδένα
ἱστορήσαμεν νομοθέτην ζῆλον ἐμποιῆσαι δεδυνημένον τοῖς λοιποῖς ἔθνεσι περὶ τοῦ
παραδέξασθαι τοὺς λόγους αὐτοῦ· πολλήν τε παρασκευὴν τὴν μετὰ τῆς δοκούσης
ἀποδείξεως λογικῆς εἰσενεγκαμένων τῶν περὶ ἀληθείας φιλοσοφεῖν ἐπαγγελλομένων,
οὐδεὶς δεδύνηται τὴν νομισθεῖσαν αὐτῷ ἀλήθειαν ἔθνεσι διαφόροις ἐμποιῆσαι, ἢ
ἑνὸς ἔθνους ἀξιολόγοις πλήθεσι. καίτοιγε ἐβούλοντο ἂν καὶ οἱ νομοθέται κρατῦναι
τοὺς φανέντας νόμους εἶναι καλοὺς εἰ δυνατὸν παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει,
οἵ τε διδάσκαλοι ἐπινεμηθῆναι ἣν ἐφαντάσθησαν εἶναι ἀλήθειαν πανταχοῦ τῆς
οἰκουμένης. ἀλλ' ὡς οὐ δυνάμενοι προσκαλέσασθαι τοὺς ἀπὸ τῶν ἑτέρων διαλέκτων
καὶ τῶν πολλῶν ἐθνῶν ἐπὶ τὴν τήρησιν τῶν νόμων καὶ τὴν παραδοχὴν τῶν μαθημάτων,
τοῦτο ποιῆσαι οὐδὲ ἐπεβάλοντο τὴν ἀρχήν, οὐκ ἀφρόνως γε σκοπήσαντες περὶ τοῦ
ἀδύνατον αὐτοῖς τὸ τοιοῦτον τυγχάνειν. πᾶσα δὲ Ἑλλὰς καὶ βάρβαρος ἡ κατὰ τὴν
οἰκουμένην ἡμῶν ζηλωτὰς ἔχει μυρίους, καταλιπόντας τοὺς πατρῴους νόμους καὶ
νομιζομένους θεούς, τῆς τηρήσεως τῶν Μωσέως νόμων καὶ τῆς μαθητείας τῶν Ἰησοῦ
Χριστοῦ λόγων· καίτοιγε μισουμένων μὲν ὑπὸ τῶν τὰ ἀγάλματα προσκυνούντων τῶν τῷ
Μωσέως νόμῳ προστιθεμένων, καὶ τὴν ἐπὶ θανάτῳ δὲ πρὸς τῷ μισεῖσθαι
κινδυνευόντων τῶν τὸν Ἰησοῦ Χριστοῦ λόγον παραδεξαμένων.
2. Καὶ ἐὰν ἐπιστήσωμεν πῶς
ἐν σφόδρα ὀλίγοις ἔτεσι, τῶν ὁμολογούντων τὸν χριστιανισμὸν ἐπιβουλευομένων,
καί τινων διὰ τοῦτο ἀναιρουμένων, ἑτέρων δὲ ἀπολλύντων τὰς κτήσεις, δεδύνηται ὁ
λόγος, καίτοιγε οὐδὲ τῶν διδασκάλων πλεοναζόντων, ‘πανταχόσε κηρυχθῆναι τῆς
οἰκουμένης’, ὥστε ‘Ἕλληνας καὶ βαρβάρους, σοφούς τε καὶ ἀνοήτους’ προσθέσθαι τῇ
διὰ Ἰησοῦ θεοσεβείᾳ, μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ πρᾶγμα εἶναι λέγειν οὐ
διστάξομεν, μετὰ πάσης ἐξουσίας καὶ πειθοῦς τῆς περὶ τοῦ κρατυνθήσεσθαι τὸν
λόγον τοῦ Ἰησοῦ διδάξαντος· ὥστε εὐλόγως ἂν χρησμοὺς νομίσαι τὰς φωνὰς αὐτοῦ,
οἷον ὅτι “ἐπὶ βασιλέων καὶ ἡγεμόνων ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς
καὶ τοῖς ἔθνεσι” καὶ “πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· κύριε, κύριε, οὐ τῷ
ὀνόματί σου ἐφάγομεν καὶ τῷ ὀνόματί σου ἐπίομεν καὶ τῷ ὀνόματί σου δαιμόνια
ἐξεβάλομεν; καὶ ἐρῶ αὐτοῖς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
οὐδέποτε ἔγνων ὑμᾶς”. εἰρηκέναι μὲν γὰρ ταῦτα ἀποφθεγγόμενον μάτην, ὥστε αὐτὰ
μὴ ἀληθῆ γενέσθαι, τάχα εἰκὸς ἦν· ὅτε δὲ ἐκβέβηκε τὰ μετὰ τοσαύτης ἐξουσίας
εἰρημένα, ἐμφαίνει θεὸν ἀληθῶς ἐνανθρωπήσαντα σωτηρίας δόγματα τοῖς ἀνθρώποις
παραδεδωκέναι.
3. Τί δὲ δεῖ λέγειν καὶ ὅτι
προεφητεύθη [ὁ Χριστὸς] τότε ‘ἐκλείψειν τοὺς ἐξ Ἰούδα ἄρχοντας’ εἰρημένους ‘καὶ
ἡγουμένους ἐκ τῶν μηρῶν αὐτοῦ, ὅταν ἔλθῃ ᾧ ἀπόκειται’, δηλονότι ἡ βασιλεία,
‘καὶ ἐπιδημήσῃ ἡ τῶν ἐθνῶν προσδοκία’; σαφῶς γὰρ ἐκ τῆς ἱστορίας δῆλον καὶ ἐκ
τῶν σήμερον ὁρωμένων, ὅτι ἀπὸ τῶν χρόνων Ἰησοῦ οὐκέτι βασιλεῖς Ἰουδαίων
ἐχρημάτισαν, πάντων τῶν Ἰουδαϊκῶν πραγμάτων ἐν οἷς ἐσεμνύνοντο, λέγω δὲ τῶν τε
κατὰ τὸν ναὸν καὶ τὸ θυσιαστήριον καὶ τὴν ἐπιτελουμένην λατρείαν καὶ τὰ
ἐνδύματα τοῦ ἀρ- χιερέως, καταλελυμένων. ἐπληρώθη γὰρ ἡ λέγουσα
προφητεία· “ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ
ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ
δήλων”.
4. Καὶ τούτοις χρώμεθα τοῖς
ῥητοῖς πρὸς τοὺς ἐν τῷ θλίβεσθαι ἀπὸ τῶν ἐν τῇ Γενέσει ὑπὸ τοῦ Ἰακὼβ πρὸς τὸν
Ἰούδαν εἰρημένων φάσκοντας τὸν ἐθνάρχην, ἀπὸ τοῦ Ἰούδα γένους τυγχάνοντα,
ἄρχειν τοῦ λαοῦ, οὐκ ἐκλειψόντων τῶν ἀπὸ τοῦ σπέρματος αὐτοῦ, ἕως ἧς
φαντάζονται Χριστοῦ ἐπιδημίας. εἰ γὰρ “ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ
οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ θυσιαστηρίου οὐδὲ
ἱερατείας οὐδὲ δήλων”, ἐξ οὗ δὲ κατεσκάφη ὁ ναός, οὐκ ἔστι θυσία οὐδὲ
θυσιαστήριον οὐδὲ ἱερατεία, δῆλον ὅτι ‘ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ
τῶν μηρῶν αὐτοῦ’. ἐπεὶ δὲ ἡ προφητεία φησίν· “οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ
ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ”, δῆλον ὅτι
‘ἐλήλυθεν ᾧ τὰ ἀποκείμενα, ἡ προσδοκία τῶν ἐθνῶν’. καὶ τοῦτο σαφὲς ἐκ τοῦ
πλήθους τῶν ἐθνῶν τῶν διὰ Χριστοῦ πεπιστευκότων εἰς τὸν θεόν.
Καὶ ἐν τῇ τοῦ Δευτερονομίου δὲ ᾠδῇ προφητικῶς δηλοῦται ἡ διὰ τὰ ἁμαρτήματα
τοῦ προτέρου λαοῦ ἐσομένη τῶν ἀσυνέτων ἐθνῶν ἐκλογή, οὐ δι' ἄλλου τινὸς ἢ τοῦ
Ἰησοῦ γεγενημένη. “αὐτοὶ” γάρ φησι “παρεζήλωσάν με ἐπ' οὐ θεῷ, παρώργισάν με ἐν
τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, καὶ ἐπὶ ἔθνει
ἀσυνέτῳ παροργιῶ αὐτούς”. καὶ ἔστι σφόδρα σαφῶς καταλαβεῖν δυνατόν, τίνα τρόπον
οἱ λεγόμενοι ‘παρεζηλωκέναι τὸν θεὸν’ Ἑβραῖοι ‘ἐπὶ τῷ οὐ θεῷ’ καὶ ‘παρωργικέναι
αὐτὸν ἐν τοῖς εἰδώλοις αὐτῶν’ ‘παρωργίσθησαν’ εἰς ζηλοτυπίαν ‘ἐπὶ τῷ οὐκ
ἔθνει’, τῷ ‘ἀσυνέτῳ ἔθνει’, ὅπερ ὁ θεὸς ‘ἐξελέξατο’ διὰ τῆς ἐπιδημίας Χριστοῦ
Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ. ‘βλέπομεν’ οὖν ‘τὴν κλῆσιν ἡμῶν, ὅτι οὐ πολλοὶ
σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ
κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀγενῆ καὶ τὰ
ἐξουθενημένα ἐξελέξατο ὁ θεὸς καὶ τὰ μὴ ὄντα, ἵνα ἐκεῖνα τὰ πρότερον ὄντα
καταργήσῃ, καὶ μὴ καυχήσηται’ ‘ὁ κατὰ σάρκα Ἰσραήλ’ (καλούμενος ὑπὸ τοῦ
ἀποστόλου ‘σάρξ’) ‘ἐνώπιον τοῦ θεοῦ’.
5. Τί δὲ δεῖ λέγειν περὶ τῶν
ἐν ψαλμοῖς προφητειῶν περὶ Χριστοῦ, ᾠδῆς τινος ἐπιγεγραμμένης “ὑπὲρ τοῦ
ἀγαπητοῦ”, οὗ ‘ἡ γλῶσσα’ λέγεται εἶναι “κάλαμος γραμματέως ὀξυγράφου. ὡραῖος
κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων”, ἐπεὶ ‘ἐξεχύθη χάρις ἐν χείλεσιν αὐτοῦ’;
τεκμήριον γὰρ τῆς ‘ἐκχυθείσης χάριτος ἐν χείλεσιν αὐτοῦ’ τὸ ὀλίγου
διαγεγενημένου χρόνου τῆς διδασκαλίας αὐτοῦ (ἐνιαυτὸν γάρ που καὶ μῆνας ὀλίγους
ἐδίδαξε) πεπληρῶσθαι τὴν οἰκουμένην τῆς διδασκαλίας αὐτοῦ καὶ τῆς δι' αὐτοῦ
θεοσεβείας. ‘ἀνατέταλκε’ γὰρ ‘ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος
εἰρήνης’ παραμένον ἕως συντελείας, ὃ ‘ἀνταναίρεσις’ ὠνόμασται ‘σελήνης’· ‘καὶ
μένει κατακυριεύων ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς
οἰκου- μένης’. καὶ ‘δέδοται σημεῖον τῷ οἴκῳ Δαυείδ’· ‘ἡ παρθένος’ γὰρ
[ἔτεκε καὶ] ‘ἐν γαστρὶ ἔσχε καὶ ἔτεκεν υἱόν, καὶ τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ’,
ὅπερ ἐστὶ ‘μεθ' ἡμῶν ὁ θεός’. πεπλήρωται, ὡς ὁ αὐτὸς προφήτης φησί· “μεθ' ἡμῶν
ὁ θεός· γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, ἰσχυκότες ἡττᾶσθε”. ἡττήμεθα γὰρ καὶ
νενικήμεθα οἱ ἀπὸ τῶν ἐθνῶν ἑαλωκότες ὑπὸ τῆς χάριτος τοῦ λόγου αὐτοῦ. ἀλλὰ καὶ
προείρηται τόπος γενέσεως αὐτοῦ ἐν τῷ Μιχαίᾳ· “καὶ σὺ” γάρ φησι “Βηθλεέμ, γῆ
Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται
ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ”. καὶ αἱ ἑβδομήκοντα
ἑβδομάδες ἐπληρώθησαν ἕως Χριστοῦ ἡγουμένου κατὰ τὸν Δανιήλ. ἦλθέ τε κατὰ τὸν
Ἰὼβ ‘ὁ τὸ μέγα κῆτος χειρωσάμενος’ καὶ ‘δεδωκὼς ἐξουσίαν’ τοῖς γνησίοις αὐτοῦ
μαθηταῖς ‘πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ,
οὐδὲν ὑπ' αὐτῶν ἀδικουμένοις’.
Ἐπιστησάτω δέ τις καὶ τῇ τῶν ἀποστόλων πανταχόσε ἐπιδημίᾳ τῶν ὑπὸ τοῦ Ἰησοῦ
ἐπὶ τὸ καταγγεῖλαι τὸ εὐαγγέλιον πεμφθέντων, καὶ ὄψεται καὶ τὸ τόλμημα οὐ κατὰ
ἄνθρωπον καὶ τὸ ἐπίτευγμα θεῖον. καὶ ἐὰν ἐξετάσωμεν πῶς ἄνθρωποι καινῶν
μαθημάτων ἀκούοντες καὶ ξένων λόγων προσήκαντο τοὺς ἄνδρας, νικηθέντες ἐν τῷ
θέλειν αὐτοῖς ἐπιβουλεύειν ὑπό τινος θείας δυνάμεως ἐπισκοπούσης αὐτούς, οὐκ
ἀπιστήσομεν εἰ καὶ τεράστια πεποιήκασιν, ‘ἐπιμαρτυροῦντος τοῦ θεοῦ τοῖς λόγοις
αὐτῶν καὶ διὰ σημείων καὶ τεράτων καὶ ποικίλων δυνάμεων’.
6. Ἀποδεικνύντες δὲ ὡς ἐν
ἐπιτομῇ περὶ τῆς θεότητος Ἰησοῦ καὶ χρώμενοι τοῖς περὶ αὐτοῦ λόγοις
προφητικοῖς, συναποδείκνυμεν θεοπνεύστους εἶναι τὰς προφητευούσας περὶ αὐτοῦ
γραφάς, καὶ τὰ καταγγέλλοντα τὴν ἐπιδημίαν αὐτοῦ γράμματα καὶ διδασκαλίαν μετὰ
πάσης δυνάμεως καὶ ἐξουσίας εἰρημένα καὶ διὰ τοῦτο τῆς ἀπὸ τῶν ἐθνῶν ἐκλογῆς
κεκρατηκότα. λεκτέον δὲ ὅτι τὸ τῶν προφητικῶν λόγων ἔνθεον καὶ τὸ πνευματικὸν
τοῦ Μωσέως νόμου ἔλαμψεν ἐπιδημήσαντος Ἰησοῦ. ἐναργῆ γὰρ παραδείγματα περὶ τοῦ
θεοπνεύστους εἶναι τὰς παλαιὰς γραφὰς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ παραστῆσαι
οὐ πάνυ δυνατὸν ἦν· ἀλλ' ἡ Ἰησοῦ ἐπιδημία δυναμένους ὑποπτεύεσθαι τὸν νόμον καὶ
τοὺς προφήτας ὡς οὐ θεῖα εἰς τοὐμφανὲς ἤγαγεν ὡς οὐρανίῳ χάριτι ἀναγεγραμμένα.
ὁ δὲ μετ' ἐπιμελείας καὶ προσοχῆς ἐντυγχάνων τοῖς προφητικοῖς λόγοις, παθὼν ἐξ
αὐτοῦ τοῦ ἀναγινώσκειν ἴχνος ἐνθουσιασμοῦ, δι' ὧν πάσχει πεισθήσεται οὐκ
ἀνθρώπων εἶναι συγγράμματα τοὺς πεπιστευμένους ἡμῖν εἶναι θεοῦ λόγους. καὶ τὸ ἐνυπάρχον
δὲ φῶς τῷ Μωσέως νόμῳ, ‘καλύμματι’ ἐναποκεκρυμμένον, συνέλαμψε τῇ Ἰησοῦ
ἐπιδημίᾳ ‘περιαιρεθέντος τοῦ καλύμματος’ καὶ ‘τῶν ἀγαθῶν’ κατὰ βραχὺ εἰς γνῶσιν
ἐρχομένων, ὧν ‘σκιὰν εἶχε’ τὸ γράμμα.
7. Πολὺ δ' ἂν εἴη νῦν
ἀναλέγεσθαι τὰς περὶ ἑκάστου τῶν μελλόντων ἀρχαιοτάτας προφητείας, ἵνα δι'
αὐτῶν ὁ ἀμφιβάλλων πληχθεὶς ὡς ἐνθέων, διψυχίαν πᾶσαν καὶ περισπασμὸν
ἀποθέμενος, ὅλῃ ἑαυτὸν ἐπιδῷ τῇ ψυχῇ τοῖς λόγοις τοῦ θεοῦ. εἰ δὲ μὴ καθ'
ἕκαστον τῶν γραμμάτων τοῖς ἀνεπιστήμοσι προσπίπτειν δοκεῖ τὸ ὑπὲρ ἄνθρωπον τῶν
νοημάτων, θαυμαστὸν οὐδέν· καὶ γὰρ ἐπὶ τῶν τῆς ἁπτομένης τοῦ παντὸς κόσμου
προνοίας ἔργων, τινὰ μὲν ἐναργέστατα φαίνεται, ᾗ προνοίας ἐστὶν ἔργα, ἕτερα δὲ
οὕτως ἀποκέκρυπται, ὡς ἀπιστίας χώραν παρέχειν δοκεῖν τῆς περὶ τοῦ τέχνῃ ἀφάτῳ
καὶ δυνάμει διοικοῦντος τὰ ὅλα θεοῦ. οὐχ οὕτω γὰρ σαφὴς ὁ περὶ τοῦ προνοοῦντος
τεχνικὸς λόγος ἐν τοῖς ἐπὶ γῆς, ὡς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις· καὶ οὐχ οὕτω
δῆλος ἐν τοῖς κατὰ τὰ ἀνθρώπινα συμπτώματα, ὡς ἐν ταῖς ψυχαῖς καὶ τοῖς σώμασι
τῶν ζώων, σφόδρα τοῦ πρὸς τί καὶ ἕνεκα τίνος εὑρισκομένου τοῖς τούτων
ἐπιμελομένοις περὶ τὰς ὁρμὰς καὶ τὰς φαντασίας καὶ φύσεις τῶν ζώων καὶ τὰς
κατασκευὰς τῶν σωμάτων. ἀλλ' ὥσπερ οὐ χρεοκοπεῖται ἡ πρόνοια διὰ τὰ μὴ
γινωσκόμενα παρὰ τοῖς γε ἅπαξ παραδεξαμένοις αὐτὴν καλῶς, οὕτως οὐδὲ ἡ τῆς γραφῆς
θειότης διατείνουσα εἰς πᾶσαν αὐτήν, διὰ τὸ μὴ καθ' ἑκάστην λέξιν δύνασθαι τὴν
ἀσθένειαν ἡμῶν παρίστασθαι τῇ κεκρυμμένῃ λαμπρότητι τῶν δογμάτων ἐν εὐτελεῖ καὶ
εὐκαταφρονήτῳ λέξει ἀποκειμένῃ. ‘ἔχομεν γὰρ θησαυρὸν ἐν ὀστρακίνοις σκεύεσιν,
ἵνα λάμψῃ ἡ ὑπερβολὴ τῆς δυνάμεως τοῦ θεοῦ, καὶ μὴ’ νομισθῇ εἶναι ‘ἐξ ἡμῶν’ τῶν
ἀνθρώπων. εἰ γὰρ αἱ κατημαξευμέναι τῶν ἀποδείξεων ὁδοὶ παρὰ τοῖς ἀνθρώποις
ἐναποκείμεναι τοῖς βιβλίοις κατίσχυσαν τῶν ἀνθρώπων, ‘ἡ πίστις’ ἡμῶν ἂν εὐλόγως
ὑπελαμβάνετο ‘ἐν σοφίᾳ ἀνθρώπων’ καὶ οὐκ ‘ἐν δυνάμει θεοῦ’· νῦν δὲ τῷ ἐπάραντι
τοὺς ὀφθαλμοὺς σαφὲς ὅτι ‘ὁ λόγος καὶ τὸ κήρυγμα’ παρὰ τοῖς πολλοῖς δεδύνηται
‘οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως’.
διόπερ δυνάμεως ἡμᾶς οὐρανίου ἢ καὶ ὑπερουρανίου πληττούσης ἐπὶ τὸ σέβειν τὸν
κτίσαντα ἡμᾶς μόνον, πειραθῶμεν ‘ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον’,
τουτέστι τῆς ‘στοιχειώσεως’, ‘ἐπὶ τὴν τελειότητα φέρεσθαι’, ἵνα ἡ τοῖς τελείοις
λαλουμένη σοφία καὶ ἡμῖν λαληθῇ. ‘σοφίαν’ γὰρ ἐπαγγέλλεται ὁ ταύτην κεκτημένος
‘λαλεῖν ἐν τοῖς τελείοις’, ἑτέραν τυγχάνουσαν παρὰ τὴν ‘σοφίαν τοῦ αἰῶνος
τούτου καὶ τὴν σοφίαν τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τὴν καταργουμένην’· αὕτη
δὲ ἡ σοφία ἡμῖν ἐντυπωθήσεται τρανῶς ‘κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις
αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν καὶ τῆς
ἐπιφανείας τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς
σύμπαντας αἰῶνας. ἀμήν’.
II
Πῶς ἀναγνωστέον καὶ νοητέον τὴν θείαν γραφήν
1. Μετὰ τὸ ὡς ἐν ἐπιδρομῇ
εἰρηκέναι περὶ τοῦ θεοπνεύστους εἶναι τὰς θείας γραφὰς ἀναγκαῖον ἐπεξελθεῖν τῷ
τρόπῳ τῆς ἀνα- γνώσεως καὶ νοήσεως αὐτῶν, πλείστων ἁμαρτημάτων
γεγενημένων παρὰ τὸ τὴν ὁδὸν τοῦ πῶς δεῖ ἐφοδεύειν τὰ ἅγια ἀναγνώσματα τοῖς
πολλοῖς μὴ εὑρῆσθαι.
