Ομιλια η’I. Εἰς δὲ τὴν Τρίπολιν εἰσιόντι τῷ Πέτρῳ οἱ φιλομαθέστεροι ἔκ τε τῆς Τύρου καὶ Σιδῶνος Βηρυτοῦ τε καὶ Βύβλου καὶ ἐκ τῶν πλησιοχώρων πολλοὶ συνεισῄεσαν. οὐχ ἥκιστα δὲ τῶν ἀπ’ αὐτῆς τῆς πόλεως ὄχλων συνδρομαὶ ἐγίνοντο ἱστορεῖν βουλομένων αὐτόν. συνετύγχανον οὖν ἡμῖν ἐν τοῖς προαστείοις οἱ ὑπ’ αὐτοῦ ἐκπεμφθέντες ἀδελφοὶ τά τε ἄλλα τὰ κατὰ τὴν πόλιν καὶ τὰ πραττόμενα τῷ Σίμωνι ἐξακριβῶσαι, ὅπως ἐλθόντες ὑφηγήσωνται. ἀποδεξάμενοι <...> αὐτὸν ἐπὶ τὴν Μαροόνου ἦγον οἰκίαν. II. ὁ δὲ ἐπ’ αὐτῷ τῷ τῆς ξενίας πυλῶνι ἤδη γεγονώς, ἐπιστραφεὶς τοῖς ὄχλοις ὑπέσχετο μετὰ τὴν ἐπιοῦσαν περὶ θεοσεβείας αὐτοῖς διαλεχθῆναι. εἰσελθόντος δὲ αὐτοῦ οἱ πρόοδοι τοῖς συνεληλυθόσιν ξενίας ηὐτρέπιζον. οὐκ ἀπελείποντο δὲ οὐδὲ οἱ ἀποδεχόμενοι καὶ ξενίζοντες τῆς τῶν ἀξιούντων προθυμίας. τούτων δὲ οὐδὲν εἰδὼς ὁ Πέτρος, ἀξιωθεὶς ὑφ’ ἡμῶν τροφῆς μεταλαβεῖν ἔφη μὴ μεταλήψεσθαι πρότερον αὐτός, πρὶν ἢ τοὺς συνεληλυθότας αὐτῷ διαναπαύσασθαι. ἀποκριναμένων δὲ ἡμῶν ὅτι· Ἔφθη τοῦθ’ οὕτως γεγενῆσθαι, προφάσει τῆς πρὸς σὲ στοργῆς σπουδῇ πάντας αὐτοὺς ὑποδεξαμένων, ὡς τοὺς μὴ ἐσχηκότας οὓς ξενίσουσιν ὑπερβαλλόντως λελυπῆσθαι, ὁ Πέτρος ἀκούσας καὶ ἡσθείς, τῆς ὀξείας φιλανθρωπίας εὐλογήσας αὐτοὺς ἐξῆλθεν καὶ θαλάσσῃ λουσάμενος εἰσελθὼν καὶ σιτίων σὺν τοῖς προόδοις μεταλαβὼν ἑσπέρας ἐπικαταλαβούσης ὕπνωσεν. III. ὑπὸ δὲ τὰς δευτέρας τῶν ἀλεκτρυόνων φωνὰς διυπνισθεὶς εὗρεν ἡμᾶς ἐγρηγορότας. ἦμεν δὲ σὺν αὐτῷ οἱ πάντες ἓξ καὶ δέκα, αὐτὸς ὁ Πέτρος κἀγὼ ὁ Κλήμης Νικήτης τε καὶ Ἀκύλας καὶ οἱ προοδεύσαντες δώδεκα. προσαγορεύσας οὖν ἡμᾶς ἔφη· Σήμερον τοῖς ἔξω μὴ σχολάζοντες ἀλλήλοις ἐσμὲν εὔσχολοι. διὸ ἐγὼ μὲν ὑμῖν τὰ μετὰ τὴν ἀπὸ Τύρου ἔξοδον γεγενημένα διηγήσομαι, ὑμεῖς δὲ ἐμοὶ τὰ ἐνταῦθα ὑπὸ τοῦ Σίμωνος πεπραγμένα καὶ ἀκριβέστερον ἐξηγήσασθε. ἀμειψαμένων οὖν ἀλλήλους ταῖς ἐν μέρει διηγήσεσιν εἰσῄει τις τῶν συνήθων ἀπαγγέλλων Πέτρῳ ὅτι· Σίμων μαθών σε ἐπιδημήσαντα τὴν ἐπὶ Συρίαν ὥρμησεν ὁδόν, οἱ δὲ ὄχλοι τὴν μίαν ταύτην νύκτα ὡς ἐνιαυτοῦ χρόνον ἡγησάμενοι καὶ ἀναμένειν τὴν δοθεῖσαν ὑπὸ σοῦ προθεσμίαν μὴ δυνάμενοι, πρὸ τῶν θυρῶν ἑστήκασιν κατὰ συστάσεις καὶ συλλόγους, ἀλλήλοις περὶ τῆς τοῦ Σίμωνος διαβολῆς διαλαλοῦντες ὅτι μετεωρίσας αὐτοὺς καὶ ἐπὶ πολλοῖς κακοῖς σε ἐλέγξειν ἐλθόντα ὑποσχόμενος, ἐπιδημήσαντα γνοὺς νύκτωρ ἔφυγεν· πλὴν ἐπιθυμοῦσιν αὐτοῖς ἀκοῦσαί σου οὐκ οἶδα πόθεν φήμη τις ἐπέπεσεν ὡς μέλλοντός σου σήμερον αὐτοῖς διαλέγεσθαι. ἵνα οὖν μὴ ἐπὶ πολὺ καμόντες ἀλόγως διαλύωνται, τί χρή σε ποιεῖν, αὐτὸς γινώσκεις. IV. Καὶ ὁ Πέτρος θαυμάσας τῶν ὄχλων τὴν σπουδὴν ἀπεκρίνατο· Ὁρᾶτε, ἀδελφοί, πῶς οἱ τοῦ κυρίου ἡμῶν λόγοι ἐμφανῶς τελοῦνται. μέμνημαι γὰρ αὐτοῦ εἰπόντος· «Πολλοὶ ἐλεύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, ἄρκτου τε καὶ μεσημβρίας, καὶ ἀνακλιθήσονται εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ». ἀλλὰ καὶ «πολλοί (φησίν) κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί». τὸ μὲν οὖν ἐλθεῖν αὐτοὺς κληθέντας πεπλήρωται. ἐπεὶ δὲ οὐκ αὐτῶν ἐστιν τοῦτο ἴδιον, ἀλλὰ τοῦ καλέσαντος αὐτοὺς θεοῦ καὶ ἐλθεῖν πεποιηκότος, ἐπὶ τούτῳ μόνῳ μισθὸν οὐκ ἔχουσιν, ὅτι μὴ αὐτῶν ἴδιον, ἀλλὰ τοῦ ἐνεργήσαντος. ἐὰν δὲ μετὰ τὸ κληθῆναι καλὰ πράξωσιν, ὅπερ ἐστὶν αὐτῶν ἴδιον, τότε ἐπὶ τούτῳ μισθὸν ἕξουσιν. V. οὐδὲ γὰρ Ἑβραῖοι Μωυσεῖ πιστεύοντες καὶ τὰ δι’ αὐτοῦ ῥηθέντα μὴ φυλάσσοντες σῴζονται, ἐὰν μὴ τὰ ῥηθέντα αὐτοῖς φυλάξωσιν. ὅτι καὶ τὸ Μωυσεῖ πιστεῦσαι αὐτοὺς οὐχὶ τῆς αὐτῶν βουλῆς γέγονεν, ἀλλὰ τοῦ θεοῦ τοῦ εἰρηκότος Μωυσεῖ· «Ἰδοὺ παραγίνομαι ἐγὼ πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰῶνα». ἐπεὶ οὖν Ἑβραίοις τε καὶ τοῖς ἀπὸ ἐθνῶν κεκλημένοις τὸ διδασκάλοις ἀληθείας πιστεῦσαι ἐκ θεοῦ γέγονεν, τῶν καλῶν πράξεων ἰδίᾳ κρίσει ἑκάστῳ ποιεῖν ἀπολελειμμένων, ὁ μισθὸς τοῖς εὖ πράσσουσιν δικαίως ἀποδίδοται. οὔτε γὰρ ἂν Μωυσέως οὔτε τῆς τοῦ Ἰησοῦ παρουσίας χρεία ἦν, εἴπερ ἀφ’ ἑαυτῶν τὸ εὔλογον νοεῖν ἐβούλοντο, οὐδὲ ἐν τῷ πιστεύειν διδασκάλοις καὶ κυρίους αὐτοὺς λέγειν ἡ σωτηρία γίνεται. VI. τούτου γὰρ ἕνεκεν ἀπὸ μὲν Ἑβραίων τὸν Μωυσῆν διδάσκαλον εἰληφότων καλύπτεται ὁ Ἰησοῦς, ἀπὸ δὲ τῶν Ἰησοῦ πεπιστευκότων ὁ Μωυσῆς ἀποκρύπτεται· μιᾶς γὰρ δι’ ἀμφοτέρων διδασκαλίας οὔσης τὸν τούτων τινὶ πεπιστευκότα ὁ θεὸς ἀποδέχεται. ἀλλὰ τὸ πιστεύειν διδασκάλῳ ἕνεκα τοῦ ποιεῖν τὰ ὑπὸ τοῦ θεοῦ λεγόμενα γίνεται. ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, αὐτὸς ὁ κύριος ἡμῶν λέγει· «Ἐξομολογοῦμαί σοι, πάτερ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν πρεσβυτέρων καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν». οὕτως αὐτὸς ὁ θεὸς τοῖς μὲν ἔκρυψεν διδάσκαλον ὡς προεγνωκόσιν ἃ δεῖ πράττειν, τοῖς δὲ ἀπεκάλυψεν ὡς ἀγνοοῦσιν ἃ χρὴ ποιεῖν. VII. οὔτε οὖν Ἑβραῖοι περὶ ἀγνοίας Ἰησοῦ καταδικάζονται διὰ τὸν κρύψαντα, ἐάν γε πράττοντες τὰ διὰ Μωυσέως ὃν ἠγνόησαν μὴ μισήσωσιν – οὔτ’ αὖ οἱ ἀπὸ ἐθνῶν ἀγνοήσαντες τὸν Μωυσῆν διὰ τὸν καλύψαντα καταδικάζονται, ἐάνπερ καὶ οὗτοι πράσσοντες τὰ διὰ τοῦ Ἰησοῦ ῥηθέντα μὴ μισήσωσιν ὃν ἠγνόησαν. καὶ οὐκ ἐν τῷ τοὺς διδασκάλους κυρίους καλεῖν, τὰ δὲ δούλων μὴ ποιεῖν ὠφελοῦνταί τινες. τούτου γὰρ ἕνεκεν ὁ Ἰησοῦς ἡμῶν πρός τινα πυκνότερον κύριον αὐτὸν λέγοντα, μηδὲν δὲ ποιοῦντα ὧν αὐτὸς προσέτασσεν ἔφη· «Τί με λέγεις· Κύριε, κύριε, καὶ οὐ ποιεῖς ἃ λέγω;» οὐ γὰρ ὠφελήσει τινὰ τὸ λέγειν, ἀλλὰ τὸ ποιεῖν. ἐκ παντὸς οὖν τρόπου καλῶν ἔργων χρεία, πλὴν εἴ τις καταξιωθείη τοὺς ἀμφοτέρους ἐπιγνῶναι ὡς μιᾶς διδασκαλίας ὑπ’ αὐτῶν κεκηρυγμένης, οὗτος ἀνὴρ ἐν θεῷ πλούσιος κατηρίθμηται, τά τε ἀρχαῖα νέα τῷ χρόνῳ καὶ τὰ καινὰ παλαιὰ ὄντα νενοηκώς. VIII. Ταῦτα τοῦ Πέτρου λέγοντος οἱ ὄχλοι ὥσπερ ὑπό τινος κληθέντες εἰσῄεσαν ἔνθα ὁ Πέτρος ἦν. ὁ δὲ τὸν πολὺν ὄχλον ἰδὼν ὥσπερ ποταμοῦ ἥσυχον ῥεῦμα πράως προσρέοντα, ἔφη τῷ Μαροόνῃ· Ποῦ σοι τόπος ἐνταῦθα μᾶλλον τοὺς ὄχλους χωρεῖν δυνάμενος; τοῦ δὲ Μαροόνου εἰς τὸν ὕπαιθρον κεκηπευμένον προάγοντος εἵποντο οἱ ὄχλοι. ὁ δὲ Πέτρος ἐπί τινος βάσεως ἀνδριάντος οὐ πάνυ ὑψηλῆς ἐπιστάς, ἅμα τῷ τὸν ὄχλον θεοσεβεῖ ἔθει προσαγορεῦσαι, εἰδὼς πολλοὺς ἐκ τῶν παρεστώτων ὄχλων ὑπὸ δαιμόνων τε καὶ πολλῶν παθῶν ἐκ πολλῶν χρόνων ἐνοχλουμένους, βρύχοντάς τε μετὰ οἰμωγῆς καὶ πίπτοντας μετὰ ἱκεσίας, ἐπιτιμήσας αὐτοῖς καὶ ἡσυχίαν ἔχειν προστάξας καὶ τὴν ἴασιν μετὰ τὸ διαλεχθῆναι ὑποσχόμενος τοῦ λέγειν ἤρξατο οὕτως· IX. Ἀρχόμενος τὸν ὑπὲρ θεοσεβείας λόγον ποιεῖσθαι τοῖς παντελῶς ἀγνοοῦσι τὰ πάντα καὶ ὑπὸ τῶν τοῦ ἀντικειμένου ἡμῖν Σίμωνος διαβολῶν ἐσπιλωμένοις τὸν νοῦν, ἀναγκαῖον ἡγησάμην πρῶτον ὑπὲρ τοῦ μὴ δεῖν μέμφεσθαι τὸν τὰ πάντα πεποιηκότα θεὸν τὸν λόγον ποιήσασθαι, οὐκ ἄλλοθεν ἀρχόμενος ἢ ἀπ’ αὐτῆς τῆς κατὰ πρόνοιαν ὑπ’ αὐτοῦ εὐκαίρως ὑποβληθείσης προφάσεως, ἵνα γνωσθῇ ὡς εὐλόγως οἱ πολλοὶ ὑπὸ πολλῶν δαιμόνων συνεσχέθησαν καὶ ὑπὸ ἀλλοκότων παθῶν κατελήφθησαν, ὅπως καὶ ἐν τούτῳ τὸ τοῦ θεοῦ δίκαιον φανῇ. καὶ οἱ δι’ ἄγνοιαν μεμφόμενοι αὐτὸν κἂν νῦν μαθόντες ὡς δεῖ φρονεῖν, δι’ εὐφημίας τε καὶ εὐποιίας τοῦ προτέρου ἐγκλήματος ἑαυτοὺς ἀνακαλέσονται, αἰτίαν τοῦ κακοῦ τολμήματος τὴν ἄγνοιαν εἰς τὴν συγγνώμην προθέμενοι. X. ἔχει δὲ οὕτως· τοῦ μόνου ἀγαθοῦ θεοῦ τὰ πάντα καλῶς πεποιηκότος καὶ παραδεδωκότος τῷ κατ’ εἰκόνα αὐτοῦ γενομένῳ ἀνθρώπῳ, ὁ γεγονὼς τῆς τοῦ πεποιηκότος αὐτὸν πνέων θειότητος, ἀληθὴς προφήτης ὢν καὶ εἰδὼς