Φλαυίου Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας
Liber XIV
Τάδε ἔνεστιν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαικῆς
ἀρχαιολογίας
α. Ὡς μετὰ τὸν Ἀλεξάνδρας θάνατον ὁ νεώτερος αὐτῆς τῶν παίδων Ἀριστόβουλος
ἐπολέμησεν πρὸς Ὑρκανὸν τὸν ἀδελφὸν περὶ τῆς βασιλείας καὶ κρατήσας αὐτοῦ
συνεδίωξεν εἰς τὴν ἐν Ἱεροσολύμοις βᾶριν, ἔπειθ' ὡς συμβάντες ἔκριναν
βασιλεύειν μὲν Ἀριστόβουλον, Ὑρκανὸν δὲ ἰδιωτεύειν.
β. περὶ Ἀντιπάτρου καὶ γένους αὐτοῦ καὶ τίνα τρόπον ἐκ μικρᾶς καὶ τῆς
τυχούσης ἀφορμῆς εἰς λαμπρότητα καὶ δόξαν ἅμα τοῖς παισὶν προήχθη καὶ μέγεθος
δυνάμεως, καὶ ὅτι πείσαντος Ὑρκανὸν Ἀντιπάτρου φυγεῖν ἐξ Ἱεροσολύμων πρὸς
Ἀρέταν τὸν τῶν Ἀράβων βασιλέα ἱκέτευσεν ἐλθὼν καταγαγεῖν αὐτὸν εἰς τὴν
βασιλείαν γῆν τε πολλὴν δώσειν καὶ χρήματα ὑποσχόμενος.
γ. ὡς Ἀρέτας προσδεξάμενος τὸν Ὑρκανὸν ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλον καὶ
συμβαλὼν καὶ κρατήσας τῇ μάχῃ συνεδίωξεν ἐπὶ Ἱεροσόλυμα καὶ περικαθίσας τὸ
στρατόπεδον ἐπολιόρκει τὴν πόλιν.
δ. ὡς Σκαῦρον πέμψαντος ἀπὸ Ἀρμενίας εἰς Συρίαν Μάγνου Πομπηίου ἧκον πρὸς
αὐτὸν ἀπό τε Ὑρκανοῦ καὶ Ἀριστοβούλου πρέσβεις περὶ συμμαχίας παρακαλοῦντες.
ε. ὅτι Σκαῦρος τετρακοσίοις διαφθαρεὶς ταλάντοις Ἀριστοβούλῳ προσέθετο.
ς. ὡς Ὑρκανὸς καὶ Ἀριστόβουλος περὶ τῆς βασιλείας ἐπὶ Πομπηίου
δικαιολογοῦνται.
[ζ. ὡς Πομπηίου εἰς Δαμασκὸν ἐκ τῆς Ἀρμενίας ἐλθόντος Ἀριστόβουλος καὶ
Ὑρκανὸς ἐπὶ αὐτὸν ἧκον περὶ τῆς βασιλείας δικαιολογούμενοι.]
η. Πομπηίου ὑπέρθεσις διαγνώσεσθαι φήσαντος περὶ ὧν ἀλλήλοις ἐνεκάλουν,
ἐπειδὰν εἰς τὴν ἐκείνων χώραν παραγένηται, καὶ ὅτι συνεὶς Ἀριστόβουλος τίνα
ἔχει διάνοιαν Πομπήιος ἀνεχώρησεν εἰς Ἰουδαίαν, καὶ ὡς ἀγανακτήσαντος αὐτοῦ καὶ
στρατεύσαντος ἐπ' αὐτὸν εἰς Ἀλεξάνδρειον Ἀριστόβουλος ἀνεχώρησεν τὸ φρούριον
ὀχυρὸν ὂν καὶ δυσκαταμάχητον.
θ. ὡς Πομπήιος τοῦτο συνιδὼν στρατηγήματι χρησάμενος ἔπεισεν τὸν
Ἀριστόβουλον καταλιπόντα τὸ φρούριον καταβῆναι πρὸς αὐτὸν ὡς βεβαιωσόμενον αὐτῷ
τὴν ἡγεμονίαν, οἷς πεισθέντα καὶ πολλάκις δικαιολογησάμενον πρὸς τὸν ἀδελφὸν
ἠνάγκασε τοῖς φουράρχοις τῇ αὐτοῦ χειρὶ γράψαι καὶ παραδοῦναι αὐτῷ τὰ φρούρια.