Οἵ τε γὰρ σκληροκάρδιοι καὶ ἰδιῶται τῶν ἐκ περιτομῆς εἰς τὸν σωτῆρα ἡμῶν οὐ
πεπιστεύκασι, τῇ λέξει τῶν περὶ αὐτοῦ προφητειῶν κατακολουθεῖν νομίζοντες, καὶ
αἰσθητῶς μὴ ὁρῶντες αὐτὸν ‘κηρύξαντα αἰχμαλώτοις ἄφεσιν’ μηδὲ οἰκοδομήσαντα ἣν
νομίζουσιν ἀληθῶς ‘πόλιν’ εἶναι ‘τοῦ θεοῦ’ μηδὲ ‘ἐξολοθρεύσαντα ἅρματα ἐξ Ἐφραῒμ
καὶ ἵππον ἐξ Ἱερουσαλήμ’, μηδὲ ‘βούτυρον καὶ μέλι φαγόντα, καὶ πρὶν γνῶναι
αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξασθαι τὸ ἀγαθόν’· ἔτι δὲ ‘λύκον’, τὸ ζῷον τὸ
τετράποδον, οἰόμενοι προφητεύεσθαι μέλλειν ‘βόσκεσθαι μετὰ ἀρνὸς καὶ πάρδαλιν
ἐρίφῳ συναναπαύεσθαι μοσχάριόν τε καὶ ταῦρον καὶ λέοντα ἅμα βοσκηθήσεσθαι ὑπὸ
μικροῦ παιδίου ἀγόμενα καὶ βοῦν καὶ ἄρκον ἅμα νεμηθήσεσθαι, συνεκτρεφομένων
αὐτῶν ἀλλήλοις τῶν παιδίων, καὶ λέοντα ὡς βοῦν φάγεσθαι ἄχυρα’, μηδὲν τούτων
αἰσθητῶς ἑωρακότες γεγενημένον ἐν τῇ τοῦ πεπιστευμένου ἡμῖν Χριστοῦ ἐπιδημίᾳ,
οὐ προσήκαντο τὸν κύριον ἡμῶν Ἰησοῦν, ἀλλ' ὡς παρὰ τὸ δέον Χριστὸν ἑαυτὸν
ἀναγορεύσαντα ἐσταύρωσαν.
Οἵ τε ἀπὸ τῶν αἱρέσεων ἀναγινώσκοντες τὸ “πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου”
καὶ “ἐγὼ θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ
τετάρτην γενεάν” καὶ “μεταμεμέλημαι χρίσας τὸν Σαοὺλ εἰς βασιλέα” καὶ “ἐγὼ θεὸς
ποιῶν εἰρήνην καὶ κτίζων κακά”, καὶ ἐν ἄλλοις τὸ “οὐκ ἔστι κακία ἐν πόλει, ἣν
κύριος οὐκ ἐποίησεν”, ἔτι δὲ καὶ τὸ “κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ”,
καὶ “πνεῦμα πονηρὸν παρὰ θεοῦ ἔπνιγε τὸν Σαούλ”, καὶ μυρία ὅσα τούτοις
παραπλήσια, ἀπιστῆσαι μὲν ὡς θεοῦ ταῖς γραφαῖς οὐ τετολμήκασι, πιστεύοντες δὲ
αὐτὰς εἶναι τοῦ δημιουργοῦ, ᾧ Ἰουδαῖοι λατρεύουσιν, ᾠήθησαν, ὡς ἀτελοῦς καὶ οὐκ
ἀγαθοῦ τυγχάνοντος τοῦ δημιουργοῦ, τὸν σωτῆρα ἐπιδεδημηκέναι τελειότερον
καταγγέλλοντα θεόν, ὅν φασι μὴ τὸν δημιουργὸν τυγχάνειν, διαφόρως περὶ τούτου
κινούμενοι· καὶ ἅπαξ ἀποστάντες τοῦ δημιουργοῦ, ὅς ἐστιν ἀγέννητος μόνος θεός,
ἀναπλασμοῖς ἑαυτοὺς ἐπιδεδώκασι, μυθοποιοῦντες ἑαυτοῖς ὑποθέσεις, καθ' ἃς
οἴονται γεγονέναι τὰ βλεπόμενα, καὶ ἕτερά τινα μὴ βλεπόμενα, ἅπερ ἡ ψυχὴ αὐτῶν
ἀνειδωλοποίησεν.
Ἀλλὰ μὴν καὶ οἱ ἀκεραιότεροι τῶν ἀπὸ τῆς ἐκκλησίας αὐχούντων τυγχάνειν τοῦ
μὲν δημιουργοῦ μείζονα οὐδένα ὑπειλήφασιν, ὑγιῶς τοῦτο ποιοῦντες· τοιαῦτα δὲ
ὑπολαμβάνουσι περὶ αὐτοῦ, ὁποῖα οὐδὲ περὶ τοῦ ὠμοτάτου καὶ ἀδικωτάτου ἀνθρώπου.
2. Αἰτία δὲ πᾶσι τοῖς
προειρημένοις ψευδοδοξιῶν καὶ ἀσεβειῶν ἢ ἰδιωτικῶν περὶ θεοῦ λόγων οὐκ ἄλλη τις
εἶναι δοκεῖ ἢ ἡ γραφὴ κατὰ τὰ πνευματικὰ μὴ νενοημένη, ἀλλ' ὡς πρὸς τὸ ψιλὸν
γράμμα ἐξειλημμένη. διόπερ τοῖς πειθομένοις μὴ ἀνθρώπων εἶναι συγγράμματα τὰς
ἱερὰς βίβλους, ἀλλ' ἐξ ἐπιπνοίας τοῦ ἁγίου πνεύματος βουλήματι τοῦ πατρὸς τῶν
ὅλων διὰ Ἰησοῦ Χριστοῦ ταύτας ἀναγεγράφθαι καὶ εἰς ἡμᾶς ἐληλυθέναι, τὰς φαινομένας
ὁδοὺς ὑποδεικτέον, ἐχομένοις τοῦ κανόνος τῆς Ἰησοῦ Χριστοῦ κατὰ διαδοχὴν τῶν
ἀποστόλων οὐρανίου ἐκκλησίας.
Καὶ ὅτι μὲν οἰκονομίαι τινές εἰσι μυστικαί, δηλούμεναι διὰ τῶν θείων γραφῶν,
πάντες καὶ οἱ ἀκεραιότατοι τῶν τῷ λόγῳ προσιόντων πεπιστεύκασι· τίνες δὲ αὗται,
οἱ εὐγνώμονες καὶ ἄτυφοι ὁμολογοῦσι μὴ εἰδέναι. εἰ γοῦν ἐπαπορήσαι τις περὶ τῆς
τοῦ Λὼτ θυγατρομιξίας καὶ τῶν δύο γυναικῶν τοῦ Ἀβραὰμ δύο τε ἀδελφῶν
γεγαμημένων τῷ Ἰακὼβ καὶ δύο παιδισκῶν τετεκνωκυιῶν ἐξ αὐτοῦ, οὐδὲν ἄλλο
φήσουσιν ἢ μυστήρια ταῦτα τυγχάνειν ὑφ' ἡμῶν μὴ νοούμενα. ἀλλὰ καὶ ἐπὰν ἡ
κατασκευὴ τῆς σκηνῆς ἀναγινώσκηται, πειθόμενοι τύπους εἶναι τὰ γεγραμμένα
ζητοῦσιν ᾧ δυνήσονται ἐφαρμόσαι ἕκαστον τῶν κατὰ τὴν σκηνὴν λεγομένων· ὅσον μὲν
ἐπὶ τῷ πείθεσθαι ὅτι τύπος τινός ἐστιν ἡ σκηνὴ οὐ διαμαρτάνοντες, ὅσον δὲ ἐπὶ
τῷ τῷδέ τινι ἀξίως τῆς γραφῆς ἐφαρμόζειν τὸν λόγον, οὗ ἐστι τύπος ἡ σκηνή, ἔσθ'
ὅτε ἀποπίπτοντες· καὶ πᾶσαν δὲ διήγησιν νομιζομένην περὶ γάμων ἀπαγγέλλειν ἢ
παιδοποιϊῶν ἢ πολέμων ἢ ὧν δήποτε ἱστοριῶν ἂν παρὰ τοῖς πολλοῖς δεχθησομένων,
ἀποφαίνονται εἶναι τύπους· ἐν δὲ τῷ τίνων, πῇ μὲν διὰ τὴν ἕξιν οὐ πάνυ
συγκεκροτημένην, πῇ δὲ διὰ τὴν προπέτειαν, ἔσθ' ὅτε κἂν συγκεκροτημένος τις
τυγχάνῃ καὶ ἀπρόπτωτος, διὰ τὴν εἰς ὑπερβολὴν χαλεπωτάτην εὕρεσιν τῶν πραγμάτων
τοῖς ἀνθρώποις, οὐ πάνυ σαφηνίζεται ὁ περὶ τούτων ἑκάστου λόγος.
3. Καὶ τί δεῖ λέγειν περὶ
τῶν προφητειῶν, ἃς πάντες ἴσμεν ‘αἰνιγμάτων’ καὶ ‘σκοτεινῶν’ πεπληρῶσθαι
‘λόγων’; κἂν ἐπὶ τὰ εὐαγγέλια δὲ φθάσωμεν, κἀκείνων ὁ ἀκριβὴς νοῦς, ἅτε νοῦς ὢν
Χριστοῦ, δεῖται χάριτος τῆς δοθείσης τῷ εἰρηκότι· “ἡμεῖς δὲ νοῦν Χριστοῦ
ἔχομεν, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν, οὐκ ἐν
διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύματος”. καὶ τὰ
ἀποκεκαλυμμένα δὲ τῷ Ἰωάννῃ τίς οὐκ ἂν ἀναγνοὺς καταπλαγείη τὴν ἐπίκρυψιν τῶν
ἀπορρήτων μυστηρίων καὶ τῷ μὴ νοοῦντι τὰ γεγραμμένα ἐμφαινομένων; αἱ δὲ τῶν
ἀποστόλων ἐπιστολαὶ τίνι τῶν βασανίζειν ἐπισταμένων λόγους δόξαιεν ἂν εἶναι
σαφεῖς καὶ εὐχερῶς νοούμεναι, μυρίων ὅσων κἀκεῖ ὡς δι' ὀπῆς μεγίστων καὶ
πλείστων νοημάτων βραχεῖαν ἀφορμὴν παρεχόντων;
Διόπερ τούτων οὕτως ἐχόντων καὶ μυρίων ὅσων σφαλλομένων, οὐκ ἀκίνδυνον ἐν τῷ
ἀναγινώσκειν εὐχερῶς ἀποφαίνεσθαι νοεῖν τὰ δεόμενα ‘τῆς κλειδὸς τῆς γνώσεως’,
ἥντινα ὁ σωτήρ φησιν εἶναι παρὰ ‘τοῖς νομικοῖς’· καὶ ἀπαγγελλέτωσαν οἱ μὴ
βουλόμενοι παρὰ τοῖς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ τὴν ἀλήθειαν τυγχάνειν, πῶς
‘ἡ τῆς γνώσεως κλεὶς’ ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγεται παρ' ἐκείνοις
τυγχάνειν, τοῖς, ὥς φασιν αὐτοί, μὴ ἔχουσι βίβλους περιεχούσας τὰ ἀπόρρητα τῆς
γνώσεως καὶ παντελῆ μυστήρια. ἔχει γὰρ οὕτως ἡ λέξις· “οὐαὶ ὑμῖν τοῖς νομικοῖς,
ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους
ἐκωλύσατε”.