τὰ ὅλα, εἰς τιμὴν τοῦ πάντα αὐτῷ δωρησαμένου πατρὸς καὶ εἰς σωτηρίαν τῶν ἐξ αὐτοῦ γενομένων υἱῶν, ὡς πατὴρ γνήσιος πρὸς τοὺς ὑπ’ αὐτοῦ γενομένους παῖδας ἀποσῴζων τὸ εὔνουν, βουλόμενος αὐτοὺς πρὸς τὸ συμφέρον αὐτοῖς φιλεῖν θεὸν καὶ φιλεῖσθαι ὑπ’ αὐτοῦ, τὴν πρὸς φιλίαν αὐτοῦ ἄγουσαν ἐξέφηνεν ὁδόν, διδάξας ποίαις ἀνθρώπων πράξεσιν ὁ μόνος καὶ πάντων δεσπότης θεὸς εὐφραίνεται, καὶ τὰ ἐκείνῳ δοκοῦντα ἐκφήνας νόμον αἰώνιον ὥρισεν τοῖς ὅλοις, μήτε πολέμῳ ἐμπρησθῆναι δυνάμενον μήθ’ ὑπὸ ἀσεβοῦς τινος ὑπονοθευόμενον μήτε ἑνὶ τόπῳ ἀποκεκρυμμένον, ἀλλὰ πᾶσιν ἀναγνωσθῆναι δυνάμενον. ἦν οὖν αὐτοῖς ἐκ τῆς πειθαρχίας τοῦ νόμου πάντα ἄφθονα, τὰ τῶν καρπῶν κάλλιστα, τὰ τῶν ἐτῶν τέλεια καὶ ἄλυπα καὶ ἄνοσα, μετὰ πάσης τῆς τῶν ἀέρων εὐκρασίας ἀδεῶς δεδωρημένα. XI. οἱ δὲ ἐπεὶ μὴ πρῶτον τῶν κακῶν ἐπειράθησαν, πρὸς τὴν τῶν ἀγαθῶν δωρεὰν ἀναισθήτως ἔχοντες ὑπὸ τῆς ἀφθόνου τροφῆς καὶ τρυφῆς εἰς ἀχαριστίαν ἐξετρέποντο, ὡς νομίσαι αὐτοὺς μήδ’ εἶναι πρόνοιαν, ἐπεὶ μὴ πρότερον καμόντες ἐπὶ δικαιοσύνης ὡς μισθὸν τὰ ἀγαθὰ εἰλήφεσαν, ἅτε μηδενὸς αὐτῶν ἢ πάθει τινὶ ἢ νόσῳ ἢ ἄλλῃ τινὶ ἀνάγκῃ ὑποπεσόντος, ἵνα (ὡς ἀνθρώποις φίλον ἐστὶν ὑπὸ τῆς † κακῆς δι’ ἁμαρτίας κακωθεῖσιν) ἑαυτοῖς τὸν ἰᾶσθαι δυνάμενον περιβλέψωνται θεόν. ἀλλὰ γὰρ εὐθέως μετὰ τὴν ἐκ τῆς ἀφοβίας καὶ ἀδεοῦς τρυφῆς καταφρόνησιν ὥσπερ ἐξ ἁρμονίας τινὸς ἀκολούθως ἐφηρμοσμένης δικαία τις αὐτοῖς ἀπήντησεν τιμωρία, τὰ μὲν ἀγαθὰ ὡς βλάψαντα ἀπωθοῦσα, τὰ δὲ κακὰ ὡς ὠφελήσοντα ἀντεισφέρουσα. XII. Τῶν γὰρ τὸν οὐρανὸν ἐνοικούντων πνευμάτων οἱ τὴν κατωτάτω χώραν κατοικοῦντες ἄγγελοι, ἀχθεσθέντες ἐπὶ τῇ τῶν ἀνθρώπων εἰς θεὸν ἀχαριστίᾳ αἰτοῦνται εἰς τὸν ἀνθρώπων ἐλθεῖν βίον, ἵνα ὄντως ἄνθρωποι γενόμενοι, ἐπὶ πολιτείᾳ πλείονι τοὺς εἰς αὐτὸν ἀχαριστήσαντας ἐλέγξαντες αὐτόθι τῇ κατ’ ἀξίαν ἕκαστον ὑποβάλωσιν τιμωρίᾳ. ὁπότε οὖν αἰτήσαντες ἔλαβον, πρὸς πᾶσαν ἑαυτοὺς μετέβαλον φύσιν, ἅτε θειωδεστέρας ὄντες οὐσίας καὶ ῥᾳδίως πρὸς πάντα μετατρέπεσθαι δυνάμενοι. καὶ ἐγένοντο λίθος τίμιος καὶ μαργαρίτης περίβλεπτος πορφύρα τε εἰ τύχοι καλλίστη καὶ χρυσὸς ἔνδοξος καὶ πᾶσα πολυτίμιος ὕλη. καὶ τῶν μὲν εἰς χεῖρας, τῶν δὲ εἰς κόλπον ἐνέπιπτον καὶ ὑπὸ αὐτῶν ἑκόντες ἐκλέπτοντο, μετεβάλλοντο δὲ καὶ εἰς τετράποδα καὶ εἰς ἑρπετὰ νηκτά τε καὶ πτηνὰ καὶ εἰς πᾶν ὅπερ ἤθελον. ἅτινα καὶ οἱ παρ’ ὑμῖν ποιηταὶ ἀφοβίας αἰτίᾳ ὡς ἔτυχεν ᾄδουσιν, ἑνὶ τοίνυν τὰς πάντων πολλὰς καὶ διαφόρους πράξεις