Contestatio

Die Pseudoklementinen I. Homilien, 2nd ed.,
ed. B. Rehm, J. Irmscher and F. Paschke //
Die griechischen christlichen Schriftsteller 42.
Berlin: Akademie-Verlag, 1969, ss. 2–4.

 

Διαμαρτυρια περι των του βιβλιου λαμβανοντων

I. Ἀναγνοὺς οὖν ὁ Ἰάκωβος τὴν ἐπιστολὴν μετεκαλέσατο τοὺς πρεσβυτέρους καὶ αὐτοῖς ἀναγνοὺς ἔφη· Ἀναγκαίως καὶ πρεπόντως περὶ τῆς ἀληθείας ἀσφαλίζεσθαι ὁ ἡμέτερος ὑπέμνησε Πέτρος, ὅπως τὰς τῶν αὐτοῦ κηρυγμάτων διαπεμφθείσας ἡμῖν βίβλους μηδενὶ μεταδώσομεν ὡς ἔτυχεν ἢ ἀγαθῷ τινι καὶ εὐλαβεῖ, τῷ καὶ διδάσκειν αἱρουμένῳ ἐνπεριτόμῳ τε ὄντι πιστῷ. καὶ ταῦτα μὴ πάντα ὁμοῦ, ἵνα, ἐὰν ἐν τοῖς πρώτοις ἀγνώμων φωραθῇ, τὰ δεύτερα μὴ πιστευθῇ. διὸ μὴ ἔλαττον ἔτεσιν ἓξ δοκιμαζέσθω, καὶ εἶθ’ οὕτως κατὰ τὴν Μωυσέως ἀγωγὴν ἀγαγόντα αὐτὸν ἐπὶ ποταμὸν ἢ πηγήν (ὅπερ ἐστὶν «ζῶν ὕδωρ», ἔνθα ἡ τῶν δικαίων γίνεται ἀναγέννησις) μὴ ὁρκίσαι (ἐπεὶ μὴ ἔξεστιν), ἀλλὰ στῆναι αὐτῷ κελεῦσαι πρὸς τῷ ὕδατι καὶ ἐπιμαρτύρασθαι, ὡς καὶ αὐτοὶ ἀναγεννώμενοι κελευσθέντες ἐποιήσαμεν τοῦ μὴ ἁμαρτεῖν χάριν. λεγέτω δέ·  II. Μάρτυρας ἔχοιμι οὐρανόν, γῆν, ὕδωρ, ἐν οἷς τὰ πάντα περιέχεται, πρὸς τούτοις δ’ ἅπασιν καὶ τὸν διὰ πάντων διήκοντα ἀέρα, οὗ ἄνευ οὐκ ἀναπνέω, ὡς ἀεὶ ὑπήκοος ἔσομαι τῷ τὰς βίβλους μοι τῶν κηρυγμάτων διδόντι, καὶ αὐτὰς τὰς βίβλους, ἃς ἄν μοι δῷ, οὐ μὴ μεταδῶ τινι κατ’ οὐδένα τρόπον, οὐ γράψας, οὐ γεγραμμένον δούς, οὐ γράφοντι ἀναδιδούς, οὐκ αὐτός, οὐ δι’ ἄλλου, οὐ δι’ ἄλλης τινὸς ἀγωγῆς ἢ δόλου ἢ μηχανῆς, ἢ ἀμελῶς φυλάσσων ἢ τιθῶν ἢ νεύων ἢ ἄλλῳ οἱῳδήποτε τρόπῳ ἢ ἐπινοίᾳ ἑτέρῳ αὐτὰ μεταδιδούς. πλὴν ἐὰν δοκιμάσω τινὰ ἄξιον (ὡς αὐτὸς ἐκρίθην ἢ καὶ πλεῖον δοκιμάσας, πλὴν οὐκ ἔλαττον ἔτεσιν ἕξ) τότε εὐλαβεῖ καὶ ἀγαθῷ, διδάσκειν ἐπαναιρουμένῳ, ὡς παρέλαβον παραδώσω, καὶ ταῦτα ἐπὶ τῇ τοῦ ἐπισκόπου μου γνώμῃ ποιησάμενος.  III. ἄλλως δὲ οὐδ’ ἂν τέκνον ἢ ἀδελφὸς ἢ φίλος ἢ ἄλλως πώς ποτε γένους μοι ἀνήκων, ἐάνπερ ἀνάξιος ᾖ, τοῦδε μὴ μεταδοῦναι χάριν, ὡς οὐ προσῆκεν. οὔτε ἐπιβουλὴν φοβηθήσομαι, οὐ δώροις κολακευθήσομαι. ἀλλ’ εἰ καὶ δόξειέν μοί ποτε τὰ διδόμενά μοι τῶν κηρυγμάτων βιβλία μὴ ἀληθῆ εἶναι, οὐδ’ οὕτως μεταδώσω, ἀλλ’ ἀποδώσω. ἀποδημῶν δὲ σὺν ἐμοὶ αὐτὰ κομίσω, ἅπερ ἂν τύχω κεκτημένος· εἰ δὲ μὴ βουληθῶ μεθ’ ἑαυτοῦ αὐτὰ περιφέρειν, ἐπὶ τῆς οἰκίας μου εἶναι αὐτὰ οὐκ ἐάσω, ἀλλὰ τῷ ἐπισκόπῳ μου τῷ τὴν αὐτὴν ἔχοντι πίστιν καὶ ἀπὸ τῶν αὐτῶν ὁρμωμένῳ παρακαταθήσομαι. εἰ δὲ καὶ τύχοι με νοσῆσαι καὶ τὸν θάνατον ὑποπτεῦσαι, ἐὰν ἄτεκνος ὦ, ὁμοίως ποιήσω. ἀλλ’ εἰ καὶ τελευτῶ τέκνον ἔχων οὐκ ἄξιον ἢ μηδέπω δυνάμενον, ὁμοίως ποιήσω· τῷ γὰρ ἐπισκόπῳ μου παρακαταθήσομαι, ἵνα, εἰ μὲν τύχοι, ἐφ’ ἡλικίας γενόμενος, ἄξιος εἶναι τῆς πίστεως, ὡς πατρῴαν παρακαταθήκην τῷ τέκνῳ ἀποδώσῃ κατὰ τὸν τῆς διαμαρτυρίας λόγον.  IV. ὅτι δὲ οὕτως ποιήσω, πάλιν τὸ δεύτερον διαμαρτύρομαι οὐρανόν, γῆν, ὕδωρ, ἐν οἷς τὰ πάντα περιέχεται, πρὸς τούτοις ἅπασιν καὶ τὸν διὰ πάντων διήκοντα ἀέρα, οὗ ἄνευ οὐκ ἀναπνέω, ὡς ἀεὶ ὑπήκοος ἔσομαι τῷ τὰς βίβλους μοι τῶν κηρυγμάτων διδόντι καὶ φυλάξω κατὰ πάντα ὡς διεμαρτυράμην ἢ καί τι πλεῖον. φυλάσσοντι οὖν μοι τὰς συνθήκας μέρος ἔσται μετὰ τῶν ὁσίων, ποιήσαντι δὲ παρ’ ἃ συνεθέμην, ἐχθρὸν εἴη μοι τὸ πᾶν καὶ ὁ διὰ πάντων διήκων αἰθὴρ καὶ ὁ ὑπὲρ τὰ ὅλα θεός, οὗ κρείττων, οὗ μείζων οὐδείς. ἀλλ’ εἰ καὶ εἰς ἑτέρου θεοῦ ὑπόνοιαν γένωμαι, κἀκεῖνον νῦν ὄμνυμι ὡς οὐκ ἄλλως ποιήσω, εἴτ’ ἔστιν εἴτ’ οὐκ ἔστιν. πρὸς τούτοις δ’ ἅπασιν εἰ ψεύσομαι, κατάθεμα ἔσομαι ζῶν καὶ θανὼν καὶ αἰωνίῳ κολασθήσομαι κολάσει. καὶ μετὰ τοῦτο ἄρτου καὶ ἅλατος μετὰ τοῦ παραδιδόντος μεταλαβέτω.

