Ομιλια ιϚ’I. Ὄρθρου δὲ ἐξιὼν ὁ Πέτρος καὶ ἐπιστὰς ἐπὶ τὸν συνήθη τοῦ διαλέγεσθαι τόπον ὄχλον πολὺν συνεστῶτα εἶδεν. καὶ ἅμα τῷ μέλλειν διαλέγεσθαι αὐτὸν εἰσῄει τις τῶν αὐτοῦ διακόνων λέγων· Σίμων ἀπὸ Ἀντιοχείας ἐληλυθώς, ἀπ’ αὐτῆς ἑσπέρας μαθὼν ὑποσχόμενόν σε τὸν περὶ μοναρχίας ποιεῖσθαι λόγον, ἕτοιμός ἐστιν μετὰ Ἀθηνοδώρου τοῦ Ἐπικουρείου διαλεγομένῳ σοι ἐπελθεῖν πρὸς τὸ ἀντιλέγειν δημοσίᾳ πᾶσιν τοῖς ὑπὸ σοῦ ὁπώσποτε ὑπὲρ μοναρχίας λεγομένοις λόγοις. ταῦτα τοῦ διακόνου λέγοντος, ἰδοὺ αὐτὸς εἰσῄει Σίμων μετὰ Ἀθηνοδώρου καὶ ἄλλων τινῶν ἑταίρων καὶ πρὸ τοῦ τι τὸν Πέτρον φθέγξασθαι αὐτὸς προλαβὼν ἔφη· II. Ἔμαθον ὡς ὑπέσχου ἐχθὲς τῷ Φαύστῳ εἰς τὴν σήμερον δεῖξαι, τῇ τάξει τὸν λόγον ποιούμενος καὶ ἀπ’ αὐτοῦ ἀρχόμενος τοῦ τῶν ὅλων δεσπότου, ὅτι αὐτὸν μόνον δεῖ λέγειν θεόν, ἄλλους δὲ μήτε λέγειν μήτε νομίζειν, ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως κολασθῆναι ἔχει. πρὸ πάντων δὲ ἀληθῶς καταπέπληγμαί σου τὴν ἀπόνοιαν ὅτι ἤλπισας εἰς τὴν σὴν βούλησιν μεταπεῖσαι ἄνδρα σοφὸν καὶ ταῦτα πρεσβύτην. ἀλλ’ οὐκ ἐπιτεύξει τῶν σῶν βουλευμάτων, ταύτῃ μᾶλλον παρόντος ἐμοῦ καὶ τοὺς ψευδεῖς σου διελέγχοντος λόγους· ἴσως γὰρ ἐμοῦ μὴ παρόντος ἠπατήθη ἂν ὁ σοφὸς γέρων, ἰδιώτης ὢν τῶν παρὰ Ἰουδαίοις δημοσίᾳ πεπιστωμένων βίβλων. καὶ τὸ νῦν τοὺς πολλοὺς ὑπερθήσομαι λόγους, ἵνα τῆς ὑποσχέσεώς σου τάχιον τὸν ἔλεγχον ποιήσωμαι. διὸ ἐφ’ ἡμῶν αὐτῶν τῶν τὰς γραφὰς εἰδότων ὃ ὑπέσχου λέγειν ἄρξαι. εἰ δὲ τὸν ἔλεγχον αἰδούμενος ἐφ’ ἡμῶν αὐτῶν τὴν ὑπόσχεσιν παραλιπεῖν θέλεις, αὐτάρκης καὶ οὕτως ἡ ἀπόδειξις ὅτι ψεύδῃ, καθότι ἐπὶ τῶν τὰς γραφὰς εἰδότων εἰπεῖν οὐκ ἐτόλμησας. καὶ νῦν δὲ τί σε ἀναμένω λέγειν, μέγιστον ἔχων μάρτυρα τῆς ὑποσχέσεώς σου τὸν παρεστῶτα γέροντα; καὶ ταῦτα εἰπὼν ἐμβλέψας τῷ πατρὶ ἔφη· Εἰπέ μοι, ἀνδρῶν πάντων τιμιώτατε, οὐχὶ οὗτος ὁ ἀνὴρ ὑπέσχετό σοι δεῖξαι σήμερον ὅτι εἷς ἐστιν θεὸς καὶ οὐ χρὴ ἕτερόν τινα λέγειν ἢ νομίζειν θεόν, ὁ δὲ παρὰ ταῦτα ποιῶν ὡς τὰ μέγιστα ἁμαρτάνων αἰωνίως κολασθῆναι ἔχει; ἢ γὰρ οὐκ ἀποκρίνῃ μοι; καὶ ὁ πατὴρ ἔφη· III. Καλῶς ἂν τὴν μαρτυρίαν παρ’ ἐμοῦ ἀπῄτεις, Σίμων, εἰ πρότερον ἠρνεῖτο ὁ Πέτρος· νῦν δὲ οὐκ αἰδεσθήσομαι λέγειν ἃ δεῖ λέγειν. οἶμαί σε ὀργῇ πεπρησμένον διαλεχθῆναι θέλειν, ὅπερ ἀνοίκειόν σοί τε ποιεῖν καὶ ἡμῖν τοιούτων ἐπακούειν, ὅτι μάχην ἐστὶν ἱστορῆσαι καὶ οὐ πρὸς ἀλήθειαν ὠφελεῖσθαι. καὶ νῦν ἐξ Ἑλληνικῆς παιδείας ὡς χρὴ τοὺς ζητοῦντας ποιεῖν εἰδὼς ὑπομνήσω. ἑκάτερος ὑμῶν τὸ ἑαυτοῦ δόγμα ἐκθέσθω, καὶ εἰς ἕτερον οἱ λόγοι γενέσθωσαν. ἐὰν δὲ Πέτρος μόνος ἐκθῆται τὸ ἑαυτοῦ φρόνημα, σὺ δὲ τὸ σὸν σιωπᾷς, ἐνδέχεταί τινα λόγον ὑπὸ σοῦ ῥηθέντα θλίβειν τὸ αὐτοῦ καὶ τὸ σὸν φρόνημα καὶ ἀμφοτέρους ὑμᾶς ὑπὸ τοῦ λόγου ἡττηθέντας μὴ φαίνεσθαι ἡττημένους, ἀλλὰ τὸν ἐκθέμενον τὸ φρόνημα, τὸν δὲ μὴ ἐκθέμενον ὁμοίως ἡττημένον μὴ πρόδηλον εἶναι, ἀλλὰ καὶ νενικηκέναι νομίζεσθαι. καὶ ὁ Σίμων ἀπεκρίνατο· Ποιήσω ὡς λέγεις, ἀθυμῶ δὲ μήπως ἤδη προειλημμένος αὐτοῦ τοῖς λόγοις οὐ φιλαλήθης ἔσῃ κριτής. IV. καὶ ὁ πατὴρ ἀπεκρίνατο· Μή με βιάζου ἀκρίτως συνθέσθαι σοι, ἵνα δόξω φιλαλήθης εἶναι κριτής· εἰ δὲ τἀληθῆ ἀκοῦσαι θέλεις, τῷ σῷ φρονήματι μᾶλλον προείλημμαι. καὶ ὁ Σίμων· Πῶς προείληψαι, οὐκ εἰδὼς ὃ φρονῶ; καὶ ὁ πατήρ· Τοῦτο ῥᾴδιόν ἐστιν εἰδέναι· καὶ πῶς, ἄκουσον. ἐλέγξειν ὑπέσχου Πέτρον ἕνα θεὸν λέγοντα εἶναι ὅτι ψεύδεται, ὁ δὲ ἕνα λέγοντα ψεύσματος ἐλέγξαι ἐπαγγελλόμενος πάντως εὔδηλον ὡς ἐκεῖνος ἀληθεύων τὸ αὐτὸ οὐ λέγει. εἰ γὰρ τῷ καταψευδομένῳ τὸ αὐτὸ λέγει, καὶ αὐτὸς ψεύδεται· εἰ δὲ τὰ ἐναντία λέγων ἀποδείκνυσιν, τότε ἀληθεύει. οὐκ ἄλλως οὖν τὸν ἕνα θεὸν εἶναι λέγοντα ψεύστην λέγεις, εἰ μήτι ἂν ὅτι πολλοὺς δοξάζεις θεούς. θεοὺς δὲ πολλοὺς εἶναι κἀγὼ λέγω. τὸ αὐτὸ οὖν σοι πρὸ τῆς ζητήσεως λέγων σοὶ μᾶλλον προείλημμαι. καὶ κατὰ τοῦτο ἀγωνιᾶν περὶ ἐμοῦ οὐκ ὀφείλεις, ἀλλὰ Πέτρος, ὅτι ἀκμὴν αὐτῷ τὰ ἐναντία φρονῶ, ὅσπερ μετὰ τὴν ὑμετέραν ζήτησιν ἐλπίζω φιλαλήθης ὢν κριτής, πρόληψιν ἀποδυσάμενος, τῷ ἐπικρατοῦντι συνθέσθαι λόγῳ. ταῦτα τοῦ πατρὸς εἰπόντος ἠρέμα βοή τις ἐπαίνου ἐκ τῶν ὄχλων ἐγένετο ἐπὶ τῷ οὕτως τὸν πατέρα διαλεχθῆναι. V. Καὶ ὁμῶς ὁ Πέτρος ἔφη· Ἐγὼ ὡς ὁ τῶν λόγων μεσίτης εἴρηκεν, ποιεῖν ἕτοιμός εἰμι, καὶ ἤδη ποτὲ πρὸ πάσης ἀναβολῆς τὸ ἐμὸν περὶ θεοῦ ἐκθήσομαι φρόνημα. κἀγὼ ἕνα θεὸν εἶναι λέγω, τὸν πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα. ἄλλον δὲ οὔτε λέγειν οὔτε νομίζειν ἔξεστιν. καὶ ὁ Σίμων· Ἐγὼ δέ φημι τὰς πεπιστευμένας γραφὰς παρὰ Ἰουδαίοις πολλοὺς λέγειν θεούς, καὶ μὴ χαλεπαίνειν ἐπὶ τούτῳ τὸν θεὸν τῷ αὐτὸν διὰ τῶν γραφῶν αὐτοῦ πολλοὺς θεοὺς εἰρηκέναι. VI. αὐτίκα γοῦν ἐν τῇ πρώτῃ φωνῇ τοῦ νόμου φαίνεται καὶ ἑαυτῷ αὐτοὺς ὁμοίους λέγων. οὕτως γὰρ γέγραπται ὡς ὅτι τῷ πρώτῳ ἀνθρώπῳ ἐντολὴν ἔχοντι παρὰ τοῦ θεοῦ ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγεῖν, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ φαγεῖν, ὁ ὄφις διὰ τῆς γυναικὸς ἐπὶ ὑποσχέσει τοῦ γενέσθαι αὐτοὺς θεοὺς φαγεῖν αὐτοὺς πείσας ἀναβλέψαι ἐποίησεν καὶ εἶθ’ οὕτως ὁ θεὸς ἀναβλέψασιν αὐτοῖς ἔφη· «Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν». ὁ μὲν οὖν ὄφις εἰπών· «Ἔσεσθε ὡς θεοί» ὡς ὄντων θεῶν εἰρηκὼς φαίνεται ταύτῃ μᾶλλον ᾗ καὶ θεὸς ἐπεμαρτύρησεν εἰπών· «Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν». οὕτως ὁ τοὺς πολλοὺς εἰπὼν ὄφις εἶναι θεοὺς οὐκ ἐψεύσατο. πάλιν τὸ γεγράφθαι· «Θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς» πολλοὺς σημαίνει θεούς, οὓς οὐδὲ κακολογεῖσθαι θέλει. ἀλλὰ καὶ ἄλλοθί που γέγραπται· «Εἰ ἐτόλμησεν θεὸς ἕτερος εἰσελθεῖν καὶ λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους ὡς ἐγὼ κύριος ὁ θεός». τῷ εἰπεῖν· «Εἰ ἐτόλμησεν θεὸς ἕτερος» ὡς ὄντων ἑτέρων εἴρηκεν. καὶ ἄλλοτε· «Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν <οὐκ ἐποίησαν, ἀπολέσθωσαν» ὡς τῶν> μὴ πεποιηκότων ἀπόλλυσθαι μελλόντων. καὶ ἄλλῃ που λέγει· «Ἔπεχε σεαυτῷ, μὴ πορευθεὶς λατρεύσῃς θεοῖς ἑτέροις, οἷς οὐκ ᾔδεισαν οἱ πατέρες σου», ὡς ὄντων θεῶν ἑτέρων, οἷς καὶ μὴ ἐξακολουθεῖν αὐτοὺς λέγει. καὶ πάλιν· «Ὀνόματα θεῶν ἑτέρων οὐκ ἀναβήσεται ἐπὶ τῶν χειλέων σου». καὶ ἐνταῦθα πολλοὺς θεοὺς λέγει, ὧν τὰ ὀνόματα ὀνομάζεσθαι οὐ θέλει. καὶ πάλιν γέγραπται· «Κύριος ὁ θεός σου, οὗτος θεὸς τῶν θεῶν». καὶ πάλιν· «Τίς ὅμοιός σοι, κύριε, ἐν θεοῖς;» καὶ πάλιν· «Θεὸς θεῶν κύριος». καὶ πάλιν· «Ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει». ὅθεν θαυμάζω πῶς τοσούτων φωνῶν ἐγγράφως μαρτυρουσῶν πολλοὺς εἶναι θεούς, σὺ διαβεβαιοῦσαι μὴ δεῖν μήτε λέγειν μήτε εἶναι νομίζειν. λοιπὸν πρὸς τὰ σαφῶς ῥηθέντα εἴ τι ἔχεις εἰπεῖν, ἐπὶ πάντων λέγε. VII. Καὶ ὁ Πέτρος ἔφη· Συντομώτερον ἄκουε πρὸς ἃ εἴρηκας. αὐτὸς ὁ νόμος ὁ πολλάκις εἰπὼν θεοὺς αὐτὸς τῷ Ἰουδαίῳ ὄχλῳ λέγει· «Ἰδοὺ κυρίου τοῦ θεοῦ σου ὁ οὐρανὸς τοῦ οὐρανοῦ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς», συνπεριλαβὼν ὅτι, εἰ καί εἰσιν θεοί, ὑπ’ αὐτόν εἰσιν, τουτέστιν ὑπὸ τὸν Ἰουδαίων θεόν. καὶ πάλιν· «Ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐν τῇ γῇ κάτω, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ». καὶ ἄλλῃ που λέγει ἡ γραφὴ τῷ Ἰουδαίων ὄχλῳ· «Κύριος ὁ θεός σου, οὗτος θεὸς τῶν θεῶν», ὥσπερ ὅτι, εἰ καί εἰσιν θεοί, ὑπὸ τὸν Ἰουδαίων θεόν εἰσιν. καὶ ἄλλῃ που περὶ αὐτοῦ λέγει ἡ γραφή· «Ὁ θεὸς ὁ μέγας καὶ ἀληθινός, ὃς οὐ λαμβάνει πρόσωπον οὐδὲ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν ὀρφανῷ καὶ χήρᾳ». «μέγαν» δὲ καὶ «ἀληθινόν» καὶ «κρίσιν ποιοῦντα» τὸν Ἰουδαίων ἡ γραφὴ εἰποῦσα θεὸν τοὺς ἄλλους μικροὺς καὶ οὐκ ἀληθινοὺς ἐσήμανεν. ἀλλὰ καὶ ἄλλῃ που λέγει ἡ γραφή· «Ζῶ ἐγώ, λέγει κύριος, οὐκ ἔστιν θεὸς ἕτερος πλὴν ἐμοῦ. ἐγὼ πρῶτος, ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ θεὸς οὐκ ἔστιν». καὶ πάλιν· «Κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις». καὶ πάλιν· «Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ὑμῶν κύριος εἷς ἐστιν». καὶ ὁμῶς πολλαὶ φωναὶ μεθ’ ὅρκου ἐπισφραγίζουσιν ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν θεός. ὅθεν θαυμάζω πῶς τοσούτων μαρτυρουσῶν φωνῶν ἕνα εἶναι θεόν, σὺ πολλοὺς εἶναι λέγεις. VIII. Καὶ ὁ Σίμων· Ὁ λόγος τὴν ἀρχὴν ἦν μοι πρὸς σὲ ἀπὸ γραφῶν ἐλέγξαι σε ὅτι ψεύδῃ λέγων μὴ πολλοὺς δεῖν φθέγγεσθαι θεούς. ὅθεν πολλὰς ἐγγράφους ἔδειξα φωνὰς ὅτι αὐταὶ αἱ θεῖαι γραφαὶ πολλοὺς φθέγγονται θεούς. καὶ ὁ Πέτρος· Αὐταὶ αἱ πολλοὺς φθεγγόμεναι θεοὺς γραφαί, αὐταὶ παρῄνεσαν ἡμῖν εἰποῦσαι· «Ὀνόματα θεῶν ἑτέρων οὐκ ἀναβήσεται ἐπὶ τῶν χειλέων σου». οὕτως οὐ παρὰ τὸ γεγραμμένον ἔφην, ὦ Σίμων. καὶ ὁ Σίμων· Ἄκουσον πρὸς αὐτὸ καὶ σύ, ὦ Πέτρε. ἁμαρτάνειν μοι δοκεῖς ὅτι αὐτῶν καταλέγεις, τῆς γραφῆς λεγούσης· «Οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς». καὶ ὁ Πέτρος· Οὐχ ἁμαρτάνω, Σίμων, ἀκολούθως ταῖς γραφαῖς τὴν ἀπώλειαν αὐτῶν προσημαίνων· οὕτω γὰρ γέγραπται· «Θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν», καὶ τοῦτο εἰπὼν οὐχ ὡς ἐνίων πεποιηκότων καὶ μὴ ἀπολλυμένων, ὡς ἡρμήνευσας. δηλοῦται γὰρ εἷς ὁ πεποιηκὼς τῷ ἀπ’ ἀρχῆς γεγράφθαι· «Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». καὶ οὐκ εἶπεν· «Οἱ θεοί». καὶ ἄλλῃ που λέγει· «Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα». καὶ ἐν ἑτέρῳ τόπῳ γέγραπται· «Οἱ οὐρανοὶ αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς εἰς τὸν αἰῶνα». IX. καὶ ὁ Σίμων ἔφη· Πρὸς τὸ ἐμὲ δεῖξαι πολλοὺς εἶναι θεοὺς ἀπὸ τῶν γραφῶν φωνὰς σαφεῖς παρέστησα, σὺ δὲ τοσαύτας ἢ καὶ πλείονας φωνὰς ἀπὸ τῶν αὐτῶν γραφῶν ἐνήνοχας, δεικνύων ὅτι εἷς ἐστιν θεὸς καὶ οὗτος Ἰουδαίων. καὶ πρὸς τὸ εἰπεῖν με· «Οὐ δεῖ κακολογεῖν θεούς» ἐπήγαγες πρὸς <τοῦτο> τὸ δεῖξαι ὅτι εἷς ἐστιν ὁ πεποιηκώς, ὅτι οἱ μὴ πεποιηκότες ἀπολέσθαι ἔχουσιν. πρὸς δὲ τὸ εἰπεῖν με ὅτι δεῖ θεοὺς λέγειν, καθὸ καὶ αἱ γραφαὶ αὐτοὺς λέγουσιν, καὶ πρὸς τοῦτο ἔδειξας ὅτι μὴ δεῖ αὐτῶν ὀνόματα φθέγγεσθαι, τῷ τὴν αὐτὴν γραφὴν εἰπεῖν ὀνόματα θεῶν ἑτέρων μὴ φθέγγεσθαι. ἐπεὶ οὖν αὐταὶ αἱ γραφαὶ πολλοὺς λέγουσιν εἶναι θεοὺς καὶ ἄλλοτε ἕνα μόνον εἶναι – καὶ ὁτὲ μὲν μὴ κακολογεῖσθαι, ὁτὲ δὲ κακολογεῖσθαι – , πρὸς τοῦτο τί δεῖ λογίσασθαι ἢ ὅτι αὐταὶ ἡμᾶς αἱ γραφαὶ πλανῶσιν; X. καὶ ὁ Πέτρος ἔφη· Οὐ πλανῶσιν, ἀλλ’ ἐλέγχουσιν καὶ εἰς φανερὸν ἄγουσιν τὴν ἐν ἑκάστῳ κατὰ τοῦ θεοῦ ἐνδομυχοῦσαν ὥσπερ ὄφεως κακὴν προαίρεσιν. πολλοῖς γὰρ καὶ διαφόροις τύποις ἐοικυῖαι πρόκεινται. ἕκαστος οὖν κηρῷ ἐοικυῖαν τὴν αὑτοῦ προαίρεσιν ἔχων, περιβλεψάμενος αὐτὰς καὶ πάντα εὑρὼν ἐν αὐταῖς, ὁποῖον θεὸν εἶναι θέλει, τήν (ὡς ἔφην) κηρῷ ἐοικυῖαν προαίρεσιν ἐπιβαλὼν ἀπομάσσεται. ἐπεὶ οὖν ὅτι ἂν βούληταί τις περὶ θεοῦ φρονεῖν, ἐν αὐταῖς εὑρίσκει, τούτου χάριν ὁ μὲν πολλῶν θεῶν ἰδέας ἀπομάσσεται ἀπ’ αὐτῶν, καὶ ἡμεῖς τὴν τοῦ ὄντως <ὄντος> ἀπεμαξάμεθα ἰδέαν, ἐκ τῆς ἡμετέρας μορφῆς τὸν ἀληθῆ ἐπιγνόντες τύπον. ἀλλὰ καὶ ἡ ἔνδοθεν ἡμῶν ψυχὴ τὴν αὐτοῦ εἰκόνα πρὸς ἀθανασίαν ἠμφίεσται. ταύτης τὸν γεννήτορα ἐὰν καταλίπω, δικαίᾳ κρίσει καὶ αὐτή με καταλιπεῖν ἔχει (αὐτῷ τῷ τολμήματι γνωρίσασα ἄδικον) καὶ ὡς ἀπὸ δικαίου δικαίως καταλείψει με, καὶ οὕτως τὴν ψυχὴν μετὰ κόλασιν, τῆς ἀπ’ αὐτῆς ἀπολειφθείσης βοηθείας, φθαρήσομαι. εἰ δὲ ἔστιν ἕτερος, πρῶτον ἐνδυσάτω ἑτέραν ἰδέαν, ἑτέραν μορφήν, ἵνα διὰ τῆς τοῦ σώματος καινῆς μορφῆς τὸν καινὸν ἐπιγνῶ θεόν. εἰ δὲ καὶ τὴν μορφὴν ἀλλάξει, μήτι καὶ τῆς ψυχῆς τὴν οὐσίαν; εἰ δὲ καὶ ἀλλάξει, οὐκέτι ἐγώ εἰμι, ἄλλος γενόμενος καὶ μορφῇ καὶ οὐσίᾳ. ἄλλους οὖν πλαττέτω, εἰ ἄλλος ἐστίν. οὐκ ἔστιν δέ. εἰ δὲ ἦν, ἔπλασεν ἄν. ἐπεὶ οὖν οὐκ ἔπλασεν, ὡς οὐκ ὢν τὸν ὄντα τῷ ὄντι καταλιπέτω. οὐδεὶς γὰρ ἔστιν ἢ μόνῃ γνώμῃ Σίμωνος. ἐγὼ ἄλλον θεὸν οὐ παραδέχομαι πλὴν τὸν κτίσαντά με μόνον. XI. καὶ ὁ Σίμων· Ἐπεὶ πυκνότερόν σε ὁρῶ τὸν λόγον ποιούμενον ὑπὲρ τοῦ πλάσαντός σε θεοῦ, μάθε παρ’ ἐμοῦ πῶς καὶ εἰς αὐτὸν ἀσεβεῖς. οἱ πλάσαντες δύο φαίνονται ὡς ἡ γραφὴ λέγει· XII. «Καὶ εἶπεν ὁ θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν». τὸ «ποιήσωμεν» δύο σημαίνει ἢ πλείονας, πλὴν οὐχ ἕνα. καὶ ὁ Πέτρος ἀπεκρίνατο· Εἷς ἐστιν ὁ τῇ αὐτοῦ σοφίᾳ εἰπών· «Ποιήσωμεν ἄνθρωπον». ἡ δὲ σοφία, ᾗ ὥσπερ ἰδίῳ πνεύματι αὐτὸς ἀεὶ συνέχαιρεν, ἥνωται μὲν ὡς ψυχὴ τῷ θεῷ, ἐκτείνεται δὲ ἀπ’ αὐτοῦ ὡς χείρ, δημιουργοῦσα τὸ πᾶν. διὰ τοῦτο δὲ καὶ εἷς ἄνθρωπος ἐγένετο, ἀπ’ αὐτοῦ δὲ προῆλθεν καὶ τὸ θῆλυ. καὶ μονὰς οὖσα τῷ γένει δυάς ἐστιν. κατὰ γὰρ ἔκτασιν καὶ συστολὴν ἡ μονὰς δυὰς εἶναι νομίζεται. ὥστε ἑνὶ θεῷ ὡς γονεῦσιν ὀρθῶς ποιῶ τὴν πᾶσαν προσαναφέρων τιμήν. καὶ ὁ Σίμων ἔφη· Τί δέ; εἰ καὶ αἱ γραφαὶ ἑτέρους θεοὺς λέγουσιν, οὐ παραδέξει; XIII. Καὶ ὁ Πέτρος ἀπεκρίνατο· Εἴτε αἱ γραφαὶ εἴτε προφῆται θεοὺς λέγουσιν, εἰς πειρασμὸν τῶν ἀκουόντων λέγουσιν. οὕτω γὰρ γέγραπται· «Ἐὰν ἀναστῇ ἐν σοὶ προφήτης, διδούς σοι σημεῖα καὶ τέρατα, καὶ ἔλθῃ τό τε σημεῖον ἐκεῖνο καὶ τὸ τέρας, ἐρεῖ δέ σοι· Πορευθέντες λατρεύσωμεν θεοῖς ἑτέροις, οἷς οὐκ ᾔδεισαν οἱ πατέρες σου, οὐκ ἀκούσεσθε τοῦ προφήτου ἐκείνου· ἐν πρώτοις ἔστωσαν αἱ χεῖρές σου λιθοβολῆσαι αὐτόν. ἐπείρασεν γάρ σε ἀποστῆναι ἀπὸ κυρίου τοῦ θεοῦ σου. ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Πῶς ἐποίησεν τὸ σημεῖον ἐκεῖνο ἢ τὸ τέρας, γινώσκων γνώσῃ ὅτι ὁ πειράζων ἐπείραζεν ἰδεῖν εἰ φοβῇ κύριον τὸν θεόν σου». ὅτι δὲ ὁ πειράζων ἐπείραζεν, εἴρητο, ἑτέρως δὲ μετὰ τὴν εἰς Βαβυλῶνα μετοικεσίαν φαίνεται. οὐ γὰρ ἂν ὁ τὰ πάντα γινώσκων θεός (ὡς ἐκ πολλῶν ἔστιν δεῖξαι) ἐπείραζεν, ἵνα γνῷ αὐτός, ὁ τὰ πάντα προγινώσκων. εἰ δὲ βούλει, περὶ τούτου τὸν λόγον ποιησώμεθα, καὶ δείξω προγινώσκοντα τὸν θεόν. τὸ δὲ ἀγνοεῖν αὐτὸν ψεῦσμα ὂν καὶ τοῦτο πρὸς πειρασμὸν γραφὲν ἀποδέδεικται. οὕτως ἡμεῖς, ὦ Σίμων, οὔτε ἀπὸ γραφῶν οὔτε ὑφ’ ἑτέρου τινὸς σκανδαλισθῆναι δυνάμεθα οὔτε πολλοὺς θεοὺς ἀποδέξασθαι ἀπατώμεθα οὐδὲ λόγῳ τινὶ κατὰ τοῦ θεοῦ λεγομένῳ συντιθέμεθα. XIV. ἴσμεν γὰρ καὶ αὐτοὶ ἀπὸ τῶν γραφῶν ἀγγέλους θεοὺς λεχθέντας, λέγω δὲ ὡς ὁ ἐπὶ τῆς βάτου λαλήσας καὶ τῷ Ἰακὼβ παλαίσας, ἀλλὰ καὶ τὸν γεννώμενον Ἐμμανουὴλ [καὶ] τὸν λεγόμενον θεὸν ἰσχυρόν. ἀλλὰ μὴν καὶ Μωυσῆς θεὸς Φαραὼ ἐγενήθη, τῷ δὲ ὄντι ἄνθρωπος ἦν. ἔτι δὲ καὶ τὰ εἴδωλα τῶν ἐθνῶν. ἡμῖν δὲ εἷς θεός, εἷς ὁ τὰς κτίσεις πεποιηκὼς καὶ διακοσμήσας τὰ πάντα, οὗ καὶ ὁ Χριστὸς υἱός, ᾧ πειθόμενοι ἀπὸ τῶν γραφῶν τὰ ψευδῆ ἐπιγινώσκομεν. ἔτι δὲ καὶ ἐκ πατέρων ἐφοδιαζόμενοι τῶν γραφῶν τὰ ἀληθῆ ἕνα μόνον οἴδαμεν τὸν πεποιηκότα τούς τε οὐρανοὺς καὶ τὴν γῆν, θεὸν Ἰουδαίων καὶ πάντων τῶν σέβειν αὐτὸν αἱρουμένων. τοῦτον καὶ θεοφιλεῖ λογισμῷ ἀληθῆ δογματίσαντες οἱ πατέρες παρέδοσαν ἡμῖν, ἵνα εἰδῶμεν ὅτι, εἴ τι κατὰ τοῦ θεοῦ λέγεται, ψεῦδός ἐστιν. ἀλλὰ καὶ ὑπερβαλλόντως τι ἐρῶ· Εἰ τοῦτο οὕτως ὡς ἔφην οὐκ ἔχει, ἐμοὶ γένοιτο καὶ τοῖς τἀληθὲς ἀγαπῶσιν περὶ εὐφημίας τοῦ πεποιηκότος ἡμᾶς θεοῦ κινδυνεύειν. XV. Ταῦτα ὁ Σίμων ἀκούσας ἔφη· Ἐπειδὴ καὶ τῷ τὰ σημεῖα καὶ τέρατα διδόντι προφήτῃ, ἄλλον δὲ θεὸν λέγοντι φὴς μὴ δεῖν πιστεύειν μετὰ τοῦ εἰδέναι ὅτι καὶ θάνατον ὀφείλει, οὐκοῦν καὶ ὁ διδάσκαλός σου σημεῖα καὶ τέρατα δεδωκὼς εὐλόγως ἀνῃρέθη. καὶ ὁ Πέτρος ἀπεκρίθη· Ὁ κύριος ἡμῶν οὔτε θεοὺς εἶναι ἐφθέγξατο παρὰ τὸν κτίσαντα τὰ πάντα οὔτε ἑαυτὸν θεὸν εἶναι ἀνηγόρευσεν, υἱὸν δὲ θεοῦ τοῦ τὰ πάντα διακοσμήσαντος τὸν εἰπόντα αὐτὸν εὐλόγως ἐμακάρισεν. καὶ ὁ Σίμων ἀπεκρίνατο· Οὐ δοκεῖ σοι οὖν τὸν ἀπὸ θεοῦ θεὸν εἶναι; καὶ ὁ Πέτρος ἔφη· Πῶς τοῦτο εἶναι δύναται, φράσον ἡμῖν. τοῦτο γὰρ ἡμεῖς εἰπεῖν σοι οὐ δυνάμεθα, ὅτι μὴ ἠκούσαμεν παρ’ αὐτοῦ. XVI. πρὸς τούτοις δὲ τοῦ πατρὸς τὸ μὴ γεγεννῆσθαί ἐστιν, υἱοῦ δὲ τὸ γεγεννῆσθαι· γεννητὸν δὲ ἀγεννήτῳ ἢ καὶ αὐτογεννήτῳ οὐ συνκρίνεται. καὶ ὁ Σίμων ἔφη· Εἰ καὶ τῇ γενέσει οὐ ταὐτόν ἐστιν; καὶ ὁ Πέτρος ἔφη· Ὁ μὴ κατὰ πάντα τὸ αὐτὸ ὤν τινι τὰς αὐτὰς αὐτῷ πάσας ἔχειν προσωνυμίας οὐ δύναται. καὶ ὁ Σίμων· Τοῦτο λέγειν ἐστίν, οὐκ ἀποδεικνύειν. καὶ ὁ Πέτρος· Διὰ τί οὐ νοεῖς ὅτι τὸ μὲν αὐτογέννητον τυγχάνει ἢ καὶ ἀγέννητον, τὸ δὲ γεννητὸν ὂν τὰ αὐτὰ λέγεσθαι οὐ δύναται, οὐδ’ ἂν τῆς αὐτῆς οὐσίας ὁ γεγεννημένος τῷ γεγεννηκότι ... ἀλλὰ καὶ τοῦτο μάθε· τὰ ἀνθρώπων σώματα ψυχὰς ἔχει ἀθανάτους, τὴν τοῦ θεοῦ πνοὴν ἠμφιεσμένας. καὶ ἐκ τοῦ θεοῦ προελθοῦσαι