ἀπονέμοντες. XIII. πλὴν ὅτε ταῦτα γενόμενοι τοὺς διαρπάσαντας αὐτοὺς πλεονέκτας ἤλεγξαν καὶ εἰς τὴν ἀνθρώπων φύσιν ἑαυτοὺς μετέβαλον, ἵνα ὁσίως πολιτευσάμενοι καὶ τὸ δυνατὸν τοῦ πολιτεύεσθαι δείξαντες τοὺς ἀχαρίστους εὐθύναις ὑποβάλωσιν, ἐπειδὴ ὄντως τὰ πάντα ἄνθρωποι ἐγίνοντο καὶ τὴν ἐπιθυμίαν ἔσχον τὴν ἀνθρωπίνην, ὑπὸ ταύτης κρατούμενοι εἰς γυναικῶν μίξιν ὤλισθον, αἷς συμπλακέντες καὶ μιασμῷ παγέντες καὶ τῆς πρώτης δυνάμεως παντελῶς κενωθέντες τὰ ἐκ πυρὸς τραπέντα μέλη εἰς τὸ πρῶτον αὐτῶν τῆς ἰδίας φύσεως ἀμίαντον μετασυγκρῖναι οὐκ ἐξίσχυσαν. τῷ γὰρ βάρει τῷ ὑπὸ τῆς ἐπιθυμίας εἰς σάρκα τελευτήσαντος αὐτῶν τοῦ πυρός, τὴν ἀσεβοῦσαν ὥδευσαν ὁδὸν κάτω· σαρκὸς γὰρ αὐτοὶ δεσμοῖς πεπεδημένοι κατέσχηνται καὶ ἰσχυρῶς δέδενται, οὗ ἕνεκεν εἰς οὐρανοὺς ἀνελθεῖν οὐκέτι ἐδυνήθησαν. XIV. μετὰ γὰρ συνουσίαν, ὃ τὸ πρῶτον ἐγίνοντο ἀπαιτηθέντες καὶ παρασχεῖν μηκέτι δυνηθέντες, διὰ τὸ ἄλλο τι μετὰ μιασμὸν ἑαυτοὺς ποιῆσαι μὴ δύνασθαι ἀρέσκειν τε ταῖς ἐρωμέναις βουλόμενοι ἀνθ’ ἑαυτῶν τοὺς τῆς γῆς μυελοὺς ὑπέδειξαν, λέγω δὲ τὰ ἐκ μετάλλων ἄνθη, χρυσόν, χαλκόν, ἄργυρον, σίδηρον καὶ τὰ ὅμοια, σὺν τοῖς τιμιωτάτοις ἅπασιν λίθοις. σὺν τούτοις δὲ τοῖς μαγευθεῖσιν λίθοις καὶ τὰς τέχνας τῶν πρὸς ἕκαστα πραγμάτων παρέδοσαν καὶ μαγείας ὑπέδειξαν καὶ ἀστρονομίαν ἐδίδαξαν δυνάμεις τε ῥιζῶν καὶ ὅσα ποτὲ ὑπὸ ἀνθρωπίνης ἐννοίας εὑρεθῆναι ἀδύνατον, ἔτι δὲ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν ὁμοίων χύσιν τάς τε τῶν ἐσθήτων ποικίλας βαφάς. καὶ πάνθ’ ἁπλῶς, ὅσαπερ πρὸς κόσμου καὶ τέρψεώς ἐστι γυναικῶν, τῶν ἐν σαρκὶ δεθέντων δαιμόνων ἐστὶν εὑρέματα. XV. ἐκ δὲ τῆς νόθου μίξεως αὐτῶν ἄνθρωποι ἐγένοντο νόθοι, πολλῷ γε τῶν ἀνθρώπων κατὰ κορυφὴν μείζους, οὓς οἱ μετὰ ταῦτα γίγαντας ὠνόμασαν, οὐ δρακοντόποδες ὄντες καὶ πρὸς θεὸν πόλεμον ἀράμενοι, ὡς οἱ βλάσφημοι τῶν Ἑλλήνων ᾄδουσιν μῦθοι, ἀλλὰ θηριώδεις τὸν τρόπον καὶ μείζους μὲν ἀνθρώπων τὰ μεγέθη, ἐπείπερ ἐξ ἀγγέλων ἐγένοντο, ἀγγέλων δὲ ἐλάττους, ἐπείπερ ἐκ γυναικῶν γεγέννηντο. ὁ οὖν θεὸς εἰδὼς αὐτοὺς πρὸς τὸ θηριῶδες ἐξηγριωμένους καὶ πρὸς τὴν ἑαυτῶν πλησμονὴν τὸν κόσμον οὐκ ἔχοντας αὐτάρκη (πρὸς γὰρ ἀνθρώπων ἀναλογίαν ἐδημιουργήθη καὶ χρῆσιν ἀνθρωπίνην), ἵνα μὴ ἐνδείᾳ τροφῆς ἐπὶ τὴν παρὰ φύσιν τῶν ζῴων βορὰν τρεπόμενοι ἀνεύθυνοι δοκῶσιν εἶναι, ὡς δι’ ἀνάγκην τοῦτο τετολμηκότες, μάννα αὐτοῖς ὁ παντοδύναμος θεὸς ἐπώμβρισεν ἐκ ποικίλης ἐπιθυμίας, καὶ παντὸς