Ομιλια ε’I. Τῇ μὲν οὖν ἐν Τύρῳ ἐπιούσῃ ἡμέρᾳ καθὰ συνεταξάμεθα εἰς τὸν ἡσύχιον τόπον ἐλθών, τοὺς μὲν ἑτέρους μετά τινων καὶ ἄλλων ἰδὼν καὶ προσαγορεύσας, Ἀππίωνα δὲ μὴ ἑωρακώς, ἠρόμην τοῦ μὴ παρεῖναι ἐκεῖνον τὴν αἰτίαν. καί τις ἔφη δυσαρρώστως αὐτὸν ἀπ’ αὐτῆς ἑσπέρας ἐσχηκέναι τὸ σωμάτιον. ἐμοῦ δὲ φήσαντος εὔλογον εἶναι παραχρῆμα ὁρμήσαντας ἐπισκέψασθαι αὐτόν, σχεδὸν οἱ πάντες ἠξίουν πρότερον διαλεχθῆναί με αὐτοῖς, εἶθ’ οὕτως κἀκεῖνον ἐπισκέψασθαι δύνασθαι αὐτόν. μιᾶς οὖν πάντων γνώμης γενομένης λέγειν ἠρξάμην· II. Ἐχθὲς ἐντεῦθεν ἀπαλλαγείς, ὦ φίλοι, ὁμολογῶ ὅτι πάνυ φροντίζων ὑπὲρ τῆς πρὸς Ἀππίωνα μελλούσης ἔσεσθαι ζητήσεως ὕπνου τυχεῖν οὐκ ἐδυνάμην. ἀγρυπνοῦντος δέ μου εἰσέδραμεν τὰ ἐν Ῥώμῃ πρὸς αὐτόν μοι μεμηχανημένα. ἦν δὲ τοιαῦτα. ἐκ παιδὸς ἐγὼ Κλήμης ἀληθείας ἐρῶν καὶ ζητῶν τὰ ψυχῇ διαφέροντα καὶ εἰς ἀνασκευὰς καὶ κατασκευὰς δαπανῶν τοὺς χρόνους καὶ μηθὲν τέλειον εὑρεῖν δυνάμενος, ὑπὸ τῆς ἀνίας ἐξώκειλα εἰς νόσον. καὶ δὴ ἐμοῦ κατακειμένου ὁ Ἀππίων ἐπιδημεῖ τῇ Ῥώμῃ, πατρικὸς ὤν μοι φίλος, καὶ ἐπιξενοῦται ἐμοὶ καὶ κλινήρη μαθὼν πρὸς ἐμὲ εἰσέρχεται ὡς ἰατρικῆς οὐκ ἀμύητος καὶ πυνθάνεται τῆς κατακλίσεως τὴν αἰτίαν. ἐγὼ δὲ τὸν ἄνδρα οὐκ ἀγνοῶν πάνυ Ἰουδαίους δι’ ἀπεχθείας ἔχοντα, ὡς καὶ πολλὰ βιβλία κατ’ αὐτῶν συγγεγραφέναι, καὶ αὐτὸν Σίμωνα νῦν οὐ διὰ φιλομάθειαν αὐτὸν εἰς φιλίαν προσέμενον, ἀλλ’ ἐπειδὴ Σαμαρέα αὐτὸν οἶδεν μισοιουδαῖόν τε ὄντα καὶ κατὰ Ἰουδαίων προεληλυθότα, διὰ τοῦτο αὐτὸν προσῳκειώσατο, ἵνα δύναιτο κατὰ Ἰουδαίων τι παρ’ αὐτοῦ μανθάνειν. III. ταῦτα ἐγὼ προειδὼς περὶ τοῦ Ἀππίωνος, ἅμα τῷ πυθέσθαι αὐτὸν τὴν αἰτίαν τῆς νόσου προσποιητῶς ἀπεκρινάμην, ὅτι τὰ νέων πάσχω καὶ ἀλγῶ τὴν ψυχήν. ὁ δὲ πρὸς ταῦτα ἔφη· Τέκνον, ὡς πατρὶ θαρσήσας λέγε, τίς σου τῆς ψυχῆς ἡ νόσος; ἐμοῦ δὲ προσποιητῶς πάλιν ἀναστενάξαντος ὡς δὴ περὶ ἔρωτος εἰπεῖν αἰδουμένου, διά γε τῆς σιωπῆς καὶ τοῦ κάτω νεύειν περὶ οὗ ἤθελον ἐνδείκνυσθαι παρεῖχον τὴν ὑπόνοιαν. ὁ δὲ ἐρᾶν με γυναικὸς ἀληθῶς ἀναπεισθεὶς ἔφη· Οὐδέν ἐστιν ἐν τῷ βίῳ βοηθείας τυχεῖν μὴ δυνάμενον· καὶ γὰρ αὐτὸς ὅτε νέος ἤμην, ἐρασθεὶς γυναικὸς ἀξιολογωτάτης οὐ μόνον αὐτῆς τυχεῖν ἡγούμην ἀδύνατον εἶναι, ἀλλ’ οὐδὲ προσαγορεῦσαί ποτε ἤλπιζον· καὶ ὅμως περιτυχών τινι Αἰγυπτίῳ, πάνυ τὰ μάγων ἀκριβοῦντι, καὶ φιλωθεὶς ἐκφαίνω μου τὸν ἔρωτα, καὶ οὐ μόνον ἑαυτόν μοι παρεῖχεν πρὸς πᾶν ὃ ἐβουλόμην, ἀλλὰ δαψιλέστερον πρὸς μὲ φιλοτιμούμενος καὶ τὴν ἐπαοιδήν, δι’ ἧς ἔτυχον, διδάσκειν οὐκ ἐφθόνεσεν. ἐκ δὲ τῆς ἐκείνου λαθραίας ὑποδείξεως πεισθεὶς τῇ τοῦ διδάξαντος ἀφθονίᾳ καὶ ἅπαξ ἐπιτυχών, ἐπαυσάμην τοῦ ἔρωτος. IV. ὅθεν εἰ καὶ σὺ τοιοῦτόν τι πέπονθας ἀνθρωπίνως, θάρσησον ἡμῖν πρὸς τὸ ἀμέριμνον· ἐντὸς γὰρ ἡμερῶν ἑπτὰ πάντως αὐτῆς ἐπιτυχεῖν σε ποιήσω. ταῦτα ἀκούσας ἐγώ, εἰς τὸν ἐμὸν σκοπὸν ἀποβλέπων ἔφην· Σύγγνωθί μοι μὴ πάνυ πιστεύοντι μαγείαν ὑφεστάναι· πολλῶν γὰρ πολλὰ ἐπαγγελλομένων καὶ διαψευσαμένων ἤδη πεπείραμαι. πλὴν δυσωπεῖ με καὶ εἰς ἐλπίδας ἄγει ἡ σὴ ὑπόσχεσις. δέδοικα δὲ ἐνθυμούμενος μὴ ἄρα οἱ δαίμονες τοῖς μάγοις ἐνίοτε πρὸς τὰ κελευόμενα οὐχ ὑπείκουσιν. V. καὶ ὁ Ἀππίων ἔφη· Ταῦτα ἐμοὶ σοῦ μᾶλλον συγχώρει εἰδέναι. πλὴν ἵνα μὴ δοκῇς πρὸς ὃ ἔφης, μηδὲν ἀκηκοέναι παρ’ ἐμοῦ, μάθε πῶς ἀνάγκην ἔχουσιν οἱ δαίμονες τοῖς μάγοις ὑπείκειν περὶ ὧν κελεύονται. ὡς γὰρ ἀδύνατόν ἐστιν στρατιώτην ἀντειπεῖν τῷ ἡγουμένῳ, αὐτοῖς τε τοῖς ἡγουμένοις οὐχ οἷόν τε παρακοῦσαι βασιλέως (εἰ γάρ τις ἀντερεῖ τοῖς ἐφεστηκόσιν, πάντως τιμωρίας ἀξιοῦται), οὕτως ἀδύνατόν ἐστιν τοὺς δαίμονας μὴ ὑπουργεῖν τοῖς αὐτῶν ἡγουμένοις ἀγγέλοις. καθ’ ὧν ὁρκιζόμενοι φρίττοντες εἴκουσιν, εὖ εἰδότες ὅτι ἀπειθήσαντες πάντως κολάζονται. ἀλλὰ καὶ αὐτοὶ οἱ ἄγγελοι κατὰ τοῦ κρείττονος ὑπὸ μάγων ὁρκιζόμενοι ὑπείκουσιν, μήπως ἀπειθείας κριθέντες ἀπόλωνται. εἰ γὰρ μὴ πάντα ἔμψυχα ὄντα καὶ λελογισμένα προεώρα τὴν ἐκ τοῦ κρείττονος δίκην, σύγχυσις ἂν ἐγεγόνει, τῶν πάντων στασιαζόντων πρὸς ἄλληλα. VI. κἀγὼ ἔφην· Οὐκοῦν ὀρθῶς ἔχει τὰ ὑπὸ ποιητῶν καὶ φιλοσόφων λεγόμενα ὡς ἐν ᾅδου αἱ ψυχαὶ τῶν ἀσεβῶν κριθεῖσαι ἐφ’ οἷς ἐτόλμησαν κολάζονται, οἷον Ἰξίωνος καὶ Ταντάλου Τιτυοῦ τε καὶ Σισύφου καὶ τῶν Δαναοῦ θυγατέρων καὶ ὅσοι ποτὲ ἄλλοι ἐνταῦθα ἠσέβησαν; καὶ πῶς, εἴγε ταῦθ’ οὕτως μὴ ἔχει, δυνατὸν ἂν μαγείαν ὑφεστάναι; τοῦ δὲ εἰπόντος οὕτω τὰ ἐν ᾅδου ἔχειν, ἐγὼ ἐπυθόμην· Διὰ τί δὴ καὶ αὐτοὶ μαγείαν οὐ πεφοβήμεθα, ἐπὶ μοιχείας πεπεισμένοι τὴν ἐν ᾅδου δίκην; μαγείᾳ γὰρ βιάσασθαι τὴν μὴ θέλουσαν οὐ συντίθεμαι εἶναι δίκαιον. εἰ δέ τις αὐτὴν πείθειν ἐπαγγέλλεται, πρὸς τοῦτο μετὰ τοῦ καὶ χάριν ὁμολογεῖν ἑτοίμως ἔχω. VII. καὶ ὁ Ἀππίων ἔφη· Οὐ δοκεῖ σοι ταὐτὸν εἶναι, εἴτε μαγείᾳ αὐτῆς ἐπιτύχοις εἴτε πείσας λόγοις; κἀγὼ ἔφην· Οὐ πάντως ὅμοιον· πολὺ γὰρ ἀφέστηκεν ἀλλήλων ἑκάτερον· ὁ μὲν γὰρ ἄκουσαν γυναῖκα τῇ τῆς μαγείας βίᾳ ἐπαναγκάσας ὡς ἐπιβουλεύσας σώφρονι χαλεπωτάτην ὑπέχει τὴν δίκην, ὁ δὲ λόγῳ πείσας καὶ ἐπὶ τῇ αὐτῆς ἐξουσίᾳ καὶ βουλῇ ποιησάμενος τὴν αἵρεσιν οὐκ ἐβιάσατο. ἧττον δὲ οἶμαι κολασθήσεσθαι τὸν πεπεικότα τοῦ βιασαμένου· τοιγαροῦν εἰ μὲν πεῖσαι δύνασαι, χάριν ἕξω ἐπιτυχών, ἄλλως δὲ ἥδιόν μοι τεθνάναι μᾶλλον ἢ τὴν μὴ βουλομένην βιαίως ἐπαναγκάσαι. VIII. καὶ ὁ Ἀππίων ἀληθῶς διαπορῶν ἔφη· Τί με χρὴ πρὸς σὲ λέγειν; ποτὲ μὲν γὰρ ὡς ὑπὸ ἔρωτος ἐνοχλούμενος εὔχῃ ἐπιτυχεῖν, ποτὲ δὲ ὡς οὐκ ἐρῶν τῆς ἐπιθυμίας προτιμᾷς τὸν φόβον. καὶ οἴει πείσας μὲν ὡς ἀναμάρτητος ἔσεσθαι ἀνεύθυνος, βίᾳ δὲ τῇ τῆς μαγείας ἐπιτυχὼν ὑφέξειν δίκην. ἀλλ’ ἀγνοεῖς ὡς τὸ τέλος παντὸς πράγματος κρίνεται ὅτι γέγονεν, οὐ τὸ πῶς γέγονεν δοκιμάζεται. καὶ σὺ δὲ ἐὰν μοιχεύσῃς οὐ δήπου μαγείᾳ μὲν δυνηθεὶς ὡς ἀσεβήσας κριθήσῃ, πείσας δὲ τῆς κατὰ τὴν μοιχείαν ἁμαρτίας