τῆς μὲν αὐτῆς οὐσίας εἰσίν, θεοὶ δὲ οὔκ εἰσιν. εἰ δὲ θεοί εἰσι, τούτῳ τῷ λόγῳ πάντων ἀνθρώπων (τῶν τε ἀποθανόντων καὶ ζώντων καὶ γεννηθησομένων) αἱ ψυχαὶ θεοὶ τυγχάνουσιν. εἰ δὲ προσφιλονεικῶν μοι ἐρεῖς καὶ αὐτὰς θεοὺς εἶναι, καὶ τί τοῦτο ἔτι μέγα καὶ Χριστῷ, τὸ θεῷ λέγεσθαι; τοῦτο γὰρ ἔχει, ὃ καὶ πάντες ἔχουσιν. XVII. ἡμεῖς θεὸν λέγομεν, οὗ ἐστιν ἴδιον τὸ ἄλλῳ προσεῖναι μὴ δυνάμενον. ὥσπερ γὰρ ἄπειρος ὢν πανταχόθεν διὰ τοῦτο λέγεται ἀπέραντος, καὶ ἀνάγκη πᾶσα, ἑτέρου μὴ δυναμένου ὡσαύτως ἀπείρου εἶναι, μὴ εἶναι δυῶν τὸ καλεῖσθαι ἀπέραντος (εἰ δέ τις λέγει δυνατὸν εἶναι, ψεύδεται· δύο γὰρ πανταχόθεν ἄπειρα συνυπάρχειν οὐ δύναται· περαιοῦται γὰρ τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου), οὕτως φύσις ἐστὶν ἓν εἶναι τὸ ἀγέννητον. εἰ δὲ ἐν σχήματί ἐστιν, καὶ οὕτως ἕν ἐστιν τὸ ἀσύγκριτον. διὰ τοῦτο καὶ ὕψιστος λέγεται, ὅτι πάντων ἀνώτερος ὢν τὰ πάντα αὑτῷ ὑποκείμενα ἔχει. XVIII. Καὶ ὁ Σίμων· Μὴ γὰρ τοῦτό ἐστιν αὐτοῦ ἀπόρρητον ὄνομα, τὸ «θεός», ὅπερ πάντες λέγουσιν, ὅτι τοσοῦτον καὶ περὶ ὀνόματος διισχυρίζῃ, ἵνα μὴ ἄλλῳ δοθῇ; καὶ ὁ Πέτρος ἔφη· Ἐπίσταμαι ὅτι τοῦτο οὐκ ἔστιν αὐτῷ τὸ ἀπόρρητον ὄνομα, ἀλλὰ τὸ κατὰ συνθήκην ἀνθρώπων λεγόμενον, ὅπερ εἰ ἑτέρῳ δώσεις, καὶ τὸ μὴ λεγόμενον ἑτέρῳ προσάψεις, τῷ τῆς προαιρέσεως λόγῳ. τὸ λεγόμενον ὄνομα τοῦ μὴ λεγομένου πρόοδός ἐστιν. τούτῳ τῷ λόγῳ ἡ ὕβρις καὶ εἰς τὸ μήπω ῥηθὲν λογίζεται, ᾧ λόγῳ ἡ πρὸς τὸ ἐγνωσμένον τιμὴ εἰς τὸ μήπω ἐγνωσμένον ἀναφέρεται. XIX. καὶ ὁ Σίμων ἔφη· Ἤθελον εἰδέναι, Πέτρε, εἰ ἀληθῶς πιστεύεις ὅτι ἡ ἀνθρώπου μορφὴ πρὸς τὴν ἐκείνου μορφὴν διατετύπωται. καὶ ὁ Πέτρος· Ἀληθῶς, ὦ Σίμων, οὕτως ἔχειν πεπληροφόρημαι. καὶ ὁ Σίμων· Πῶς θάνατος τὸ σῶμα λύειν δύναται, σφραγῖδι μεγίστῃ διατετυπωμένον; καὶ ὁ Πέτρος· Θεοῦ δικαίου ἐστὶν μορφή. ἐπὰν οὖν ἀδικεῖν ἄρξηται, ἡ ἐν αὐτῷ ἰδέα φεύγει, καὶ οὕτως τὸ σῶμα λύεται, ἵνα ἡ μορφὴ ἀφανὴς γένηται, ὅπως μὴ δικαίου θεοῦ μορφὴν ἄδικον ἔχῃ σῶμα. ἡ μέντοι λύσις οὐ περὶ τὴν σφραγῖδα γίνεται, ἀλλὰ περὶ τὸ σφραγισθὲν σῶμα. ἄνευ δὲ τοῦ σφραγίσαντος τὸ σφραγισθὲν οὐ λύεται. οὕτως ἄνευ κρίσεως οὐδὲ τὸ ἀποθανεῖν ἔξεστιν. καὶ ὁ Σίμων· Τίς οὖν ἀνάγκη ἦν τὴν τοιούτου μορφὴν τῷ ἀπὸ γῆς ἐγερθέντι δοῦναι ἀνθρώπῳ; καὶ ὁ Πέτρος· Διὰ τὴν τοῦ πεποιηκότος θεοῦ φιλανθρωπίαν γέγονεν. ἐπεὶ γὰρ τῷ κατ’ οὐσίαν λόγῳ πάντα κρείττονα τυγχάνει τῆς ἀνθρώπου σαρκός, λέγω δὲ τὸν αἰθέρα, τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέρας, τὸν ἀέρα, τὸ ὕδωρ, τὸ πῦρ, ἑνὶ λόγῳ καὶ τὰ λοιπὰ πάντα, ἅτινα εἰς ὑπηρεσίαν ἀνθρώπου γενόμενα καὶ κατ’ οὐσίαν κρείττονα ὄντα ἡδέως ὑπομένει δουλεύειν τῷ κατ’ οὐσίαν χείρονι διὰ τὴν τοῦ κρείττονος μορφήν (ὡς γὰρ οἱ πήλινον ἀνδριάντα βασιλέως τιμῶντες τὴν τιμὴν ἀναφερομένην ἔχουσιν εἰς ἐκεῖνον, οὗπερ ὁ πηλὸς τὴν μορφὴν τυγχάνει ἔχων, οὕτως καὶ ἡ πᾶσα κτίσις τῷ ἀπὸ γῆς γενομένῳ ἀνθρώπῳ χαίρουσα δουλεύει, εἰς τὴν ἐκείνου ἀφορῶσα τιμήν), XX. ἰδὲ οἵῳ θεῷ, Σίμων, ἀχαριστεῖν ἡμᾶς πεῖσαι θέλεις· καὶ βαστάζει σε ἡ γῆ, ἴσως δὲ ἰδεῖν βουλομένη τίς σοι τὰ ὅμοια φρονεῖν τολμήσοι. πρῶτος γὰρ ἐτόλμησας, ὃ μηδεὶς ἐτόλμησεν· πρῶτος ἐφθέγξω, ἃ πρώτως ἠκούσαμεν. πρῶτοι καὶ μόνοι ἡμεῖς ἐπὶ τοιαύτῃ σου ἀσεβείᾳ τὴν ἄπειρον τοῦ θεοῦ μακροθυμίαν ἱστορήσαμεν καὶ οὐκ ἄλλου τινὸς ἢ τοῦ κτίσαντος τὸν κόσμον, εἰς ὃν ἀσεβεῖν ἐτόλμησας. καὶ χάσματα γῆς οὐκ ἐγενήθη καὶ πῦρ ἀπ’ οὐρανοῦ οὐ κατεπέμφθη καὶ εἰς ἐμπρησμὸν ἀνδρῶν οὐκ ἐπεξῆλθεν καὶ ὑετὸς οὐκ ἐπεχέθη καὶ θηρῶν πλῆθος ἀπὸ δρυμῶν οὐκ ἐπέμφθη, καὶ ἐπ’ αὐτοὺς ἡμᾶς διὰ ἕνα ἁμαρτάνοντα ὡς ἐπὶ μοιχείας πνευματικῆς τῆς κατὰ σάρκα χείρονος ὑπαρχούσης ἡ θεοῦ ὀργὴ ὀλέθριος οὐκ ἤρξατο. οὐ γάρ ἐστιν ὁ τότε ἐπεξελθὼν τὰ ἁμαρτήματα οὐρανοῦ καὶ γῆς κτίστης θεός; ἐπεὶ καὶ νῦν τὰ μέγιστα βλασφημούμενος τὰ μέγιστα ἐπεξήρχετο. ἀλλὰ τοὐναντίον μακροθυμεῖ, εἰς μετάνοιαν καλεῖ, συντελοῦντα βέλη πρὸς συντέλειαν τῶν ἀσεβῶν ἐν τοῖς θησαυροῖς ἀποκείμενα ἔχων. ἅτινα ἐπαφήσει ὡς ζῷα ἔμψυχα, ὅταν ἀνταποδοῦναι κρίσιν τοῖς ἐχθροῖς αὐτοῦ προκαθεσθῇ. διὸ φοβηθῶμεν θεὸν δίκαιον, οὗ τὴν μορφὴν πρὸς τιμὴν τὸ ἀνθρώπου βαστάζει σῶμα. XXI. Ταῦτα τοῦ Πέτρου εἰπόντος ὁ Σίμων ἀπεκρίνατο· Ἐπειδὴ ὁρῶ σε σοφῶς αἰνισσόμενον [ὅτι] τὰ γεγραμμένα κατὰ τοῦ δημιουργοῦ [ἐν ταῖς βί]βλοις οὐκ ἀληθῆ τυγχάνει, αὔ[ριον ἀπὸ] τῶν τοῦ διδασκάλου σου λόγων δείξω τὸν δημιουργὸν μὴ ἀνώτατον λέγοντα εἶναι θεόν. καὶ ὁ Σίμων ταῦτα εἰπὼν ἐξῆλθεν. ὁ δὲ Πέτρος τοῖς παρεστῶσιν ὄχλοις ἔφη· Ὁ Σίμων κἂν μηδὲν ἕτερον περὶ θεοῦ βλάψαι ἡμᾶς δυνηθῇ, ἀλλ’ οὖν γε ἐμποδίζει ὑμῖν ἀκούειν τοὺς τὴν ψυχὴν δυναμένους καθαίρειν λόγους. ταῦτα τοῦ Πέτρου εἰπόντος πολὺς ψιθυρισμὸς ἐγένετο τῶν ὄχλων λεγόντων· Τίς δὲ ἀνάγκη ἐᾶν αὐτὸν ἐνταῦθα εἰσιόντα τὰς κατὰ τοῦ θεοῦ βλασφημίας λέγειν; καὶ ὁ Πέτρος ἀκούσας ἔφη· Γένοιτο μέχρι Σίμωνος ἀρκετὸν γενέσθαι τὸν κατὰ τοῦ θεοῦ πρὸς πειρασμὸν ἀνθρώπων λόγον. «Ἔσονται» γάρ, ὡς ὁ κύριος εἶπεν, «ψευδαπόστολοι, ψευδεῖς προφῆται, αἱρέσεις, φιλαρχίαι», αἵτινες ὡς στοχάζομαι ἀπὸ τοῦ τὸν θεὸν βλασφημοῦντος Σίμωνος τὴν ἀρχὴν λαβοῦσαι εἰς τὸ τὰ αὐτὰ τῷ Σίμωνι κατὰ τοῦ θεοῦ λέγειν συνεργήσουσιν. καὶ ταῦτα εἰπὼν μετὰ δακρύων τῇ χειρὶ προσεκαλεῖτο τοὺς ὄχλους, οἷς προσελθοῦσιν τὰς χεῖρας ἐπιτιθῶν καὶ εὐχόμενος ἀπέλυεν, λέγων ὀρθρίτερον συνέρχεσθαι. ταῦτα εἰπὼν καὶ στενάζων εἰσελθὼν οὔτε τροφῆς μεταλαβὼν ὕπνωσεν.
|