4. Ἡ τοίνυν φαινομένη ἡμῖν
ὁδὸς τοῦ πῶς δεῖ ἐντυγχάνειν ταῖς γραφαῖς καὶ τὸν νοῦν αὐτῶν ἐκλαμβάνειν ἐστὶ
τοιαύτη, ἀπ' αὐτῶν τῶν λογίων ἐξιχνευομένη. παρὰ τῷ Σολομῶντι ἐν ταῖς
Παροιμίαις εὑρίσκομεν τοιοῦτόν τι προστασσόμενον περὶ τῶν γεγραμμένων θείων
δογμάτων· “καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ τρισσῶς ἐν βουλῇ καὶ γνώσει, τοῦ
ἀποκρίνασθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι”. οὐκοῦν τριχῶς
ἀπογράφεσθαι δεῖ εἰς τὴν ἑαυτοῦ ψυχὴν τὰ τῶν ἁγίων γραμμάτων νοήματα· ἵνα ὁ μὲν
ἁπλούστερος οἰκοδομῆται ἀπὸ τῆς οἱονεὶ σαρκὸς τῆς γραφῆς, οὕτως ὀνομαζόντων
ἡμῶν τὴν πρόχειρον ἐκδοχήν, ὁ δὲ ἐπὶ ποσὸν ἀναβεβηκὼς ἀπὸ τῆς ὡσπερεὶ ψυχῆς
αὐτῆς, ὁ δὲ τέλειος καὶ ὅμοιος τοῖς παρὰ τῷ ἀποστόλῳ λεγομένοις· “σοφίαν δὲ
λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ
αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν
ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν”, ἀπὸ ‘τοῦ
πνευ- ματικοῦ νόμου’, ‘σκιὰν περιέχοντος τῶν μελλόντων ἀγαθῶν’. ὥσπερ γὰρ
ὁ ἄνθρωπος συνέστηκεν ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος, τὸν αὐτὸν τρόπον καὶ
ἡ οἰκονομηθεῖσα ὑπὸ θεοῦ εἰς ἀνθρώπων σωτηρίαν δοθῆναι γραφή.
Διὰ τοῦτο ἡμεῖς καὶ τὸ ἐν τῷ ὑπό τινων καταφρονουμένῳ βιβλίῳ, τῷ Ποιμένι,
περὶ τοῦ προστάσσεσθαι τὸν Ἑρμᾶν ‘δύο γράψαι βιβλία’, καὶ μετὰ ταῦτα αὐτὸν
‘ἀναγγέλλειν τοῖς πρεσβυτέροις τῆς ἐκκλησίας’ ἃ μεμάθηκεν ὑπὸ τοῦ πνεύματος,
οὕτω διηγούμεθα. ἔστι δὲ ἡ λέξις αὕτη· “γράψεις δύο βιβλία, καὶ δώσεις ἓν
Κλήμεντι καὶ ἓν Γραπτῇ. καὶ Γραπτὴ μὲν νουθετήσει τὰς χήρας καὶ τοὺς ὀρφανούς,
Κλήμης δὲ πέμψει εἰς τὰς ἔξω πόλεις, σὺ δὲ ἀναγγελεῖς τοῖς πρεσβυτέροις τῆς
ἐκκλησίας”. Γραπτὴ μὲν γάρ, ἡ ‘νουθετοῦσα τὰς χήρας καὶ τοὺς ὀρφανούς’, αὐτὸ
ψιλόν ἐστι τὸ γράμμα, νουθετοῦν τοὺς παῖδας τὰς ψυχὰς καὶ μηδέπω πατέρα θεὸν
ἐπιγράψασθαι δυναμένους καὶ διὰ τοῦτο ‘ὀρφανοὺς’ καλουμένους, νουθετοῦν δὲ καὶ
τὰς μηκέτι μὲν τῷ παρανόμῳ νυμφίῳ χρωμένας, ‘χηρευούσας’ δὲ τῷ μηδέπω ἀξίας
αὐτὰς τοῦ <οὐρανίου> ‘νυμφίου’ γεγονέναι. Κλήμης δέ, ὁ ἤδη τοῦ γράμματος
ἐξιστάμενος, ‘εἰς τὰς ἔξω πόλεις’ λέγεται πέμπειν τὰ λεγόμενα, ὡς εἰ λέγοιμεν
τὰς ἔξω τῶν σωματικῶν καὶ τῶν κάτω νοημάτων τυγχανούσας ψυχάς. οὐκέτι δὲ διὰ
γραμμάτων, ἀλλὰ διὰ ζώντων λόγων αὐτὸς ὁ μαθητὴς τοῦ πνεύματος προστάσσεται
‘ἀναγγέλλειν τοῖς τῆς πάσης ἐκκλησίας τοῦ θεοῦ πρεσβυτέροις’ πεπολιωμένοις ὑπὸ
φρονήσεως.
5. Ἀλλ' ἐπεί εἰσί τινες
γραφαὶ τὸ σωματικὸν οὐδαμῶς ἔχουσαι, ὡς ἐν τοῖς ἑξῆς δείξομεν, ἔστιν ὅπου
οἱονεὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα τῆς γραφῆς μόνα χρὴ ζητεῖν. καὶ τάχα διὰ τοῦτο
αἱ ‘ἐπὶ καθαρισμῷ τῶν Ἰουδαίων ὑδρίαι κεῖσθαι’ λεγόμεναι, ὡς ἐν τῷ κατὰ Ἰωάννην
εὐαγγελίῳ ἀνέγνωμεν, ‘χωροῦσιν ἀνὰ μετρητὰς δύο ἢ τρεῖς’· αἰνισσομένου τοῦ
λόγου περὶ τῶν παρὰ τῷ ἀποστόλῳ ‘ἐν κρυπτῷ Ἰουδαίων’, ὡς ἄρα οὗτοι καθαρίζονται
διὰ τοῦ λόγου τῶν γραφῶν, ὅπου μὲν ‘δύο μετρητάς’, τὸν ἵν' οὕτως εἴπω ψυχικὸν
καὶ τὸν πνευματικὸν λόγον, χωρούντων, ὅπου δὲ ‘τρεῖς’, ἐπεί τινες ἔχουσι πρὸς
τοῖς προειρημένοις καὶ τὸ σωματικὸν οἰκοδομῆσαι δυνάμενον. ‘ἓξ’ δὲ ‘ὑδρίαι’
εὐλόγως εἰσὶ τοῖς ἐν κόσμῳ καθαριζομένοις, γεγενημένῳ ἐν ἓξ ἡμέραις, ἀριθμῷ
τελείῳ.
6. Ἀπὸ μὲν οὖν τῆς πρώτης
ἐκδοχῆς καὶ κατὰ τοῦτο ὠφελούσης ὅτι ἔστιν ὄνασθαι, μαρτυρεῖ τὰ πλήθη τῶν
γνησίως καὶ ἁπλούστερον πεπιστευκότων· τῆς δὲ ὡς ἂν εἰς ψυχὴν ἀναγομένης
διηγήσεως παράδειγμα τὸ παρὰ τῷ Παύλῳ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους κείμενον.
“γέγραπται γάρ·” φησιν “οὐ φιμώσεις βοῦν ἀλοῶντα”. ἔπειτα διηγούμενος τοῦτον
τὸν νόμον ἐπιφέρει· “μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει; δι' ἡμᾶς
γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι
τοῦ μετέχειν”. καὶ πλεῖσται δὲ περιφερόμεναι τοῖς πλήθεσιν ἁρμόζουσαι ἑρμηνεῖαι
καὶ οἰκοδομοῦσαι τοὺς ὑψηλοτέρων ἀκούειν μὴ δυναμένους τὸν αὐτόν πως ἔχουσι
χαρακτῆρα.
Πνευματικὴ δὲ διήγησις τῷ δυναμένῳ ἀποδεῖξαι, ποίων ‘ἐπουρανίων ὑποδείγματι
καὶ σκιᾷ’ οἱ ‘κατὰ σάρκα’ Ἰουδαῖοι ‘ἐλάτρευον’, καὶ τίνων ‘μελλόντων ἀγαθῶν ὁ
νόμος ἔχει σκιάν’. καὶ ἁπαξαπλῶς ἐπὶ πάντων κατὰ τὴν ἀποστολικὴν ἐπαγγελίαν
ζητητέον ‘σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν
αἰώνων εἰς δόξαν τῶν δικαίων, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκε’.
φησὶ δέ που ὁ αὐτὸς ἀπόστολος, χρησάμενός τισι ῥητοῖς ἀπὸ τῆς Ἐξόδου καὶ τῶν
Ἀριθμῶν, ὅτι “ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι' ἡμᾶς, εἰς οὓς τὰ
τέλη τῶν αἰώνων κατήντηκε”. καὶ ἀφορμὰς δίδωσι τοῦ τίνων ἐκεῖνα τύποι
ἐτύγχανον, λέγων· “ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν
ὁ Χριστός”. καὶ τὰ περὶ τῆς σκηνῆς δὲ ἐν ἑτέρᾳ ἐπιστολῇ ὑπογράφων ἐχρήσατο τῷ·
“ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει”. ἀλλὰ μὴν καὶ ἐν
τῇ πρὸς Γαλάτας ἐπιστολῇ, οἱονεὶ ὀνειδίζων τοῖς ἀναγινώσκειν νομίζουσι τὸν
νόμον καὶ μὴ συνιεῖσιν αὐτόν, μὴ συνιέναι κρίνων ἐκείνους, ὅσοι μὴ ἀλληγορίας
εἶναι ἐν τοῖς γεγραμμένοις νομίζουσι· “λέγετέ μοι” φησὶν “οἱ ὑπὸ νόμον θέλοντες
εἶναι, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ
τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα
γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας· ἅτινά ἐστιν
ἀλληγορούμενα· αὗται γάρ εἰσι δύο διαθῆκαι” καὶ τὰ ἑξῆς. παρατηρητέον γὰρ
ἕκαστον τῶν εἰρημένων ὑπ' αὐτοῦ, ὅτι φησίν· “οἱ ὑπὸ νόμον θέλοντες εἶναι”, οὐχὶ
‘οἱ ὑπὸ τὸν νόμον ὄντες’, καὶ· “τὸν νόμον οὐκ ἀκούετε;” τοῦ ‘ἀκούειν’ ἐν τῷ
νοεῖν καὶ γινώσκειν κρινομένου. καὶ ἐν τῇ πρὸς Κολασσαεῖς δὲ ἐπιστολῇ, διὰ
βραχέων τὸ βούλημα τῆς πάσης ἐπιτεμνόμενος νομοθεσίας, φησί· “μὴ οὖν τις ὑμᾶς
κρινέτω ἢ ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων, ἅ ἐστι
σκιὰ τῶν μελλόντων”. ἔτι δὲ καὶ ἐν τῇ πρὸς Ἑβραίους περὶ τῶν ἐκ περιτομῆς
διαλεγόμενος γράφει· “οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων”.
ἀλλ' εἰκὸς διὰ ταῦτα περὶ μὲν τῶν πέντε Μωσέως ἐπιγεγραμμένων βιβλίων μὴ ἂν
διστάξαι τοὺς τὸν ἀπόστολον ἅπαξ ὡς θεῖον ἄνδρα προσιεμένους· περὶ δὲ τῆς
λοιπῆς ἱστορίας βούλεσθαι μανθάνειν, εἰ κἀκείνη ‘τυπικῶς συνέβαινε’.
παρατηρητέον δὲ ἐκ τῆς πρὸς Ῥωμαίους τό· “κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους
ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ”, κείμενον ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν,
ὅτι ὁ Παῦλος εἴληφεν ἀντὶ τῶν ‘κατ' ἐκλογὴν’ Ἰσραηλιτῶν, τῷ μὴ μόνον τὰ ἔθνη
ὠφελῆσθαι ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας ἀλλὰ καί τινας τῶν ἀπὸ τοῦ θείου γένους.
7. Τούτων οὕτως ἐχόντων τοὺς
φαινομένους ἡμῖν χαρακτῆρας τῆς νοήσεως τῶν γραφῶν ὑποτυπωτέον. καὶ πρῶτόν γε
τοῦτο ὑποδεικτέον, ὅτι ὁ σκοπὸς τῷ φωτίζοντι πνεύματι προνοίᾳ θεοῦ διὰ τοῦ ‘ἐν
ἀρχῇ πρὸς τὸν θεὸν λόγου’ τοὺς διακόνους τῆς ἀληθείας, προφήτας καὶ ἀποστόλους,
ἦν προηγουμένως μὲν ὁ περὶ τῶν ἀπορρήτων μυστηρίων τῶν κατὰ τοὺς ἀνθρώπους
πραγμάτων (ἀνθρώπους δὲ νῦν λέγω τὰς χρωμένας ψυχὰς σώμασιν), ἵν' ὁ δυνάμενος
διδαχθῆναι ‘ἐρευνήσας’ καὶ ‘τοῖς βάθεσι’ τοῦ νοῦ τῶν λέξεων ἑαυτὸν ἐπιδούς,
κοινωνὸς τῶν ὅλων τῆς βουλῆς αὐτοῦ γένηται δογμάτων. εἰς δὲ τὰ περὶ τῶν ψυχῶν,
οὐκ ἄλλως δυναμένων τῆς τελειότητος τυχεῖν χωρὶς τῆς πλουσίας καὶ σοφῆς περὶ
θεοῦ ἀληθείας, τὰ περὶ θεοῦ ἀναγκαίως ὡς προηγούμενα τέτακται καὶ τοῦ
μονογενοῦς αὐτοῦ· ποίας ἐστὶ φύσεως, καὶ τίνα τρόπον υἱὸς τυγχάνει θεοῦ, καὶ
τίνες αἱ αἰτίαι τοῦ μέχρι σαρκὸς ἀνθρωπίνης αὐτὸν καταβεβηκέναι καὶ πάντη
ἄνθρωπον ἀνειληφέναι, τίς τε καὶ ἡ τούτου ἐνέργεια, καὶ εἰς τίνας καὶ πότε
γινομένη. ἀναγκαίως δὲ ὡς περὶ συγγενῶν καὶ τῶν ἄλλων λογικῶν, θειοτέρων τε καὶ
ἐκπεπτωκότων τῆς μακαριότητος, καὶ τῶν αἰτίων τῆς τούτων ἐκπτώσεως, ἐχρῆν εἰς
τοὺς λόγους τῆς θείας ἀνειλῆφθαι διδασκαλίας, καὶ περὶ τῆς διαφορᾶς τῶν ψυχῶν,
καὶ πόθεν αἱ διαφοραὶ αὗται ἐληλύθασι, τίς τε ὁ κόσμος καὶ διὰ τί ὑπέστη, ἔτι
δὲ πόθεν ἡ κακία τοσαύτη καὶ τηλικαύτη ἐστὶν ἐπὶ γῆς, καὶ εἰ μὴ μόνον ἐπὶ γῆς,
ἀλλὰ καὶ ἀλλαχοῦ, ἀναγκαῖον ἡμᾶς μαθεῖν.
8. Τούτων δὴ καὶ τῶν
παραπλησίων προκειμένων τῷ φωτίζοντι πνεύματι τὰς τῶν ἁγίων ὑπηρετῶν τῆς
ἀληθείας ψυχάς, δεύτερος ἦν σκοπὸς διὰ τοὺς μὴ δυναμένους τὸν κάματον ἐνεγκεῖν
ὑπὲρ τοῦ τὰ τηλικαῦτα εὑρεῖν, κρύψαι τὸν περὶ τῶν προειρημένων λόγον ἐν λέξεσιν
ἐμφαινούσαις διήγησιν περιέχουσαν ἀπαγγελίαν τὴν περὶ τῶν αἰσθητῶν
δημιουργημάτων καὶ ἀνθρώπου κτίσεως καὶ τῶν ἐκ τῶν πρώτων κατὰ διαδοχὴν μέχρι
πολλῶν γεγενημένων, καὶ ἄλλαις ἱστορίαις ἀπαγγελλούσαις δικαίων πράξεις καὶ τῶν
αὐτῶν τούτων ποτὲ γενόμενα ἁμαρτήματα ὡς ἀνθρώπων καὶ ἀνόμων καὶ ἀσεβῶν
πονηρίας καὶ ἀκολασίας καὶ πλεονεξίας. παραδοξότατα δέ, διὰ ἱστορίας τῆς περὶ
πολέμων καὶ νενικηκότων καὶ νενικημένων τινὰ τῶν ἀπορρήτων τοῖς ταῦτα
βασανίζειν δυναμένοις σαφηνίζεται. καὶ ἔτι θαυμασιώτερον, διὰ γραπτῆς
νομοθεσίας οἱ τῆς ἀληθείας νόμοι προφητεύονται, μετὰ ἀληθῶς πρεπούσης θεοῦ
σοφίᾳ δυνάμεως πάντων τούτων εἱρμῷ ἀναγεγραμμένων. προέκειτο γὰρ καὶ τὸ ἔνδυμα
τῶν πνευματικῶν, λέγω δὲ τὸ σωματικὸν τῶν γραφῶν, ἐν πολλοῖς ποιῆσαι οὐκ
ἀνωφελὲς δυνάμενόν τε τοὺς πολλούς, ὡς χωροῦσι, βελτιοῦν.
9. Ἀλλ' ἐπείπερ, εἰ δι' ὅλων
σαφῶς τὸ τῆς νομοθεσίας χρήσιμον αὐτόθεν ἐφαίνετο καὶ τὸ τῆς ἱστορίας ἀκόλουθον
καὶ γλαφυρόν, ἠπιστήσαμεν ἂν ἄλλο τι παρὰ τὸ πρόχειρον νοεῖσθαι δύνασθαι ἐν
ταῖς γραφαῖς, ᾠκονόμησέ τινα οἱονεὶ ‘σκάνδαλα’ καὶ ‘προσκόμματα’ καὶ ‘ἀδύνατα’
διὰ μέσου ἐγκαταταχθῆναι τῷ νόμῳ καὶ τῇ ἱστορίᾳ ὁ τοῦ θεοῦ λόγος, ἵνα μὴ πάντη
ὑπὸ τῆς λέξεως ἑλκόμενοι τὸ ἀγωγὸν ἄκρατον ἐχούσης, ἤτοι ὡς μηδὲν ἄξιον θεοῦ
μανθάνοντες, τέλεον ἀποστῶμεν τῶν δογμάτων, ἢ μὴ κινούμενοι ἀπὸ τοῦ γράμματος
μηδὲν θειότερον μάθωμεν. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τοῦ προηγουμένου σκοποῦ
τυγχάνοντος τὸν ἐν τοῖς πνευματικοῖς εἱρμὸν ἀπαγγεῖλαι γεγενημένοις καὶ
πρακτέοις, ὅπου μὲν εὗρε γενόμενα κατὰ τὴν ἱστορίαν ὁ λόγος ἐφαρμόσαι δυνάμενα
τοῖς μυστικοῖς τούτοις, ἐχρήσατο ἀποκρύπτων ἀπὸ τῶν πολλῶν τὸν βαθύτερον νοῦν·
ὅπου δὲ ἐν τῇ διηγήσει τῆς περὶ τῶν νοητῶν ἀκολουθίας οὐχ εἵπετο ἡ τῶνδέ τινων
πρᾶξις ἡ προαναγεγραμμένη διὰ τὰ μυστικώτερα, συνύφηνεν ἡ γραφὴ τῇ ἱστορίᾳ τὸ
μὴ γενόμενον, πῇ μὲν μηδὲ δυνατὸν γενέσθαι, πῇ δὲ δυνατὸν μὲν γενέσθαι, οὐ μὴν
γεγενημένον, καὶ ἔσθ' ὅτε μὲν ὀλίγαι λέξεις παρεμβεβλημέναι εἰσὶ κατὰ τὸ σῶμα
οὐκ ἀληθευόμεναι, ἔσθ' ὅτε δὲ πλείονες. τὸ δ' ἀνάλογον καὶ ἐπὶ τῆς νομοθεσίας
ἐκληπτέον, ἐν ᾗ ἔστι πλεονάκις εὑρεῖν καὶ τὸ αὐτόθεν χρήσιμον, πρὸς τοὺς
καιροὺς τῆς νομοθεσίας ἁρμόζον· ἐνίοτε δὲ λόγος χρήσιμος οὐκ ἐμφαίνεται. καὶ
ἄλλοτε καὶ ἀδύνατα νομοθετεῖται διὰ τοὺς ἐντρεχεστέρους καὶ ζητητικωτέρους, ἵνα
τῇ βασάνῳ τῆς ἐξετάσεως τῶν γεγραμμένων ἐπιδιδόντες ἑαυτοὺς πεῖσμα ἀξιόλογον
λάβωσι περὶ τοῦ δεῖν τοῦ θεοῦ ἄξιον νοῦν εἰς τὰ τοιαῦτα ζητεῖν. οὐ μόνον δὲ
περὶ τῶν πρὸ τῆς παρουσίας ταῦτα τὸ πνεῦμα ᾠκονόμησεν, ἀλλὰ γὰρ ἅτε τὸ αὐτὸ
τυγχάνον καὶ ἀπὸ τοῦ ἑνὸς θεοῦ, τὸ ὅμοιον καὶ ἐπὶ τῶν εὐαγγελίων πεποίηκε καὶ
ἐπὶ τῶν ἀποστόλων, οὐδὲ τούτων πάντη ἄκρατον τὴν ἱστορίαν τῶν προσυφασμένων
κατὰ τὸ σωματικὸν ἐχόντων μὴ γεγενημένων, οὐδὲ τὴν νομοθεσίαν καὶ τὰς ἐντολὰς
πάντως τὸ εὔλογον ἐντεῦθεν ἐμφαίνοντα.