ἀπολυθήσῃ; κἀγὼ ἔφην· Διὰ τὸ ἐρᾶν πάντως μοι προκειμένου τυχεῖν τῆς ἐρωμένης, ἀνάγκη μέν μοι ἑλέσθαι θάτερον, αἱρήσομαι δέ, εἰ οἷόν τε, κολακεῦσαι μᾶλλον ἢ μαγεῦσαι. ἀλλ’ οὐδὲ κολακείᾳ πείθειν αὐτὴν ῥᾴδιον· πάνυ γάρ ἐστιν ἡ γυνὴ φιλόσοφος. IX. καὶ ὁ Ἀππίων ἔφη· Ταύτῃ μᾶλλον εὔελπίς εἰμι πείσειν αὐτὴν δυνήσεσθαι ὡς αὐτὸς θέλεις, εἴπεργε προσομιλῆσαι αὐτῇ δυνάμεθα. κἀγὼ ἀπεκρινάμην· Ἀδύνατον. καὶ ὁ Ἀππίων ἐπύθετο, εἰ ἐπιστεῖλαι αὐτῇ δυνατόν ἐστιν. κἀγὼ ἔφην· Δυνατὸν τοῦτό γε. καὶ ὁ Ἀππίων ἔφη· Ἔτι τῇ νυκτὶ ταύτῃ συνγράψω βιβλίον, μοιχείας ἐγκώμιον, ὅπερ σὺ παρ’ ἐμοῦ λαβὼν διαπέμψεις αὐτῇ, καὶ ἐλπίζω ὅτι πεισθεῖσα συνθήσεται. καὶ συγγράψας ὁ Ἀππίων ἐκεῖνο τὸ βιβλίον ἐδίδου ἐμοί, περὶ οὗ καὶ ἐν τῇ νυκτὶ ταύτῃ ἐνενόησα καὶ εὐκαίρως ἔχειν αὐτὸ ὑπεμνήσθην σὺν ἄλλοις βιβλίοις οἷς μεθ’ ἑαυτοῦ ἐπιφέρομαι. διηγησάμενος δὲ ταῦτα ἔδειξα τοῖς παροῦσι τὸ βιβλίον καὶ βουλομένοις ἐπακοῦσαι ἀνέγνων καὶ δὴ ἀναγνοὺς ἔφην· Αὕτη ἐστίν, ἄνδρες, ἡ τῶν Ἑλλήνων παιδεία, γενναίαν ὑπόθεσιν ἔχουσα πρὸς τὸ ἀδεῶς ἐξαμαρτάνειν. τὸ δὲ βιβλίον ἦν οὕτως ἔχον· X. Ὁ ἐρῶν τῇ ἐρωμένῃ (ἀνωνύμως διὰ τοὺς ἐκ τῶν ἀνοήτων ἀνθρώπων νόμους) ἐπιταγαῖς Ἔρωτος τοῦ πάντων πρεσβυτάτου παιδὸς χαίρειν. ἔγνων σε φιλοσοφίᾳ προσανέχουσαν καὶ ἀρετῆς ἕνεκα τὸν τῶν κρειττόνων ζηλοῦσαν βίον. τίνες δὲ ἂν εἶεν κρείττονες ἢ θεοὶ μὲν ἁπάντων, ἀνθρώπων δὲ οἱ φιλόσοφοι; οὗτοι γὰρ μόνοι ἴσασιν τῶν ἔργων ποῖα μέν ἐστιν φύσει κακὰ ἢ καλά, ποῖα δὲ τῇ τῶν νόμων θέσει οὐκ ὄντα νομίζεται. αὐτίκα γοῦν τὴν λεγομένην μοιχείαν πρᾶξίν τινες ὑπειλήφασιν εἶναι κακήν, καίτοι καλὴν κατὰ πάντα ὑπάρχουσαν· εἰς γὰρ τὴν τοῦ βίου πολυγονίαν ἐπιταγαῖς Ἔρωτος γίνεται. Ἔρως δέ ἐστιν ὁ πάντων θεῶν πρεσβύτατος· ἄνευ γὰρ δὴ Ἔρωτος οὐ στοιχείων, οὐ θεῶν, οὐκ ἀνθρώπων, οὐ ζῴων ἀλόγων, οὐ τῶν λοιπῶν ἁπάντων μίξις ἢ γένεσις γενέσθαι δύναται. πάντες γάρ τοι ὄργανά ἐσμεν τοῦ Ἔρωτος. αὐτὸς δὲ ὁ δι’ ἡμῶν τεχνίτης, παντὸς τοῦ γεννωμένου ψυχαῖς ἐπιδημῶν, ἐστὶ νοῦς. ὅθεν οὐκ αὐτοὶ θέλοντες, ἀλλ’ ὅταν ὑπ’ αὐτοῦ κελευσθῶμεν, τὸ ἐκείνου βούλημα ποιεῖν ἐπιθυμοῦμεν. εἰ δ’ ἐκείνου βουλῇ ἐπιθυμοῦντες χάριν τῆς λεγομένης σωφροσύνης κρατεῖν τῆς ἐπιθυμίας ἐπιχειρήσομεν, πῶς τῷ πάντων πρεσβυτάτῳ θεῶν τε καὶ ἀνθρώπων ἀντιπράττοντες οὐ τὰ μέγιστα ἀσεβήσομεν; XI. ἀλλὰ πᾶσαι μὲν ἀνεῴχθωσαν αὐτῷ θύραι, πάντες δὲ μοχθηροὶ καὶ θετοὶ λυέσθωσαν νόμοι, ζηλοτύποις ἀνθρώποις κείμενοι, οἵτινες ὑπὸ ἀνοίας κρατούμενοι καὶ τὸ εὔλογον νοεῖν μὴ βουλόμενοι, προσέτι δὲ καὶ τοὺς λεγομένους μοιχοὺς ὑφορώμενοι, ὑπ’ αὐτοῦ τοῦ Διὸς διά γε τοῦ Μίνωος καὶ τοῦ Ῥαδαμάνθυος εὐλόγως θετοῖς παίζονται νόμοις. Ἔρωτα γὰρ ἐπιδημήσαντα ψυχαῖς οὐκ ἔστιν ἐπισχεῖν. οὐ γάρ ἐστιν ἑκούσιον τὸ τῶν ἐρώντων πάθος. αὐτίκα γοῦν ὁ Ζεὺς αὐτὸς ὁ τούτων νομοθέτης μυρίαις συνῆλθεν γυναιξίν, καὶ ὑπ’ ἐνίων μὲν σοφῶν ἀνδρῶν εὐεργέτης