οὗπερ ἐβούλοντο ἀπήλαυον· οἱ δ’ ὑπὸ νόθου φύσεως τῷ καθαρῷ τῆς τροφῆς οὐκ ἀρεσκόμενοι, μόνης τῆς τῶν αἱμάτων γεύσεως ἐγλίχοντο. διὸ καὶ πρῶτοι σαρκῶν ἐγεύσαντο. XVI. οἱ δὲ σὺν αὐτοῖς ἄνθρωποι τὸ ὅμοιον τότε πρῶτον ποιεῖν ἐζήλωσαν. οὕτως εἴτε ἀγαθοὶ εἴτε κακοὶ οὐ γεννώμεθα, ἀλλὰ γινόμεθα καὶ ἐθισθέντες δυσαποσπάστως ἔχομεν. τῶν δὲ ἀλόγων ζῴων τότε ἐπιλιπόντων, οἱ νόθοι ἄνθρωποι καὶ ἀνθρωπίνων σαρκῶν ἐγεύσαντο· οὐκέτι γὰρ αὐτοῖς ἦν μακρὰν τὴν ἰδίαν διαφθεῖραι σάρκα, πρότερον ἐν ἑτέραις μορφαῖς αὐτῆς γευσαμένοις. XVII. ἐπὶ δὲ τῇ πολλῇ τῶν αἱμάτων ῥύσει ὁ καθαρὸς ἀὴρ ἀκαθάρτῳ ἀναθυμιάσει μιανθεὶς καὶ νοσήσας τοὺς ἀναπνέοντας αὐτὸν νοσώδεις ἀπειργάζετο, ὡς τοὺς ἀνθρώπους λοιπὸν ἀώρους ἀποθνῄσκειν. ἡ δὲ γῆ ἐκ τούτων σφόδρα μιανθεῖσα πρῶτον τότε τὰ ἰοβόλα καὶ λυμαντικὰ ζῷα ἐξέβρασεν. τῶν οὖν πάντων πρὸς τὸ χεῖρον χωρησάντων διὰ τοὺς θηριώδεις δαίμονας, ὁ θεὸς αὐτοὺς ὥσπερ κακὴν ζύμην ἐξελεῖν ἐβουλεύετο, ἵνα μὴ ἀπὸ σπορᾶς κακῆς κατ’ ἀκολουθίαν ἑκάστη γενεὰ τῇ πρὸ αὐτῆς ἐξομοιουμένη, ὁμοίως ἀσεβοῦσα τὸν ἐσόμενον αἰῶνα σῳζομένων ἀνδρῶν κενώσῃ. τούτου δὴ ἕνεκεν ἑνί τινι δικαίῳ μετὰ τῶν ἐξ αὐτοῦ τριῶν σὺν ταῖς αὐτῶν γυναιξὶν ἅμα τοῖς λοιποῖς ἐν λάρνακι διασῴζεσθαι προαγγείλας ὕδωρ εἰς κατακλυσμὸν ἐπέκλυσεν, ἵνα πάντων ἀναλωθέντων ὁ κόσμος κατεκκαθαρισθεὶς αὐτῷ τῷ ἐν λάρνακι διασωθέντι εἰς δευτέραν βίου ἀρχὴν καθαρὸς ἀποδοθῇ. καὶ δὴ οὕτως ἐγένετο. XVIII. ἐπεὶ οὖν αἱ τῶν τεθνεώτων γιγάντων ψυχαὶ τῶν ἀνθρωπείων ψυχῶν μείζους ἦσαν, ἅτε δὴ καὶ τοῖς σώμασιν ὑπερέχουσαι, ὡς καινὸν γένος καινῷ καὶ τῷ ὀνόματι προσηγορεύθησαν. οἷς ἐπηλύτοις τῷ κόσμῳ ὡς δεῖ βιοῦν ὑπὸ θεοῦ δι’ ἀγγέλου νόμος ὡρίσθη. ὄντες γὰρ νόθοι τῷ γένει ἐκ πυρὸς ἀγγέλων καὶ αἵματος γυναικῶν καὶ διὰ τοῦτο ἰδίου τινὸς γένους ἐπιθυμεῖν μέλλοντες, δικαίῳ τινὶ προελήφθησαν νόμῳ. ἐξεπέμφθη γὰρ αὐτοῖς ὑπὸ τοῦ θεοῦ ἄγγελός τις, τὴν αὐτοῦ βουλὴν μηνύων καὶ λέγων· XIX. Τάδε δοκεῖ τῷ παντεπόπτῃ θεῷ μηδενὸς ἀνθρώπων ὑμᾶς κυριεύειν μηδὲ παρενοχλεῖν μηδενί, ἐὰν μή τις ἑκὼν ἑαυτὸν ὑμῖν καταδουλώσῃ προσκυνῶν ὑμᾶς καὶ θύων καὶ σπένδων καὶ τῆς ὑμετέρας μεταλαμβάνων τραπέζης ἢ ἕτερόν τι ὧν οὐ χρὴ ἐκτελῶν ἢ αἷμα χέων ἢ σαρκῶν νεκρῶν γευόμενος ἢ θηρίου λειψάνου ἢ τμητοῦ ἢ πνικτοῦ ἢ ἄλλου τινὸς ἀκαθάρτου ἐμπιπλάμενος. τῶν δὲ νόμῳ ἐμῷ προσφευγόντων οὐ μόνον οὐ ψαύσετε, ἀλλὰ καὶ τιμὴν δώσετε καὶ ἐκ προσώπου φεύξεσθε. ὅτι γὰρ ἂν αὐτοῖς δικαίοις οὖσι καθ’ ὑμῶν δοκῇ, τοῦθ’ ὑμᾶς δεήσει παθεῖν. ἐὰν δέ τινες τῶν ἐμοὶ προσκειμένων ἐξαμάρτωσιν ἢ μοιχευσάμενοι ἢ μαγεύσαντες ἢ ἀκαθάρτως βιώσαντες ἢ ἄλλο τι τῶν ἐμοὶ μὴ δοκούντων πράξαντες, τότε ἐξ ἐμῆς κελεύσεως πάσχειν τι αὐτοὺς ὑφ’ ὑμῶν ἢ ὑφ’ ἑτέρων δεήσει· οἷς καὶ μετανοήσασιν, τὴν μετάνοιαν κρίνας εἴτε ἀξία ἐστὶν συγγνώμης εἴτε καὶ οὔ, τὴν ἀπόφασιν ποιήσομαι. ταῦτα οὖν μνημονεύειν καὶ ποιεῖν ὀφείλετε εὖ εἰδότες, ὅτι οὐδὲ αἱ ἐνθυμήσεις ὑμῶν λαθεῖν αὐτὸν δυνήσονται. τοιαῦτα παρακελευσάμενος αὐτοῖς ὁ ἄγγελος ἀπηλλάγη. XX. ὑμεῖς δὲ ἔτι τοῦτον ἀγνοεῖτε τὸν νόμον, ὅτι προσκυνῶν τις δαίμονας ἢ θύων ἢ τραπέζης αὐτοῖς κοινωνῶν ὑπόδουλος αὐτοῖς γενόμενος ὡς ὑπὸ κακῶν δεσποτῶν πάσης τῆς ἐξ αὐτῶν μεθέξει τιμωρίας· καὶ διὰ τὴν ἄγνοιαν ταύτην τοῖς αὐτῶν βωμοῖς προσφθαρέντες καὶ αὐτῶν ἐκπληρωθέντες ὑπὸ τὴν αὐτῶν ἐξουσίαν γεγόνατε καὶ παντὶ τρόπῳ ὑβριζόμενοι τὰ σώματα ἀγνοεῖτε. εἰδέναι δὲ ὑμᾶς χρὴ ὅτι οὐδενὸς οἱ δαίμονες ἔχουσιν ἐξουσίαν, ἐὰν μὴ πρότερόν τις αὐτοῖς ὁμοδίαιτος γένηται, ὁπότε οὐδὲ ὁ αὐτῶν ἄρχων παρὰ τὸν ὑπὸ τοῦ θεοῦ κατ’ αὐτῶν κείμενον νόμον ποιεῖν τι δύναται· διὸ ἐξουσίαν τινὸς οὐκ ἔχει μὴ προσκυνήσαντος αὐτόν· ἀλλ’ οὐδὲ λαβεῖν τις παρ’ αὐτῶν δύναταί τι ὧν θέλει, ἀλλ’ οὐδὲ βλαβῆναι οὐδέν, ὡς ἐκεῖθεν δύνασθε μαθεῖν. XXI. Τῷ γὰρ τῆς εὐσεβείας ἡμῶν βασιλεῖ προσῆλθέν ποτε ὁ πρόσκαιρος βασιλεύς, οὐ βίαν ποιῶν (οὐ γὰρ ἐξῆν), ἀλλὰ προτρέπων καὶ ἀναπείθων, ὅτι τὸ πεισθῆναι ἐπὶ τῇ ἑκάστου κεῖται ἐξουσίᾳ. προσελθὼν οὖν, ὡς τῶν παρόντων ὢν βασιλεὺς τῷ τῶν μελλόντων βασιλεῖ ἔφη· Πᾶσαι αἱ τοῦ νῦν κόσμου βασιλεῖαι ὑπόκεινται ἐμοί, ἔτι τε ὁ χρυσὸς καὶ ὁ ἄργυρος καὶ πᾶσα ἡ τρυφὴ τοῦ κόσμου τούτου ὑπὸ ταῖς ἐμαῖς ἐστιν ἐξουσίαις· διὸ πεσὼν προσκύνησόν μοι, καὶ δώσω σοι πάντα ταῦτα. ταῦτα δὲ ἔλεγεν εἰδὼς ὅτι μετὰ τοῦ προσκυνῆσαι καὶ τὴν κατ’ αὐτοῦ εἶχεν ἐξουσίαν καὶ οὕτως τῆς μελλούσης δόξης καὶ βασιλείας αὐτὸν ἀφῄρει. καὶ πάντα εἰδὼς οὐ μόνον αὐτὸν οὐ προσεκύνησεν, ἀλλ’ οὐδὲ τῶν ὑπ’ αὐτοῦ δεδομένων λαβεῖν τι ἠθέλησεν· ἑαυτὸν γὰρ σὺν τοῖς ἑαυτοῦ κατενεχύραζεν, ὅπερ ἐστὶν μὴ ἐξεῖναι τοῦ λοιποῦ τῶν αὐτῷ ἀποδοθέντων μηδὲ ψαῦσαι ἔτι. ἀποκρινάμενος οὖν ἔφη· «Γέγραπται· Κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις μόνῳ». XXII. πλὴν ὁ τῶν ἀσεβῶν βασιλεὺς κατὰ πολλὰ τὸν τῶν εὐσεβῶν βασιλέα πρὸς τὸ ἑαυτοῦ βούλημα παράγειν πειρώμενος καὶ μὴ δυνηθεὶς ἐπαύσατο, πρὸς τὰ λοιπὰ τῆς πολιτείας θηρεύειν αὐτὸν