III
Τίς ὁ τῆς ἐν τῇ θείᾳ γραφῇ ἀσαφείας λόγος
καὶ τοῦ κατὰ τὸ ῥητὸν ἔν τισιν ἀδυνάτου ἢ ἀλόγου
1. Τίς γοῦν νοῦν ἔχων
οἰήσεται ‘πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἑσπέραν τε καὶ πρωΐαν’ χωρὶς
ἡλίου γεγονέναι καὶ σελήνης καὶ ἀστέρων; τὴν δὲ οἱονεὶ πρώτην καὶ χωρὶς
οὐρανοῦ; τίς δ' οὕτως ἠλίθιος ὡς οἰηθῆναι τρόπον ἀνθρώπου γεωργοῦ τὸν θεὸν
‘πεφυτευκέναι παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς’, καὶ ‘ξύλον ζωῆς’ ἐν αὐτῷ
πεποιηκέναι ὁρατὸν καὶ αἰσθητόν, ὥστε διὰ τῶν σωματικῶν ὀδόντων γευσάμενον τοῦ
καρποῦ τὸ ζῆν ἀναλαμβάνειν· καὶ πάλιν ‘καλοῦ καὶ πονηροῦ’ μετέχειν τινὰ παρὰ τὸ
μεμασῆσθαι τὸ ἀπὸ τοῦδε τοῦ ξύλου λαμβανόμενον; ἐὰν δὲ καὶ ‘θεὸς τὸ δειλινὸν ἐν
τῷ παραδείσῳ περιπατεῖν’ λέγηται καὶ ‘ὁ Ἀδὰμ ὑπὸ τὸ ξύλον κρύπτεσθαι’, οὐκ
οἶμαι διστάξειν τινὰ περὶ τοῦ αὐτὰ τροπικῶς διὰ δοκούσης ἱστορίας καὶ οὐ
σωματικῶς γεγενημένης μηνύειν τινὰ μυστήρια. ἀλλὰ καὶ ‘Κάιν ἐξερχόμενος ἀπὸ
προσώπου τοῦ θεοῦ’ σαφῶς τοῖς ἐπιστήσασι φαίνεται κινεῖν τὸν ἐντυγχάνοντα
ζητεῖν, <τί> ‘πρόσωπον θεοῦ’ καὶ τὸ ‘ἐξέρχεσθαί’ τινα ἀπ' αὐτοῦ. καὶ τί
δεῖ πλείω λέγειν, τῶν μὴ πάνυ ἀμβλέων μυρία ὅσα τοιαῦτα δυναμένων συναγαγεῖν,
ἀναγεγραμμένα μὲν ὡς γεγονότα, οὐ γεγενημένα δὲ κατὰ τὴν λέξιν; ἀλλὰ καὶ τὰ
εὐαγγέλια δὲ τοῦ αὐτοῦ εἴδους τῶν λόγων πεπλήρωται, ‘εἰς ὑψηλὸν ὄρος’ τὸν
Ἰησοῦν ἀναβιβάζοντος τοῦ διαβόλου, ἵν' ἐκεῖθεν αὐτῷ ‘δείξῃ τοῦ παντὸς κόσμου
τὰς βασιλείας καὶ τὴν δόξαν αὐτῶν’. τίς γὰρ οὐκ ἂν τῶν μὴ παρέργως
ἀναγινωσκόντων τὰ τοιαῦτα καταγινώσκοι τῶν οἰομένων τῷ τῆς σαρκὸς ὀφθαλμῷ,
δεηθέντι ὕψους ὑπὲρ τοῦ κατανοηθῆναι δύνασθαι τὰ κατωτέρω καὶ ὑποκείμενα,
ἑωρᾶσθαι τὴν Περσῶν καὶ Σκυθῶν καὶ Ἰνδῶν καὶ Παρθυαίων βασιλείαν, καὶ ὡς
δοξάζονται παρὰ ἀνθρώποις οἱ βασιλεύοντες; παραπλησίως δὲ τούτοις καὶ ἄλλα
μυρία ἀπὸ τῶν εὐαγγελίων ἔνεστι τὸν ἀκριβοῦντα τηρῆσαι ὑπὲρ τοῦ συγκαταθέσθαι
συνυφαίνεσθαι ταῖς κατὰ τὸ ῥητὸν γεγενημέναις ἱστορίαις ἕτερα μὴ συμβεβηκότα.
2. Ἐὰν δὲ καὶ ἐπὶ τὴν
νομοθεσίαν ἔλθωμεν τὴν Μωσέως, πολλοὶ τῶν νόμων, τὸ ὅσον ἐπὶ τῷ καθ' ἑαυτοὺς
τηρεῖσθαι, τὸ ἄλογον ἐμφαίνουσιν, ἕτεροι δὲ τὸ ἀδύνατον. τὸ μὲν ἄλογον, γῦπες
ἐσθίεσθαι ἀπαγορευόμενοι, οὐδενὸς οὐδὲ ἐν τοῖς μεγίστοις λιμοῖς ἐκβιασθέντος
ὑπὸ τῆς ἐνδείας ἐπὶ τοῦτο τὸ ζῷον φθάσαι· καὶ ‘ὀκταήμερα παιδία ἀπερίτμητα
ἐξολοθρεύεσθαι ἐκ τοῦ γένους αὐτῶν’ κελευόμενα, δέον, εἰ ὅλως ἐχρῆν τι περὶ
τούτων κατὰ τὸ ῥητὸν νενομοθετῆσθαι, τοὺς πατέρας αὐτῶν κελεύεσθαι ἀναιρεῖσθαι
ἢ τοὺς παρ' οἷς τρέφονται· νῦν δέ φησιν ἡ γραφή· “ἀπερίτμητος πᾶς ἄρρην, ὃς οὐ
περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτοῦ”. εἰ δὲ
καὶ ἀδύνατα νομοθετούμενα βούλεσθε ἰδεῖν, ἐπισκεψώμεθα ὅτι τραγέλαφος μὲν τῶν
ἀδυνάτων ὑποστῆναι ζῷον τυγχάνει, ὃν ὡς καθαρὸν κελεύει Μωσῆς ἡμᾶς
προσφέρεσθαι· γρὺψ δὲ οὐχ ἱστόρηταί ποτε ὑποχείριος ἀνθρώπῳ γεγονέναι, ὃν
ἀπαγορεύει ἐσθίεσθαι ὁ νομοθέτης. ἀλλὰ καὶ τὸ διαβόητον σάββατον τῷ ἀκριβοῦντι
τό· “καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν· μηδεὶς ὑμῶν ἐκπορευέσθω ἐκ τοῦ
τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ” ἀδύνατόν ἐστι φυλαχθῆναι κατὰ τὴν λέξιν,
οὐδενὸς ζῴου δυναμένου δι' ὅλης καθέζεσθαι τῆς ἡμέρας καὶ ἀκινητεῖν ἀπὸ τοῦ
καθέζεσθαι. διόπερ τινὰ μὲν οἱ ἐκ περιτομῆς καὶ ὅσοι θέλουσι πλέον τῆς λέξεως
δηλοῦσθαι μηδὲν οὐδὲ τὴν ἀρχὴν ζητοῦσιν, ὥσπερ τὰ περὶ τραγελάφου καὶ γρυπὸς
καὶ γυπός, εἴς τινα δὲ φλυαροῦσιν εὑρησιλογοῦντες, ψυχρὰς παραδόσεις φέροντες,
ὥσπερ καὶ περὶ τοῦ σαββάτου, φάσκοντες τόπον ἑκάστου εἶναι δισχιλίους πήχεις,
ἄλλοι δέ, ὧν ἐστι Δοσίθεος ὁ Σαμαρεύς, καταγινώσκοντες τῆς τοιαύτης διηγήσεως
οἴονται ἐπὶ τοῦ σχήματος, οὗ ἂν καταληφθῇ τις ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου, μένειν
μέχρις ἑσπέρας. ἀλλὰ καὶ τὸ ‘μὴ αἴρειν βάσταγμα ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου’
ἀδύνατον· διόπερ εἰς ἀπεραντολογίαν οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἐληλύθασι,
φάσκοντες ‘βάσταγμα’ μὲν εἶναι τὸ τοιόνδε ὑπόδημα, οὐ μὴν καὶ τὸ τοιόνδε, καὶ
τὸ ἥλους ἔχον σανδάλιον, οὐ μὴν καὶ τὸ ἀνήλωτον, καὶ τὸ οὑτωσὶ ἐπὶ τοῦ ὤμου
φορούμενον, οὐ μὴν καὶ ἐπὶ τῶν δύο ὤμων.
3. Εἰ δὲ καὶ ἐπὶ τὸ
εὐαγγέλιον ἐλθόντες τὰ ὅμοια ζητήσαιμεν, τί ἂν εἴη ἀλογώτερον τοῦ· “μηδένα κατὰ
τὴν ὁδὸν ἀσπάσησθε”, ὅπερ ἐντέλλεσθαι νομίζουσιν οἱ ἀκέραιοι τὸν σωτῆρα τοῖς
ἀποστόλοις; ἀλλὰ καὶ ‘δεξιὰ σιαγὼν τύπτεσθαι’ λεγομένη ἀπιθανωτάτη ἐστί, παντὸς
τοῦ τύπτοντος, εἰ μὴ ἄρα πεπονθώς τι παρὰ φύσιν τυγχάνει, τῇ δεξιᾷ χειρὶ
τύπτοντος τὴν ἀριστερὰν σιαγόνα. ἀδύνατον δὲ ἀπὸ τοῦ εὐαγγελίου ἐστὶ λαβεῖν
‘ὀφθαλμὸν δεξιὸν σκανδαλίζοντα’· ἵνα γὰρ χαρισώμεθα τὸ δύνασθαι ἐκ τοῦ ὁρᾶν
‘σκανδαλίζεσθαί’ τινα, πῶς τῶν δύο ὀφθαλμῶν ὁρώντων τὴν αἰτίαν ἀνενεκτέον ἐπὶ
τὸν δεξιόν; τίς δὲ καὶ καταγνοὺς ἑαυτοῦ ἐν τῷ ἑωρακέναι ‘γυναῖκα πρὸς τὸ
ἐπιθυμῆσαι’, ἀναφέρων τὴν αἰτίαν ἐπὶ μόνον τὸν ‘δεξιὸν ὀφθαλμόν’, εὐλόγως ἂν
τοῦτον ‘ἀποβάλοι’; ἀλλὰ καὶ ὁ ἀπόστολος νομοθετεῖ λέγων· “περιτετμημένος τις
ἐκλήθη; μὴ ἐπισπάσθω”. πρῶτον μὲν ὁ βουλόμενος ὄψεται ὅτι παρὰ τὴν προκειμένην
αὐτῷ ὁμιλίαν ταῦτά φησι· πῶς γὰρ περὶ γάμου καὶ ἁγνείας νομοθετῶν οὐ δόξει
ταῦτα εἰκῆ παρεμβεβληκέναι; δεύτερον δὲ τίς ἐρεῖ ἀδικεῖν τόν, εἰ δυνατόν, διὰ
τὴν παρὰ τοῖς πολλοῖς νομιζομένην ἀσχημοσύνην ἐπὶ τῷ περιτετμῆσθαι, ἐπιδιδόντα
ἑαυτὸν τῷ ἐπισπάσασθαι;
4. Ταῦτα δὲ ἡμῖν πάντα
εἴρηται ὑπὲρ τοῦ δεῖξαι ὅτι σκοπὸς τῇ δωρουμένῃ ἡμῖν θείᾳ δυνάμει τὰς ἱερὰς
γραφάς ἐστιν οὐχὶ τὰ ὑπὸ τῆς λέξεως παριστάμενα μόνα ἐκλαμβάνειν, ἐνίοτε τούτων
ὅσον ἐπὶ τῷ ῥητῷ οὐκ ἀληθῶν ἀλλὰ καὶ ἀλόγων καὶ ἀδυνάτων τυγχανόντων, καὶ ὅτι
προσύφανταί τινα τῇ γενομένῃ ἱστορίᾳ καὶ τῇ κατὰ τὸ ῥητὸν χρησίμῳ νομοθεσίᾳ.