πρὸς τεκνοποιίαν ἐνοήθη τὴν αὑτοῦ μίξιν ἀνθρώποις δωρούμενος, παρ’ οἷς δὲ ἐπὶ τῇ χάριτι ἠπίστατο ἀγνοούμενος, μετεμορφοῦτο τὴν ἰδέαν, ἵνα μήτε αὐτοὺς λυπῇ μήτε τοῖς ὑπ’ αὐτοῦ τεθεῖσιν νόμοις ἀντιπράττειν δοκῇ. δεῖ οὖν τῇ φιλοσοφίᾳ προσανέχουσαν καλοῦ βίου χάριν μιμεῖσθαι τοὺς ὁμολογουμένους κρείττονας, ὧν αἱ μίξεις μυρίαι γεγόνασιν. XII. καὶ ὑπὲρ τοῦ μὴ τὸν χρόνον παραναλίσκειν μάτην εἰς τὰς ἀποδείξεις τὰς πλείονας, ἀπ’ αὐτοῦ τοῦ Διὸς τοῦ πατρὸς θεῶν τε καὶ ἀνθρώπων ἄρξομαι τὰς ἐνίων μηνύειν κοινωνίας· πασῶν γὰρ ὑπομνησθῆναι διὰ τὸ πλῆθος ἀδύνατον. ἄκουε τοίνυν αὐτοῦ τοῦ μεγάλου Διὸς διὰ τὴν τῶν ἀνοήτων ἀνδρῶν ζηλοτυπίαν τὰς διὰ τῆς μεταμορφώσεως λανθανούσας κοινωνίας. ἐν πρώτοις γὰρ τῆς ἀδιαφόρου μίξεως τὴν ὑπονοουμένην τῆς μοιχείας ἁμαρτίαν σοφοῖς λῦσαι θέλων, ὁπότε ἔμελλεν γαμεῖν καὶ ὡς ἐπὶ πρώτῃ εὐνῇ κατὰ τοὺς πολλοὺς μοιχὸς εἰδὼς οὐ γινόμενος, διὰ τῆς δοκούσης (ὡς ἔφην) ἁμαρτίας τὸν ἀναμάρτητον γάμον ἐπορίσατο. ἀδελφὴν γὰρ αὑτοῦ Ἥραν οὖσαν γαμεῖ, ὁμοιωθεὶς κόκκυγος πτερῷ, ἐξ ἧς Ἥβη τε καὶ Εἰλείθυια ἐγένετο. τὴν Μῆτιν γὰρ χωρὶς τῆς πρός τινα μίξεως ἀποκυίσκει, ὡς καὶ Ἥρα τὸν Ἥφαιστον. XIII. ἔτι δὲ μίγνυται ἀδελφῇ τῇ ἐξ Οὐρανοῦ καὶ Θαλάσσης αὐτῷ γενομένῃ ἀπὸ τῆς Κρόνου ἐκτομῆς, <ἐξ ἧς> Ἔρως καὶ Κύπρις, ἣν καὶ † Δωδώνην λέγουσιν. μίγνυται δὲ καὶ Ἀντιόπῃ τῇ Νυκτέως, σατύρῳ παρεικασμένος, ἐξ ἧς Ἀμφίων καὶ Ζῆθος γεγόνασιν. Ἀλκμήνῃ τε τῇ Ἀμφιτρύωνος γυναικὶ συνέρχεται, ὁμοιωθεὶς Ἀμφιτρύωνι τῷ γεγαμηκότι, ἐξ ἧς Ἡρακλῆς ἐγένετο. καὶ Αἰγίνῃ τῇ Ἀσωποῦ πλησιάζει, γενόμενος ἀετός, ἐξ ἧς Αἰακὸς τίκτεται. Ἀμαλθείᾳ δὲ τῇ Φώκου ὁμοιωθεὶς ἄρκτῳ συνευνάζεται. καὶ Δανάῃ τῇ Ἀκρισίου χρυσὸς ἐπερρύη, ἐξ ἧς Περσεὺς ἀνέπτη. Καλλιστοῖ τῇ Λυκάονος ἠγριώθη λέων, καὶ ἄλλον τίκτει Ἀρκάδα. Εὐρώπῃ τῇ Φοίνικος διὰ ταύρου συνῆλθεν, ἐξ ἧς Μίνως καὶ Ῥαδάμανθυς καὶ Σαρπηδὼν ἐξέφυσαν. Εὐρυμεδούσῃ τῇ Ἀχελῴου μύρμηξ γενόμενος, ἐξ ἧς Μυρμιδών. Ἑρσαίου νύμφῃ γενόμενος γύψ, ἐξ ἧς οἱ ἐν Σικελίᾳ † πάλαι σοφοί †. εἰμα τῇ γηγενεῖ ἐν Ῥόδῳ διὰ ὄμβρου συνῆλθεν, ἐξ ἧς Σπαρταῖος, Κρόνιος, Κύτος. Κασσιέπειαν ἐνύμφευσεν, ὁμοιωθεὶς τῷ γήμαντι Φοίνικι, ἐξ ἧς Ἀγχίνοος αὐτῷ ἐξέφυ. Νεμέσει τῇ Θεστίου τῇ καὶ Λήδᾳ νομισθείσῃ κύκνος ἢ χὴν γενόμενος Ἑλένην ἐτεκνώσατο καὶ αὖθις ἀστὴρ γενόμενος Κάστορα καὶ Πολυδεύκην ἐξέφηνεν. XIV. Λαμίᾳ ἐπεμορφώθη ἔποψ. Μνημοσύνην, αὐτὸς εἰκασθεὶς ποιμένι, Μουσῶν ἀποφαίνει μητέρα. Σεμέλην τὴν Κάδμου † πυρσέων γαμεῖ, ἐξ ἧς Διόνυσον τελεῖ. Περσεφόνην αὐτὸς ἐκνυμφεύει τὴν θυγατέρα, αὐτὸς ὁμοιωθεὶς δράκοντι, τῇ καὶ γυναικὶ τοῦ ἀδελφοῦ αὐτοῦ Πλούτωνος εἶναι νομισθείσῃ. καὶ ἄλλαις πολλαῖς καὶ δίχα μεταμορφώσεως μίγνυται, ζῆλον τῶν ἀνδρῶν οὐκ ἐχόντων ὡς ἐφ’ ἁμαρτίᾳ, ἀλλ’ εὖ εἰδότων ὅτι ἀφθόνως ταῖς γυναιξὶν αὐτῶν κοινωνῶν γεννᾷ, χαριζόμενος αὐτοῖς Ἑρμεῖς, Ἀπόλλωνας, Διονύσους, Ἐνδυμίωνας