ι. ὡς Ἀριστόβουλος τοῦτο ποιήσας διὰ φόβον ἔπειτα δυσχεράνας ἐπὶ τῷ μηδενὸς
ὧν προσεδόκα παρὰ Πομπηίου τυγχάνειν ἀνεχώρησεν εἰς Ἱεροσόλυμα.
ια. ὡς Πομπηίου κατὰ πόδας μετὰ τῆς στρατιᾶς παρακολουθήσαντος μετενόησεν
Ἀριστόβουλος καὶ προελθὼν ἄχρι Ἱεριχοῦντος ἀπήντησεν αὐτῷ καὶ συγγνώμης τυχεῖν
δεηθεὶς περὶ τῶν ἡμαρτημένων τήν τε πόλιν καὶ τὰ χρήματα παραδώσειν ὑπέσχετο,
καὶ Πομπηίου πέμψαντος Γαβίνιον μετὰ ἐπιλέκτων στρατιωτῶν ἐπί τε τὴν τῆς πόλεως
παράληψιν καὶ τῶν χρημάτων οἱ Ἱεροσολυμῖται τὸν Ἀριστόβουλον ὁρῶντες ἐν φυλακῇ
καθεστῶτα τὰς πύλας ἀπέκλεισαν τοῖς Ῥωμαίοις.
ιβ. ὡς ἐπὶ τούτῳ παροξυνθεὶς Πομπήιος Ἀριστόβουλον μὲν ἔδησεν, προσαγαγὼν δὲ
τὴν δύναμιν ἐπολιόρκει τὴν πόλιν, καὶ δέχονται μὲν αὐτὸν οἱ τὰ Ὑρκανοῦ
φρονοῦντες εἰς τὴν πόλιν τὴν ἄνω, οἱ δὲ τὰ Ἀριστοβούλου φεύγουσιν εἰς τὸ ἱερόν.
ιγ. ὡς αἱρεῖ κατὰ κράτος τὸ ἱερὸν καὶ τὴν κάτω πόλιν ὁ Πομπήιος τῷ τρίτῳ
μηνί.
ιδ. περὶ τῆς ἐπιεικείας αὐτοῦ καὶ θεοσεβείας, ὅτι μηδενὸς ἔψαυσεν τῶν ἐν τῷ
ἱερῷ πολλῶν ὄντων τῶν ἐν αὐτῷ χρημάτων.
ιε. ὅτι ταῦτα διαπραξάμενος καὶ τὴν Ἰουδαίαν ποιήσας φόροις ὑποτελῆ καὶ
Ὑρκανὸν ἀποδείξας ἐθνάρχην Ἀριστόβουλον μὲν δέσμιον μετὰ τῆς γενεᾶς εἰς Ῥώμην
ἀνήγαγεν, Σκαῦρον δὲ τῆς Συρίας ἐπίτροπον κατέλιπεν.
ις. ὅτι Σκαύρου στρατεύσαντος ἐπὶ Πέτραν βασίλειον οὖσαν τῶν Ἀράβων καὶ
πολιορκοῦντος, ἐν ἐνδείᾳ τῶν στρατιωτῶν αὐτοῦ γενομένων Ἀντίπατρος πείθει τὸν
Ἄραβα δόντα Σκαύρῳ τάλαντα τριακόσια συμμαχίαν πρὸς αὐτὸν ποιήσασθαι.
ιζ. ὡς Ἀλέξανδρος ὁ Ἀριστοβούλου παῖς φυγὼν Πομπήιον καὶ παραγενόμενος εἰς
Ἰουδαίαν στρατιᾶς αὐτῷ πολλῆς γενομένης πόλεμον ἐξήνεγκεν πρὸς Ὑρκανὸν καὶ
Ἀντίπατρον.
ιη. ὡς ὑπὸ Γαβινίου κρατηθεὶς τῇ μάχῃ καὶ κατακλεισθεὶς εἰς Ἀλεξάνδρειον τὸ
φρούριον ἐπολιορκεῖτο.
ιθ. ὡς Γαβίνιος πεισάσης τῆς μητρὸς τῆς Ἀλεξάνδρου παραδοῦναι αὐτόν τε καὶ
τὸ φρούριον λαβὼν τὸν μὲν Ἀλέξανδρον ἀφῆκεν, ἔγραψεν δὲ καὶ τῇ συγκλήτῳ τοὺς
ἀδελφοὺς αὐτοῦ, οἳ ἦσαν μετὰ Ἀριστοβούλου τοῦ πατρὸς δεδεμένοι, λῦσαι καὶ
ἀποπέμψαι πρὸς τὴν μητέρα, δηλῶν αὐτῆς τὸ πρὸς Ῥωμαίους πισὸν καὶ ὡς ἔστιν ἀξία
ταύτης τῆς χάριτος τυγχάνειν.