ἵνα δὲ μὴ ὑπολάβῃ τις ἡμᾶς ἐπὶ πάντων τοῦτο λέγειν, ὅτι οὐδεμία ἱστορία
γέγονεν, ἐπεί τις οὐ γέγονε, καὶ οὐδεμία νομοθεσία κατὰ τὸ ῥητὸν τηρητέα ἐστίν,
ἐπεί τις κατὰ τὴν λέξιν ἄλογος τυγχάνει ἢ ἀδύνατος, ἢ ὅτι τὰ περὶ τοῦ σωτῆρος
γεγραμμένα κατὰ τὸ αἰσθητὸν οὐκ ἀληθεύεται, ἢ ὅτι οὐδεμίαν νομοθεσίαν αὐτοῦ καὶ
ἐντολὴν φυλακτέον· λεκτέον ὅτι σαφῶς ἡμῖν παρίσταται περί τινων τὸ τῆς ἱστορίας
εἶναι ἀληθές, ὡς ὅτι Ἀβραὰμ ἐν τῷ διπλῷ σπηλαίῳ ἐτάφη ἐν Χεβρὼν καὶ Ἰσαὰκ καὶ
Ἰακὼβ καὶ ἑκάστου τούτων μία γυνή, καὶ ὅτι Σίκιμα μερὶς δέδοται τῷ Ἰωσήφ, καὶ
Ἰερουσαλὴμ μητρόπολίς ἐστι τῆς Ἰουδαίας, ἐν ᾗ ᾠκοδόμητο ὑπὸ Σολομῶντος ναὸς
θεοῦ, καὶ ἄλλα μυρία. πολλῷ γὰρ πλείονά ἐστι τὰ κατὰ τὴν ἱστορίαν ἀληθευόμενα
τῶν προσυφανθέντων γυμνῶν πνευματικῶν. πάλιν τε αὖ τίς οὐκ ἂν εἴποι τὴν
λέγουσαν ἐντολήν· “τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα εὖ γένηταί σοι”, χωρὶς
πάσης ἀναγωγῆς χρησίμην τυγχάνειν καὶ τηρητέαν γε, καὶ τοῦ ἀποστόλου Παύλου
χρησαμένου αὐτῇ αὐτολεξεί; τί δὲ δεῖ λέγειν περὶ τοῦ· “οὐ φονεύσεις, οὐ
μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις”; καὶ πάλιν ἐν τῷ εὐαγγελίῳ ἐντολαί
εἰσι γεγραμμέναι οὐ ζητούμεναι, πότερον αὐτὰς κατὰ τὴν λέξιν τηρητέον ἢ οὔ, ὡς
ἡ φάσκουσα· “ἐγὼ δὲ λέγω ὑμῖν, ὃς ἐὰν ὀργισθῇ τῷ ἀδελφῷ αὐτοῦ” καὶ τὰ ἑξῆς,
καί· “ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως”. καὶ παρὰ τῷ ἀποστόλῳ τὸ ῥητὸν τηρητέον·
“νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν
ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας”, εἰ καὶ παρὰ τοῖς φιλοτιμοτέροις δύναται
σώζειν ἕκαστον αὐτῶν, μετὰ τοῦ μὴ ἀθετεῖσθαι τὴν κατὰ τὸ ῥητὸν ἐντολήν, ‘βάθη
σοφίας θεοῦ’.
5. Ὁ μέντοι γε ἀκριβὴς ἐπί
τινων περιελκυσθήσεται, χωρὶς πολλῆς βασάνου μὴ δυνάμενος ἀποφήνασθαι, πότερον
ἥδε ἡ νομιζομένη ἱστορία γέγονε κατὰ τὴν λέξιν ἢ οὔ, καὶ τῆσδε τῆς νομοθεσίας
τὸ ῥητὸν τηρητέον ἢ οὔ. διὰ τοῦτο δεῖ ἀκριβῶς τὸν ἐντυγχάνοντα τηροῦντα τὸ τοῦ
σωτῆρος πρόσταγμα τὸ λέγον· “ἐρευνᾶτε τὰς γραφάς” ἐπιμελῶς βασανίζειν, πῇ τὸ
κατὰ τὴν λέξιν ἀληθές ἐστι καὶ πῇ ἀδύνατον, καὶ ὅση δύναμις ἐξιχνεύειν ἀπὸ τῶν
ὁμοίων φωνῶν τὸν πανταχοῦ διεσπαρμένον τῆς γραφῆς νοῦν τοῦ κατὰ τὴν λέξιν
ἀδυνάτου. ἐπεὶ τοίνυν, ὡς σαφὲς ἔσται τοῖς ἐντυγχάνουσιν, ἀδύνατος μὲν ὁ ὡς
πρὸς τὸ ῥητὸν εἱρμός, οὐκ ἀδύνατος δὲ ἀλλὰ καὶ ἀληθὴς ὁ προηγούμενος, ὅλον τὸν
νοῦν φιλοτιμητέον καταλαμβάνειν, συνείροντα τὸν περὶ τῶν κατὰ τὴν λέξιν
ἀδυνάτων λόγον νοητῶς τοῖς οὐ μόνον οὐκ ἀδυνάτοις ἀλλὰ καὶ ἀληθέσι κατὰ τὴν
ἱστορίαν, συναλληγορουμένοις τοῖς ὅσον ἐπὶ τῇ λέξει μὴ γεγενημένοις. διακείμεθα
γὰρ ἡμεῖς περὶ πάσης τῆς θείας γραφῆς, ὅτι πᾶσα μὲν ἔχει τὸ πνευματικόν, οὐ
πᾶσα δὲ τὸ σωματικόν· πολλαχοῦ γὰρ ἐλέγχεται ἀδύνατον ὂν τὸ σωματικόν.
Διόπερ πολλὴν προσοχὴν συνεισακτέον τῷ εὐλαβῶς ἐντυγχάνοντι ὡς θείοις
γράμμασι ταῖς θείαις βίβλοις, ὧν ὁ χαρακτὴρ τῆς νοήσεως τοιοῦτος ἡμῖν φαίνεται·
6. Ἔθνος τι ἐπὶ γῆς
ἀπαγγέλλουσιν οἱ λόγοι ἐξειλέχθαι τὸν θεόν, ὃ καλοῦσιν ὀνόμασι πλείοσι.
καλεῖται γὰρ τοῦτο τὸ πᾶν ἔθνος Ἰσραήλ, λέγεται δὲ καὶ Ἰακώβ. ὅτε δὲ διῄρητο
κατὰ τοὺς χρόνους Ἱεροβοὰμ υἱοῦ Νάβατ, αἱ μὲν ὑπὸ τούτῳ λεγόμεναι φυλαὶ δέκα
ὠνομάσθησαν Ἰσραήλ, αἱ δὲ λοιπαὶ δύο καὶ ἡ Λευιτική, ὑπὸ τῶν ἐκ σπέρματος τοῦ
Δαυεὶδ βασιλευόμεναι, Ἰούδας. ὁ δὲ σύμπας τόπος, ὅντινα ᾤκουν οἱ ἀπὸ τοῦ
ἔθνους, δεδομένος αὐτοῖς ἀπὸ τοῦ θεοῦ, καλεῖται Ἰουδαία, ἧς μητρόπολις
Ἱερουσαλήμ, μητρόπολις δηλονότι πλειόνων πόλεων, ὧν τὰ ὀνόματα πολλαχοῦ μὲν καὶ
ἄλλοθι διεσπαρμένως κεῖται, ὑφ' ἓν δὲ κατειλεγμέναι εἰσὶν ἐν Ἰησοῦ τῷ τοῦ Ναυῆ.
τούτων οὕτως ἐχόντων, ὑψῶν τὸ διανοητικὸν ἡμῶν ὁ ἀπόστολός φησί που· “βλέπετε
τὸν Ἰσραὴλ κατὰ σάρκα”, ὡς ὄντος τινὸς Ἰσραὴλ κατὰ πνεῦμα. καὶ ἀλλαχοῦ λέγει·
“οὐ γὰρ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ”, “οὐδὲ πάντες οἱ ἐξ Ἰσραὴλ
οὗτοι Ἰσραήλ”. ἀλλ' οὐδὲ “ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν
σαρκὶ περιτομή· ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι,
οὐ γράμματι”. εἰ γὰρ ἡ κρίσις τοῦ Ἰουδαίου ἐκ τοῦ κρυπτοῦ λαμβάνεται, νοητέον
ὅτι, ὥσπερ Ἰουδαίων σωματικῶν ἐστι γένος, οὕτω τῶν ‘ἐν κρυπτῷ Ἰουδαίων’ ἐστί τι
ἔθνος, τῆς ψυχῆς τὴν εὐγένειαν ταύτην κατά τινας λόγους ἀπορρήτους κεκτημένης.
ἀλλὰ καὶ πολλαὶ προφητεῖαι περὶ τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα προφητεύουσι,
διηγούμεναι τὰ ἐσόμενα αὐτοῖς. καὶ οὐ δήπου αἱ τοσαῦται τούτοις γεγραμμέναι
ἐπαγγελίαι, ὅσον ἐπὶ τῇ λέξει ταπειναὶ τυγχάνουσαι καὶ οὐδὲν ἀνάστημα
παριστᾶσαι καὶ ἀξίωμα ἐπαγγελίας θεοῦ, οὐχὶ ἀναγωγῆς μυστικῆς δέονται. εἰ δὲ αἱ
ἐπαγγελίαι νοηταί εἰσι δι' αἰσθητῶν ἀπαγγελλόμεναι, καὶ οἷς αἱ ἐπαγγελίαι, οὐ
σωματικοί.
7. Καὶ ἵνα μὴ ἐπιδιατρίβωμεν
τῷ λόγῳ τῷ περὶ τοῦ ‘ἐν κρυπτῷ Ἰουδαίου’ καὶ τῷ περὶ ‘τοῦ ἔσω ἀνθρώπου’
Ἰσραηλίτου, καὶ τούτων αὐτάρκων ὄντων τοῖς μὴ ἀκέντροις, ἐπὶ τὸ προκείμενον ἐπανερχόμεθα
καί φαμεν τὸν Ἰακὼβ πατέρα εἶναι τῶν δώδεκα πατριαρχῶν, κἀκείνους τῶν δημάρχων,
καὶ ἔτι ἐκείνους τῶν ἑξῆς Ἰσραηλιτῶν. ἆρ' οὖν οἱ μὲν σωματικοὶ Ἰσραηλῖται τὴν
ἀναγωγὴν ἔχουσιν ἐπὶ τοὺς δημάρχους, καὶ οἱ δήμαρχοι πρὸς τοὺς πατριάρχας, οἱ
δὲ πατριάρχαι πρὸς τὸν Ἰακὼβ καὶ τοὺς ἔτι ἀνωτέρω· οἱ δὲ νοητοὶ Ἰσραηλῖται, ὧν
τύπος ἦσαν οἱ σωματικοί, οὐχὶ ἐκ δήμων εἰσί, τῶν δήμων ἐκ φυλῶν ἐληλυθότων, καὶ
τῶν φυλῶν ἀπὸ ἑνός τινος, γένεσιν οὐ τοιαύτην σωματικὴν ἔχοντος ἀλλὰ τὴν
κρείττονα, γεγενημένου κἀκείνου ἐκ τοῦ Ἰσαάκ, καταβεβηκότος κἀκείνου ἐκ τοῦ
Ἀβραάμ, πάντων ἀναγομένων ἐπὶ τὸν Ἀδάμ, ὃν ὁ ἀπόστολος εἶναί φησι τὸν Χριστόν;
πᾶσα γὰρ ἀρχὴ πατριῶν τῶν ὡς πρὸς τὸν τῶν ὅλων θεὸν κατωτέρω ἀπὸ Χριστοῦ ἤρξατο
τοῦ μετὰ τὸν τῶν ὅλων θεὸν καὶ πατέρα οὕτω πατρὸς ὄντος πάσης ψυχῆς, ὡς ὁ Ἀδὰμ
πατήρ ἐστι πάντων τῶν ἀνθρώπων. εἰ δὲ καὶ ἡ Εὔα ἐπιτέτευκται τῷ Παύλῳ εἰς τὴν
ἐκκλησίαν ἀναγομένη, οὐ θαυμαστόν, τοῦ Κάιν ἐκ τῆς Εὔας γεγενημένου καὶ πάντων
τῶν ἑξῆς τὴν ἀναγωγὴν ἐχόντων ἐπὶ τὴν Εὔαν, ἐκπτώματα τῆς ἐκκλησίας τυγχάνειν,
πάντων ἀπὸ τῆς ἐκκλησίας προηγουμένῳ λόγῳ γεγενημένων.