V. Ταῦτα τοῦ Ἰακώβου εἰπόντος ὠχρίασαν ἀγωνιάσαντες οἱ πρεσβύτεροι. συνιδὼν οὖν ὁ Ἰάκωβος, ὅτι λίαν πεφόβηνται, ἔφη· Ἀκούσατέ μου, ἀδελφοὶ καὶ σύνδουλοι. ἐὰν τὰς βίβλους πᾶσιν ὡς ἔτυχεν παράσχωμεν καὶ αὗται ὑπὸ τολμηρῶν ἀνδρῶν τινων νοθευθῶσιν ἢ ταῖς ἑρμηνείαις διαστραφῶσιν, ὡς ἤδη τινὰς ἠκούσατε πεποιηκότας, ἔσται λοιπὸν καὶ τοῖς ὄντως τὴν ἀλήθειαν ζητοῦσιν ἀεὶ πλανᾶσθαι. διὸ ἄμεινον παρ’ ἡμῖν αὐτὰς εἶναι καὶ μεταδιδόναι μετὰ πάσης τῆς προειρημένης ἀσφαλείας τοῖς θέλουσι ζῆν καὶ ἄλλους σῴζειν. εἰ δέ τις μετὰ τὸ οὕτως διαμαρτύρασθαι ἄλλως ποιήσει, εὐλόγως αἰωνίᾳ ὑποπεσεῖται κολάσει. τίνι γὰρ λόγῳ ἄλλων ἀπωλείας αἴτιος γενόμενος αὐτὸς οὐκ ἀπολεῖται; τῶν οὖν πρεσβυτέρων ἐπὶ τῇ τοῦ Ἰακώβου γνώμῃ ἡσθέντων καὶ εἰπόντων· Εὐλόγηται ὁ σὲ ὡς πάντα προειδὼς καλῶς ἡμῖν καταστήσας ἐπίσκοπον – καὶ ταῦτα εἰπόντων αὐτῶν ἐγερθέντες προσηυξάμεθα τῷ τῶν ὅλων πατρὶ καὶ θεῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.