καὶ ὅσους ἄλλους εἰρήκαμεν, ἐκ μίξεως αὐτοῦ κάλλει διαπρεπεστάτους. XV. καὶ ἵνα μὴ εἰς ἄπειρον ἐξήγησιν τὸν χρόνον δαπανῶ, πάντων μετὰ Διὸς θεῶν ἀφθόνους εὑρήσεις κοινωνίας, οἱ ἀνόητοι δὲ μοιχείας λέγουσι τῶν θεῶν μηδὲ τῶν ἀρρένων τὰς μίξεις φυλασσομένων ὡς αἰσχράς, ἀλλὰ ἐπιτηδευόντων καὶ τοῦτο ὡς εὐπρεπές. αὐτίκα γοῦν αὐτὸς ὁ Ζεὺς Γανυμήδους ἐρᾷ, – Ποσειδῶν Πέλοπος – Ἀπόλλων Κινύρου, Ζακύνθου, Ὑακίνθου, Φόρβαντος, Ὕλα, Ἀδμήτου, Κυπαρίσσου, Ἀμύκλα, Τρωίλου, Βράγχου, † Τυμναίου, Πάρου, Ποτνιέως, Ὀρφέως – Διόνυσος δὲ Ἀδώνιδος, Ἀμπέλου, Ὑμεναίου, Ἑρμαφροδίτου, Ἀχιλλέως – ὁ δὲ Ἀσκληπιὸς Ἱππολύτου – καὶ Ἥφαιστος Πηλέως – Πὰν δὲ Δάφνιδος – ὁ δὲ Ἑρμῆς Περσέως, Χρύσου, Θέρσου, Ὀδρύσου – Ἡρακλῆς δὲ Ἀβδήρου, Δρύοπος, Ἰοκάστου, Φιλοκτήτου, Ὕλα, Πολυφήμου, Αἵμονος, Χώνου, Εὐρυσθέως. XVI. πάντων οὖν σοι τῶν ἐπισημοτέρων θεῶν ἐκ μέρους τοὺς ἔρωτας παρεθέμην, φιλτάτη, ἵν’ εἰδῇς ὅτι μόνοις ἀνθρώποις τοῖς ἀνοήτοις περὶ τούτου γίνεται ζηλοτυπία. διὸ καὶ θνητοὶ τυγχάνουσιν καὶ λυπηρῶς τὸν βίον διατελοῦσιν, ὅτι τὰ δόξαντα τοῖς θεοῖς καλὰ αὐτοὶ διὰ τὸν αὐτῶν ζῆλον κακὰ εἶναι ἀπεφήναντο. μακαρία οὖν ἔσῃ τοῦ λοιποῦ μιμουμένη θεοὺς καὶ οὐκ ἀνθρώπους. ἄνθρωποι γὰρ τὴν νομιζομένην σωφροσύνην ἰδόντες σε διαφυλάσσουσαν, διὰ τὸ ἴδιον πάθος ἐπαινοῦσιν μέν, οὐκ ὠφελοῦσιν δέ· θεοὶ δὲ ἐξομοιουμένην σε ἑαυτοῖς ὁρῶντες καὶ ἐπαινέσουσιν καὶ ὠφελήσουσιν. XVII. λόγισαι γάρ μοι πόσας ἠμείψαντο ἐρωμένας, ὧν τὰς μὲν κατηστέρισαν, τινῶν δὲ καὶ τέκνα καὶ συνεργοὺς εὐηργέτησαν. αὐτίκα γοῦν Ζεὺς κατηστέρισεν Καλλιστώ, τὴν λεγομένην ἄρκτον μικράν, ἣν καὶ κυνὸς οὐρὰν προσαγορεύουσίν τινες. Ποσειδῶν Δελφῖνα διὰ τὴν Ἀμφιτρίτην ἐνέταξεν τῷ οὐρανῷ καὶ Ὠρίωνα τὸν ἐξ Εὐρυάλης τῆς Μίνω δι’ Εὐρυάλην τὴν μητέρα τῶν ἄστρων κατηξίωσεν. Διόνυσος τὸν Ἀριάδνης στέφανον. Ζεὺς τὸν ἀετὸν συνεργήσαντα ἐπὶ τῇ Γανυμήδους ἁρπαγῇ καὶ αὐτὸν τὸν Γανυμήδην ἐν Ὑδρηχόου τιμῇ ἔταξεν καὶ ταῦρον δι’ Εὐρώπην ἐτίμησεν. ἀλλὰ καὶ Κάστορα καὶ Πολυδεύκην καὶ Ἑλένην Λήδᾳ χαριζόμενος ἐποίησεν ἀστέρας καὶ Περσέα διὰ Δανάην καὶ Ἀρκάδα διὰ Καλλιστώ, Παρθένον τὴν καὶ Δίκην διὰ Θέμιν, Ἡρακλέα διὰ Ἀλκμήνην. καὶ οὐκέτι μηκύνω πλέον· μακρὸν δὲ τὸ κατ’ εἶδος λέγειν ὅσους ἄλλους διὰ πολλὰς ἐρωμένας εὐεργετήκασιν οἱ θεοὶ ταῖς πρὸς ἀνθρώπους κοινωνίαις, ἃς οἱ ἀνόητοι ὡς κακὰς πράξεις ἀπαγορεύουσιν, οὐκ εἰδότες ὅτι ἡδονή ἐστιν ἡ μεγάλη ἐν ἀνθρώποις ἀπόλαυσις. XVIII. τί δέ; καὶ τῶν σοφῶν οἱ περιβόητοι οὐχ ἡδονὴν προκρίνουσιν καὶ αἷς ἐβουλήθησαν ἐμίγησαν; ὧν πρῶτος ὁ τῆς Ἑλλάδος διδάσκαλος, περὶ οὗ αὐτὸς ὁ Φοῖβος ἔφη· «Ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος», οὐκ ἐν τῇ εὐνομωτάτῃ πόλει [τῇ Λακεδαίμονι] κοινὰς προτίθησι τὰς γυναῖκας καὶ ὑπὸ τῷ τρίβωνι τὸν καλὸν Ἀλκιβιάδην καλύπτει; καὶ ὁ Σωκρατικὸς δὲ Ἀντισθένης περὶ τοῦ δεῖν τὴν