8. Εἰ δὲ πληκτικά ἐστι τὰ
περὶ τοῦ Ἰσραὴλ καὶ τῶν φυλῶν καὶ τῶν δήμων αὐτοῦ ἡμῖν εἰρημένα, ἐπὰν φάσκῃ ὁ
σωτήρ· “οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ”, οὐκ
ἐκλαμβάνομεν ταῦτα ὡς οἱ πτωχοὶ τῇ διανοίᾳ Ἐβιωναῖοι, τῆς πτωχείας τῆς διανοίας
ἐπώνυμοι (‘ἐβίων’ γὰρ ὁ πτωχὸς παρ' Ἑβραίοις ὀνομάζεται), ὥστε ὑπολαβεῖν ἐπὶ
τοὺς σαρκίνους Ἰσραηλίτας προηγουμένως τὸν Χριστὸν ἐπιδεδημηκέναι. “οὐ” γὰρ “τὰ
τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ”. πάλιν ὁ ἀπόστολος περὶ τῆς Ἱερουσαλὴμ
τοιαῦτά τινα διδάσκει, ὅτι “ἡ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ
ἡμῶν”. καὶ ἐν ἄλλῃ ἐπιστολῇ· “ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ
ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ
πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς”. εἰ τοίνυν ἐστὶν ἐν ψυχῶν γένει ὁ
Ἰσραήλ, καὶ ἐν οὐρανῷ τις πόλις Ἱερουσαλήμ, ἀκολουθεῖ τὰς πόλεις Ἰσραὴλ
μητροπόλει χρῆσθαι τῇ ἐν οὐρανοῖς Ἱερουσαλὴμ καὶ ἀκολούθως τῇ πάσῃ Ἰουδαίᾳ. ὅσα
τοιγαροῦν προφητεύεται περὶ Ἱερουσαλὴμ καὶ λέγεται περὶ αὐτῆς, εἰ †θεοῦ ὡς
θεοῦ† ἀκούωμεν καὶ σοφίαν φθεγγομένου, περὶ τῆς ἐπουρανίου πόλεως καὶ παντὸς
τοῦ τόπου τοῦ περιεκτικοῦ τῶν πόλεων τῆς ἁγίας γῆς νοητέον τὰς γραφὰς
ἀπαγγέλλειν. τάχα γὰρ ὁ σωτὴρ ἐπ' ἐκείνας ἡμᾶς ἀνάγων τὰς πόλεις, τοῖς
εὐδοκιμήσασιν ἐν τῷ τὰς μνᾶς καλῶς ᾠκονομηκέναι ἐπιστασίαν δίδωσι ‘δέκα’ ἢ
‘πέντε πόλεων’.
9. Εἰ τοίνυν αἱ προφητεῖαι
αἱ περὶ Ἰουδαίας καὶ περὶ Ἱερουσαλὴμ καὶ Ἰσραὴλ καὶ Ἰούδα καὶ Ἰακώβ, μὴ
σαρκίνως ἡμῶν ἐκλαμβανόντων ταῦτα, μυστήρια τοιάδε τινὰ ὑποβάλλουσιν, ἀκόλουθον
ἂν εἴη καὶ τὰς προφητείας τὰς περὶ Αἰγύπτου καὶ Αἰγυπτίων καὶ Βαβυλῶνος καὶ
Βαβυλωνίων καὶ Τύρου καὶ Τυρίων καὶ Σιδῶνος καὶ Σιδωνίων ἢ τῶν λοιπῶν ἐθνῶν, μὴ
μόνον περὶ τῶν σωματικῶν τούτων Αἰγυπτίων καὶ Βαβυλωνίων καὶ Τυρίων καὶ
Σιδωνίων προφητεύειν. εἰ γὰρ Ἰσραηλῖται νοητοί, ἀκόλουθον καὶ Αἰγυπτίους εἶναι
νοητοὺς καὶ Βαβυλωνίους. οὐδὲ γὰρ πάνυ ἁρμόζει τὰ ἐν τῷ Ἰεζεκιὴλ λεγόμενα περὶ
Φαραὼ βασιλέως Αἰγύπτου <περὶ> ἀνθρώπου τινὸς ἄρξαντος ἢ ἄρξοντος τῆς
Αἰγύπτου λέγεσθαι, ὡς δῆλον ἔσται τοῖς παρατηρουμένοις. ὁμοίως τὰ περὶ τοῦ
ἄρχοντος Τύρου οὐ δύναται νοεῖσθαι περί τινος ἀνθρώπου ἄρξοντος τῆς Τύρου. καὶ
τὰ περὶ τοῦ Ναβουχοδονόσορ πολλαχοῦ λεγόμενα καὶ μάλιστα ἐν τῷ Ἡσαΐᾳ οὐχ οἷόν
τε ἐκλαβεῖν περὶ τοῦ ἀνθρώπου ἐκείνου· οὔτε γὰρ ‘ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ’, οὔτε
‘ἑωσφόρος’ ἦν, οὐδὲ ‘πρωῒ ἀνέτελλεν’ ἐπὶ τὴν γῆν ὁ Ναβουχοδονόσορ ὁ ἄνθρωπος.
οὐ μὴν οὐδὲ τὰ λεγόμενα ἐν τῷ Ἰεζεκιὴλ περὶ Αἰγύπτου, ὡς ‘τεσσαράκοντα ἔτεσιν
ἐρημωθησομένης’, ὥστε ‘πόδα ἀνθρώπου’ μὴ εὑρεθῆναι ἐκεῖ, καὶ ὡς ἐπὶ τοσοῦτον
πολεμηθησομένης ποτέ, ὥστε δι' ὅλης αὐτῆς τὸ αἷμα γενέσθαι μέχρι τῶν γονάτων,
νοῦν τις ἔχων ἐκλήψεται περὶ τῆς παρακειμένης Αἰγύπτου τοῖς τὰ σώματα ὑπὸ ἡλίου
μεμελανισμένοις Αἰθίοψι. <...>
10. Τάχα δὲ ὥσπερ οἱ
ἐντεῦθεν κατὰ τὸν κοινὸν θάνατον ἀποθνῄσκοντες ἐκ τῶν ἐνταῦθα πεπραγμένων
οἰκονομοῦνται, εἰ κριθεῖεν ἄξιοι τοῦ καλουμένου χωρίου ‘ᾅδου’, τόπων διαφόρων
τυγχάνειν κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων· οὕτως οἱ ἐκεῖθεν, ἵν' οὕτως εἴπω,
ἀποθνῄσκοντες εἰς τὸν ᾅδην τοῦτον καταβαίνουσι, κρινόμενοι ἄξιοι τῶν τοῦ παντὸς
περιγείου τόπου διαφόρων οἰκητηρίων βελτιόνων ἢ χειρόνων, καὶ παρὰ τοῖσδε ἢ
τοῖσδε τοῖς πατράσιν· ὡς δύνασθαί ποτε Ἰσραηλίτην πεσεῖν εἰς Σκύθας, καὶ
Αἰγύπτιον εἰς τὴν Ἰουδαίαν κατελθεῖν. πλὴν ὁ σωτὴρ συναγαγεῖν ἦλθε ‘τὰ πρόβατα
τὰ ἀπολωλότα οἴκου Ἰσραήλ’· καὶ πολλῶν ἀπὸ τοῦ Ἰσραὴλ μὴ εἰξάντων τῇ διδασκαλίᾳ
αὐτοῦ καὶ οἱ ἀπὸ τῶν ἐθνῶν καλοῦνται. <......>
11. <...> Κέκρυπται
δέ, ὡς ἡγούμεθα, ἐν ταῖς ἱστορίαις ταῦτα. καὶ γὰρ “ἡ βασιλεία τῶν οὐρανῶν ὁμοία
ἐστὶ θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν ὁ εὑρὼν ἔκρυψε καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ
ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον”. καὶ
ἐπιστήσωμεν εἰ μὴ τὸ βλεπόμενον τῆς γραφῆς καὶ τὸ ἐπιπόλαιον αὐτῆς καὶ
πρόχειρον ὁ πᾶς ἐστιν ‘ἀγρὸς’ πλήρης παντοδαπῶν τυγχάνων φυτῶν, τὰ δὲ ἐναποκείμενα
καὶ οὐ πᾶσιν ὁρώμενα ἀλλ' ὡσπερεὶ ὑπὸ τὰ βλεπόμενα φυτὰ κατορωρυγμένα ‘οἱ
θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι’, οὕστινας τὸ πνεῦμα διὰ τοῦ
Ἡσαΐου ‘σκοτεινοὺς καὶ ἀοράτους καὶ ἀποκρύφους’ καλεῖ, δεομένους, ἵν' εὑρεθῶσι,
θεοῦ τοῦ μόνου δυναμένου τὰς κρυπτούσας αὐτοὺς ‘χαλκᾶς πύλας συντρῖψαι’ καὶ
τοὺς ‘σιδηροῦς’ ἐπικειμένους ‘ταῖς θύραις μοχλοὺς συνθλάσαι’, ἵν' εὑρεθῇ πάντα
τὰ ἐν τῇ Γενέσει περὶ τῶν διαφόρων ἀληθινῶν ψυχῆς γενῶν καὶ οἱονεὶ σπερμάτων,
ἐγγύς που τοῦ Ἰσραὴλ ἢ πόρρω τυγχανόντων, καὶ ἡ ‘εἰς Αἴγυπτον κάθοδος τῶν
ἑβδομήκοντα ψυχῶν’, ὅπως ἐκεῖ γένωνται “ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει”.
ἀλλ' ἐπεὶ οὐ πάντες οἱ ἐξ αὐτῶν ‘φῶς’ εἰσι ‘τοῦ κόσμου’ (“οὐ γὰρ πάντες οἱ ἐξ
Ἰσραὴλ οὗτοι Ἰσραήλ”), γίνονται ἐκ τῶν ἑβδομήκοντα “καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ
χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος”.
|