ἐπιχειρῶν. ὑμεῖς δὲ τὸν προορισθέντα νόμον ἀγνοοῦντες διὰ τῶν κακῶν πράξεων ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ ἐγένεσθε, διὸ σῶμα καὶ ψυχὴν ἐμιάνθητε καὶ ἐν μὲν τῷ παρόντι ὑπό τε παθῶν καὶ δαιμόνων ἐνυβρίζεσθε, ἐν δὲ τοῖς μέλλουσιν τὰς ψυχὰς κολασθησομένας ἕξετε. τοῦτο δὲ οὐχ ὑμεῖς μόνοι ὑπὸ ἀγνοίας πεπόνθατε, ἀλλὰ καί τινες τοῦ ἡμετέρου ἔθνους, οἵτινες ἐπὶ κακαῖς πράξεσιν ὑπὸ τοῦ τῆς κακίας ἡγεμόνος προληφθέντες, ἔπειτα ὥσπερ ἐπὶ δεῖπνον ὑπὸ πατρὸς υἱῷ τελοῦντος γάμους κληθέντες οὐχ ὑπήκουσαν. ἀντὶ δὲ τῶν ἀπειθησάντων διὰ τὴν πρόληψιν ὁ τοὺς γάμους τῷ υἱῷ τελῶν πατὴρ διὰ τοῦ προφήτου τῆς ἀληθείας ἐκέλευσεν ἡμῖν εἰς τὰς διεξόδους τῶν ὁδῶν ἐλθοῦσιν (ὅ ἐστιν πρὸς ὑμᾶς) καθαρὸν ἔνδυμα γάμου περιβαλεῖν (ὅπερ ἐστὶν βάπτισμα, ὃ εἰς ἄφεσιν γίνεται τῶν πεπραγμένων ὑμῖν κακῶν) καὶ τοὺς ἀγαθοὺς εἰς τὸ θεοῦ δεῖπνον εἰσάγειν ἐκ τῆς μεταμελείας, εἰ καὶ τὴν ἀρχὴν ἀπελείφθησαν τῆς εὐωχίας. XXIII. ἔνδυμα οὖν εἰ βούλεσθε γενέσθαι θείου πνεύματος, σπουδάσατε πρῶτον ἐκδύσασθαι τὸ ῥυπαρὸν ὑμῶν προκάλυμμα (ὅπερ ἐστὶν ἀκάθαρτον πνεῦμα) καὶ μιαρὸν περίβλημα. τοῦτο δὲ οὐκ ἄλλως ἀποδύσασθαι δύνασθε, ἐὰν μὴ πρότερον ἐπὶ καλαῖς πράξεσιν βαπτισθῆτε, καὶ οὕτω καθαροὶ σώματί τε καὶ ψυχῇ γενόμενοι τῆς ἐσομένης ἀιδίου βασιλείας ἀπολαύσετε. μήτε οὖν εἰδώλοις πιστεύετε μήτε τραπέζης αὐτοῖς κοινωνεῖτε μιαρᾶς, μὴ φονεύετε, μὴ μοιχεύετε, μὴ μισήσητε οὓς μὴ δίκαιον, μὴ κλέπτετε μηδὲ κακαῖς τισιν ὅλως πράξεσιν ἐπιβάλλεσθε. ἐπεὶ τῶν ἐσομένων ἀγαθῶν στερηθέντες τῆς ἐλπίδος, ἐν μὲν τῷ παρόντι ὑπό τε κακῶν δαιμόνων καὶ χαλεπῶν παθημάτων συνελασθήσεσθε, ἐν δὲ τῷ ἐσομένῳ αἰῶνι ἀιδίῳ κολασθήσεσθε πυρί. τὰ μὲν οὖν σήμερον ὑμῖν ῥηθέντα αὐτάρκως ἔχει, λοιπὸν δὲ ὑμῶν οἱ μὲν ὑπὸ παθημάτων ὀχλούμενοι πρὸς τὴν ἴασιν παραμείνατε, τῶν δὲ ἄλλων οἱ βουλόμενοι μετ’ εἰρήνης πορεύεσθε. XXIV. Ταῦτα αὐτοῦ εἰπόντος οἱ πάντες παρέμειναν, οἱ μὲν τοῦ θεραπευθῆναι χάριν, οἱ δὲ τοῦ ἱστορῆσαι τοὺς τῆς θεραπείας ἐπιτυγχάνοντας. ὁ δὲ Πέτρος τὰς χεῖρας αὐτοῖς ἐπιθεὶς μόνον καὶ εὐξάμενος ἰάσατο, ὡς τοὺς μὲν παραχρῆμα θεραπευθέντας γενέσθαι περιχαρεῖς, τοὺς δὲ ἱστορήσαντας ὑπερθαυμάσαι τε καὶ εὐφημήσαντας τὸν θεὸν βεβαίας ἐλπίδος πιστεύειν, ἅμα τοῖς θεραπευθεῖσιν ἐπὶ τὰ ἑαυτῶν ἀπιέναι, ἐντολὴν ἔχοντας πρωίτερον τῇ ὑστεραίᾳ συνελθεῖν. ἀπελθόντων δὲ αὐτῶν, ἐκεῖ μείνας ὁ Πέτρος μετὰ τῶν συνήθων, τροφῆς μεταλαβὼν διανέπαυεν ἑαυτὸν τῷ ὕπνῳ.
|