λεγομένην μοιχείαν μὴ ἀποσείεσθαι γράφει. ἀλλὰ καὶ ὁ τούτου μαθητὴς Διογένης Λαΐδι οὐκ ἐπὶ μισθῷ, τῷ φέρειν αὐτὴν ἐπ’ ὤμων, δημοσίᾳ κοινωνεῖ μετὰ παρρησίας; οὐκ Ἐπίκουρος ἡδονὴν προκρίνει; οὐκ Ἀρίστιππος μυρισθεὶς ὅλον αὑτὸν Ἀφροδίτῃ χαρίζεται; οὐ Ζήνων ἀδιαφορεῖν αἰνισσόμενος διὰ πάντων τὸ θεῖον εἶναι λέγει, ἵνα γνώριμον τοῖς συνετοῖς γένηται, ἵνα, ᾧ ἄν τις μιγῇ, ὡς ἑαυτῷ μίγνυται, καὶ περισσὸν τὸ ἀπαγορεύειν τὰς λεγομένας μοιχείας ἢ μίξεις μητρὸς ἢ θυγατρὸς ἢ ἀδελφῆς ἢ παίδων; Χρύσιππος δὲ ἐν ταῖς ἐρωτικαῖς ἐπιστολαῖς καὶ τῆς ἐν Ἄργει εἰκόνος μέμνηται, πρὸς τῷ τοῦ Διὸς αἰδοίῳ φέρων τῆς Ἥρας τὸ πρόσωπον. XIX. οἶδα ὅτι ταῦτα τοῖς ἀληθείας ἀμυήτοις φοβερὰ καὶ αἴσχιστα καταφαίνεται, ἀλλ’ οὐ τοῖς Ἑλλήνων θεοῖς καὶ φιλοσόφοις, οὐ τοῖς Διονύσου καὶ Δήμητρος μυστηρίοις. ἀλλ’ ἐφ’ ἅπασιν τούτοις (ἵνα μὴ πάντων θεῶν καὶ φιλοσόφων τοὺς βίους λέγων παραναλίσκω τοὺς χρόνους) δύο ἔστωσάν σοι μέγιστοι σκοποί, θεῶν μὲν Ζεύς, ἀνδρῶν δὲ φιλοσόφων Σωκράτης. τὰ δὲ λοιπὰ ἐξ ὧν σοι γράψας ὑπέμνησα συνεῖσα ἔπεχε, μήποτε ἐραστήν σου λυπήσῃς· ἐπεὶ ὡς θεοῖς καὶ ἐρῶσιν τὰ ἐναντία πράξασα ἀσεβὴς κριθεῖσα τὴν προσήκουσαν ὑφέξει τιμωρίαν· ἐὰν δὲ παντὶ ἐραστῇ ἑαυτὴν παράσχῃς, ὡς θεοὺς μιμουμένη τῆς παρ’ αὐτῶν τεύξῃ εὐεργεσίας. τὰ δὲ λοιπά, φιλτάτη, μεμνημένη περὶ ὧν σοι ἐξέφηνα μυστηρίων, διὰ γραμμάτων μοι τὴν σὴν δεῖξον προαίρεσιν. ἔρρωσό μοι. XX. Ἐγὼ τοίνυν λαβὼν τὸ βιβλίον τοῦτο παρὰ τοῦ Ἀππίωνος ὡς ὄντως διαπέμψων αὐτὸ τῇ ἐρωμένῃ, ἐπλασάμην ὡς ἐκείνης πρὸς ταῦτα ἀντιγραψάσης, καὶ τῇ ὑστεραίᾳ ἐλθόντι αὐτῷ ἀπέδωκα τῷ Ἀππίωνι ὡς δῆθεν τὴν παρ’ ἐκείνης ἀντιγραφὴν οὕτως ἔχουσαν· XXI. [Ἀντίγραφον ἐπιστολῆς πρὸς Ἀππίωνα ὡς παρὰ τῆς ἐρωμένης.] Θαυμάζω πῶς ἐπὶ σοφίᾳ με ἐπαινέσας ὡς ἀνοήτῳ γράφεις. εἰς γὰρ σὸν πάθος πεῖσαί με θελήσας ἐκ τῶν περὶ τοὺς θεοὺς μυθολογημάτων ἐποιήσω τὰ παραδείγματα, ἔρωτα τὸν πάντων πρεσβύτατον (ὡς ἔφης) ἐπὶ πάντων θεῶν καὶ ἀνθρώπων βλασφημῆσαι μὴ φοβηθείς, ὅπως τὴν ἐμὴν φθείρῃς ψυχὴν καὶ τὸ ἐμὸν σῶμα περιυβρίσῃς. ἔρως γὰρ θεῶν οὐκ ἔστιν ἀρχηγέτης ὁ ἐν ταῖς ἐπιθυμίαις. εἰ γὰρ ἑκὼν ἐπιθυμεῖ, αὐτός ἐστιν ἑαυτοῦ πάθος καὶ κόλασις, καὶ θεὸς οὐκ ἂν εἴη ὁ πάσχων ἑκών· εἰ δὲ ἄκων ἐρᾷ τῆς μίξεως καὶ τὰς ἡμετέρας διερχόμενος ψυχὰς ὥσπερ δι’ ὀργάνων τῶν ἡμετέρων σωμάτων εἰς τὰς τῶν νοητῶν φέρεται συνουσίας, ὁ τοῦτον ἐρᾶν ποιῶν καὶ φέρων μείζων αὐτοῦ τυγχάνει· καὶ πάλιν αὐτοῦ ἐκείνου τοῦ φέροντος ἑτέρῳ πόθῳ φερομένου, μείζων ἄλλος ὁ φέρων ἐκεῖνον εὑρίσκεται καὶ εἰς ἀπέραντον ἐπαναφορὰ τῶν ἐρώντων γίνεται, ὅ ἐστιν ἀδύνατον. οὕτως οὐκ ἔστιν οὔτε ὁ φέρων οὔτε ὁ φερόμενος, ἀλλ’ αὐτοῦ τοῦ ἐρῶντος τὸ ἐπιθυμητικόν ἐστιν πάθος, ἐλπίδι αὐξόμενον καὶ ἀπογνώσει μειούμενον. XXII. οἱ δὲ κρατεῖν αἰσχρᾶς ἐπιθυμίας μὴ βουλόμενοι τῶν θεῶν καταψεύδονται, ἵνα περὶ ὧν πράττουσιν τοὺς θεοὺς ὡς προτέρους δράσαντας ὑποδεικνύντες ἀπαλλάσσωνται τῆς μέμψεως. εἰ γὰρ παιδοποιίας ἕνεκεν καὶ οὐκ ἀσελγείας οἱ λεγόμενοι θεοὶ τὰς μοιχείας ἐπετέλουν, τί καὶ τοῖς ἄρσεσιν ἐμίγνυντο; ἀλλὰ χαριζόμενοι (φησίν) ταῖς ἐρωμέναις κατηστέριζον αὐτάς. οὐκοῦν πρὸ τούτου οὐκ ἦσαν ἀστέρες, μέχρις ὅτε ἀσελγείας προφάσει ὑπὸ μοιχῶν ὁ οὐρανὸς ἄστροις ἐκοσμήθη; πῶς δὲ καὶ οἱ τῶν κατηστερισμένων ἔκγονοι ἐν ᾅδου κολάζονται, ὅ τε Ἄτλας βαρούμενος καὶ ὁ Τάνταλος δίψῃ ἀνιώμενος καὶ ὁ Σίσυφος ἐρείδων πέτραν, Τιτυὸς τὰ σπλάγχνα διορυττόμενος, Ἰξίων περὶ τροχὸν ἀπαύστως κυλινδούμενος; πῶς δὲ καὶ οἱ ἐρασταί, θεοὶ ὄντες, οὓς ἐμίαναν κατηστέριζον, ἑαυτοῖς τοῦτο μὴ χαρισάμενοι; XXIII. οὐκ ἄρα ἦσαν θεοί, ἀλλὰ τυράννων αἰνίγματα. Κρόνου γὰρ ἐν τοῖς Καυκασίοις ὄρεσιν (οὐκ ἐν οὐρανῷ ἀλλ’ ἐν γῇ) τάφος τις δείκνυται, ἀνδρὸς ἀγρίου καὶ τεκνοβόρου. ἀλλὰ καὶ τοῦ ἀσελγοῦς Διός, τοῦ μυθικοῦ, τοῦ ὁμοίως τὴν θυγατέρα Μῆτιν καταπιόντος, ἐν Κρήτῃ θεωρεῖται τάφος. καὶ ἐν τῇ Ἀχερουσίᾳ δὲ λίμνῃ Πλούτωνος καὶ Ποσειδῶνος <ἐν Τήνῳ>, Ἡλίου δὲ ἐν Ἄτροις καὶ Σελήνης ἐν Κάρραις, Ἑρμοῦ δὲ ἐν Ἑρμουπόλει, Ἄρεως ἐν Θρᾴκῃ, Ἀφροδίτης ἐν Κύπρῳ, Διονύσου ἐν Θήβαις καὶ τῶν ἄλλων ἐν ἄλλοις τόποις. πλὴν φαίνονται αὐτῶν τῶν λεχθέντων θεῶν οἱ τάφοι· ἄνθρωποι γὰρ ἦσαν καὶ ταῦτα μοχθηροὶ καὶ μάγοι. οὐδὲ γὰρ ἄλλως μονοκράτορες ἐγεγόνεισαν (Ζεὺς λέγω ὁ μυθικὸς καὶ Διόνυσος), εἰ μὴ τῇ μεταμορφώσει ὧν ἤθελον ἐπεκράτουν εἰς ὅπερ αὐτοὶ ἤθελον. XXIV. εἰ δὲ τούτων δεῖ ζηλοῦν τοὺς βίους, μὴ μόνον τὰς μοιχείας, ἀλλὰ καὶ τὰς τραπέζας αὐτῶν μιμώμεθα. ὁ γὰρ Κρόνος τὰ αὑτοῦ τέκνα κατέπιεν καὶ Ζεὺς ὁμοίως τὴν αὑτοῦ θυγατέρα. καὶ τί δεῖ λέγειν; Πέλοψ πάντων θεῶν δεῖπνον ἐγένετο. ὅθεν καὶ ἡμεῖς πρὸ τῶν ἀθεμίτων γάμων ὅμοιον δεῖπνον τοῖς θεοῖς ἐπιτελέσωμεν. οὕτω γὰρ ἂν εἴη τὸ δεῖπνον τῶν γάμων ἄξιον. ἀλλὰ τοῦτο οὐκ ἂν ὑποσταίης ποτέ, ὡς οὐδὲ ἐγὼ τὸ μοιχήσασθαι. πρὸς τούτοις δέ μοι ἔρωτος ὡς δυνατοῦ θεοῦ ἀπειλεῖς χόλον. ἔρως θεὸς οὐκ ἔστιν οἷος δοκεῖ, ἀλλ’ ἐκ τῆς τοῦ ζῴου κράσεως πρὸς διαδοχὴν τοῦ βίου κατὰ πρόνοιαν τοῦ τὰ πάντα ἐνεργήσαντος συμβαίνουσα ἐπιθυμία, ἵνα τὸ πᾶν γένος μηδεπώποτε ἐπιλείπῃ, ἀλλὰ προφάσει ἡδονῆς ἐκ τῆς τοῦ μέλλοντος τελευτᾶν οὐσίας πάλιν ἄλλος γένηται, νομίμῳ προεκπεφυκὼς γάμῳ, ὅπως πρὸς τὸ γηροτροφεῖν τὸν αὑτοῦ πατέρα γνώσῃ· ὅπερ ποιεῖν οἱ ἐκ μοιχείας γεγονότες οὐκ ἂν ἐδύναντο, φύσιν στοργῆς πρὸς τοὺς γεννήσαντας οὐκ ἔχοντες. XXV. ἐπεὶ οὖν διαδοχῆς ἕνεκεν καὶ γνησίας ἐπαυξήσεως, ὡς ἔφην, ἡ ἐπιθυμία συμβαίνει ἡ ἐρωτική, χρὴ τοὺς γονεῖς, σωφροσύνης προνοουμένους, τοὺς αὑτῶν παῖδας πρὸ τῆς ἐπιθυμίας διὰ τῶν σωφρονιζόντων βιβλίων προπαιδεύειν καὶ τοῖς κρείττοσιν αὐτοὺς προεθίζειν λόγοις (ὅτι δευτέρα φύσις ἡ συνήθεια), πρὸς τούτοις δὲ πυκνῶς αὐτοὺς τὰς κολάσεις ὑπομιμνήσκειν τὰς ἐκ τῶν νόμων, ἵνα ὥσπερ χαλινῷ τῷ φόβῳ χρώμενοι ταῖς ἀτόποις μὴ συντρέχωσιν ἡδοναῖς. προσήκει δὲ καὶ πρὸ τοῦ τὴν ἐπιθυμίαν ἐπακμάσαι γάμῳ τὸ φυσικὸν τῆς ἡλικίας πληροφορεῖν πάθος, πρότερον πείσαντας εἰς εἶδος ἑτέρας γυναικὸς μὴ ἀτενίζειν. XXVI. ὁ γὰρ νοῦς ἡμῶν, ὁπόταν τὰ πρῶτα τῇ τέρψει τὸ εἶδος τῆς ἐρωμένης ἀπομάξηται, ὥσπερ ἐν κατόπτρῳ ἐνορῶν ἀεὶ τὴν μορφὴν διὰ τῆς μνήμης βασανίζεται· καὶ μὴ τυγχάνων μὲν τῆς ἐπιθυμίας, τῆς ἐπιτυχίας μελετᾷ τὰς ὁδούς, ἐπιτυχὼν δὲ μᾶλλον αὔξεται, ὥσπερ τὸ πῦρ τῆς ὕλης εὐποροῦν, καὶ μάλισθ’ ὅταν τῇ ψυχῇ τοῦ ἐρῶντος πρὸ τοῦ πάθους προεντετυπωμένος μὴ προϋπάρξῃ φόβος. ὡς γὰρ ὕδωρ πῦρ κατασβέννυσιν, οὕτως καὶ φόβος τῆς ἀλόγου ἐπιθυμίας ἐστὶ σβεστήριος. ὅθεν ἐγὼ ἔκ τινος Ἰουδαίου τὰ θεῷ πρέποντα καὶ νοεῖν καὶ ποιεῖν ἐκμαθοῦσα, εὐάλωτος πρὸς μοιχείαν ὑπὸ ψευδῶν μύθων οὐ γίνομαι. θέλοντι δέ σοι καὶ σπουδάζοντι σωφρονεῖν, φλεγμαινούσῃ ψυχῇ πρὸς ἔρωτα βοηθοίη θεὸς καὶ τὴν ἴασιν παράσχοι. XXVII. Ἐπακούσας δὲ ὁ Ἀππίων τῆς ὑποκρίτου ἀντιγραφῆς ἔφη· Μήτι ἀλόγως Ἰουδαίους μισῶ; νῦν γοῦν ταύτην τίς ποτε συντυχὼν Ἰουδαῖος καὶ εἰς τὴν θρησκείαν μεταγαγὼν ἀνέπεισε σωφρονεῖν, καὶ ἀδύνατόν ἐστιν τοῦ λοιποῦ αὐτὴν εἰς κοινωνίαν ἑτέρου τινὸς συνελθεῖν, ὅτι οἱ τοιοῦτοι τὸν θεὸν ὡς παντεπόπτην τῶν πράξεων προθέμενοι σφόδρα σωφρονεῖν ἐνκαρτεροῦσιν ὡς λαθεῖν μὴ δυνάμενοι. XXVIII. ταῦτα ἀκούσας ἔφην τῷ Ἀππίωνι· Νῦν σοι τὰ ἀληθῆ ὁμολογήσω. ἐγὼ γυναικὸς οὐκ ἠράσθην οὐδὲ ἄλλου τινός, πάνυ μου τῆς ψυχῆς δεδαπανημένης πρὸς ἄλλας ἐπιθυμίας καὶ πρὸς ἀληθῶν δογμάτων εὕρεσιν· καὶ μέχρι τοῦ νῦν πολλὰς γνώμας φιλοσόφων διασκοπήσας πρὸς οὐδένα αὐτῶν ἔνευσα ἢ πρὸς τὸ Ἰουδαίων μόνον, ἐμπόρου τινὸς αὐτῶν ὀθόνας πιπράσκοντος ἐνταῦθα τῇ Ῥώμῃ ἐπιδεδημηκότος καὶ ἔκ τινος συντυχίας ἀγαθῆς ἁπλούστερόν μοι τὸ μοναρχικὸν φρόνημα παραθεμένου. XXIX. ἀκούσας δέ μου τῆς ἀληθείας ὁ Ἀππίων, ὁ ἀλόγως μισῶν τὸ Ἰουδαίων καὶ τί ποτέ ἐστιν αὐτῶν τὸ πιστὸν οὔτε εἰδὼς οὔτε εἰδέναι θέλων, ἀκρίτως ὀργισθεὶς τῇ σιωπῇ ἐξ αὐτῆς ἤδη τῆς Ῥώμης ἀπηλλάσσετο, καὶ ἔκτοτε νῦν πρῶτον αὐτῷ συντετυχηκὼς τὸν ἐξ ἐκείνου τοῦ χρόνου θυμὸν ὑποπτεύω εἰκότως. πλὴν ἐφ’ ὑμῶν αὐτοῦ πεύσομαι τί ἂν ἔχοι λέγειν περὶ τῶν λεγομένων θεῶν, ὧν οἱ βίοι παντοπαθεῖς εἶναι μυθολογούμενοι, πρὸς τὴν τοῦ ὁμοίου μίμησιν ἐπίτηδες ᾄδονται δημοσίᾳ, ὧν πρὸς τοῖς ἀνθρωπίνοις πάθεσιν (ὡς ἔφην) καὶ οἱ κατὰ τόπον δείκνυνται τάφοι. XXX. Ταῦτα οἱ ἑταῖροι προακούσαντες ἐμοῦ καὶ μαθεῖν τὰ ἑξῆς ποθοῦντες συνῆλθόν μοι ὡς ἐπισκεψόμενοι Ἀππίωνα. καὶ δὴ λελουμένον αὐτὸν ἤδη κατελαμβάνομεν ἐφ’ ἑτοίμῳ τραπέζῃ, διόπερ ὀλίγα ἠκριβολογησάμεθα εἰς τὸν περὶ θεῶν λόγον. ὁ δέ (οἶμαι) συνεὶς ἡμῶν τὴν προαίρεσιν, εἰς τὴν ἐπιοῦσαν ἔχειν τι εἰπεῖν ὑπέσχετο περὶ θεῶν καὶ τὸν αὐτὸν προεδήλωσεν ἡμῖν τόπον ὡς ἐκεῖ διαλεξόμενος. ἡμεῖς δὲ σὺν τῇ ὑποσχέσει, χάριν ὁμολογήσαντες αὐτῷ, οἴκαδε ἕκαστος ἀπεχωρήσαμεν.
|