κ. ὡς μετὰ ταῦτα φυγόντα ἐκ Ῥώμης Ἀριστόβουλον εἰς Ἰουδαίαν λαβὼν Γαβίνιος
αἰχμάλωτον πάλιν ἀνέπεμψεν εἰς Ῥώμην.
κα. Κράσσου κατὰ τὴν ἐπὶ Πάρθους στρατείαν εἰς τὴν Ἰουδαίαν ἀνάβασις καὶ
σύλησις τῶν ἐν τῷ ἱερῷ χρημάτων.
κβ. φυγὴ Πομπηίου εἰς Ἤπειρον καὶ Σκιπίωνος ὑπ' αὐτοῦ πεμφθέντος εἰς Συρίαν
ἄφιξις ἐντολὴν ἔχοντος ἀποκτεῖναι Ἀλέξανδρον.
κγ. ὅτι Καῖσαρ λύσας Ἀριστόβουλον οἷός τε ἦν πέμψαι μετὰ δύο ταγμάτων εἰς
Ἰουδαίαν, ἔφθη δ' ὑπὸ τῶν τὰ Πομπηίου φρονούντων διαφθαρεὶς Ἀριστόβουλος
φαρμάκῳ.
κδ. Καίσαρος ἐπ' Αἰγύπτου στρατεία, καὶ ὡς συνεμάχησαν αὐτῷ Ὑρκανός τε καὶ
Ἀντίπατρος καὶ τοὺς Ἰουδαίους αὐτῷ συμμάχους ἐποίησαν.
κε. Ἀντιπάτρου προθύμως ἀγωνισαμένου κατὰ τὴν μάχην ἀριστεία καὶ διὰ τοῦτο
φιλία πρὸς Καίσαρα, καὶ ὡς Ὑρκανὸν Καῖσαρ ἐπὶ τῇ νίκῃ χαίρων ἐτίμησεν μεγάλως
ἐπιτρέψας αὐτῷ τὰ τῆς πατρίδος ἀναστῆσαι τείχη.
κς. ὡς Ἀντιπάτρῳ τὴν τῆς Ἰουδαίας ἐπιτροπὴν ἐνεχείρισεν.
κζ. Καίσαρος ἐπιστολαὶ καὶ δόγματα συγκλήτου περὶ τῆς πρὸς Ἰουδαίους φιλίας.
κη. ὅτι Ἀντίπατρος τοῖς παισὶν Ἡρώδῃ μὲν τὴν τῆς Γαλιλαίας πρόνοιαν Φασαήλῳ
δ' ἐπέτρεψεν τὴν Ἱεροσολύμων.
κθ. ὡς Καῖσαρ Σέξστος δωροδοκηθεὶς ὑφ' Ἡρώδου ἡγεμόνος ὄντος ἐν Συρίᾳ μέγαν
καὶ ἔνδοξον ἐποίησεν Ἡρώδην καταστήσας ἄρχοντα τῆς κοίλης Συρίας.
λ. ὡς Κάσσιος Καίσαρος ἀποθανόντος εἰς τὴν Ἰουδαίαν ἀναβὰς τήν τε χώραν
ἐκάκωσεν καὶ τάλαντα ὀκτακόσια παρ' αὐτῶν εἰσεπράξατο, πῶς τε Ἡρώδης ἐκ τῆς
εἰσπράξεως τῶν χρημάτων σπουδαῖος ἔδοξεν Κασσίῳ.
λα. Μαλίχου τελευτὴ τοῦ πρὸς Ἡρώδην στασιάσαντος Κασσίου κελεύσαντος.
λβ. θάνατος τῶν ἀπὸ τῆς Ἰουδαίας πρεσβευτῶν ὑπὸ Ἀντωνίου μετὰ τὴν ἐν
Μακεδονίᾳ νίκην ἐν Συρίᾳ γενομένου καὶ ἀγανακτήσαντος ἐπὶ τῷ Ἡρώδου
κατηγορῆσαι. ταῦτα δ' ἔπραξεν χρήμασι πείσαντος αὐτὸν τοῦ Ἡρώδου.
λγ. στρατεία Πάρθων εἰς Συρίαν, καθ' ἣν τὸν Ἀριστοβούλου υἱὸν Ἀντίγονον εἰς
τὴν βασιλείαν κατήγαγον.
λδ. ὡς Ὑρκανὸν καὶ Φασάηλον τὸν ἀδελφὸν Ἡρώδου αἰχμαλώτους ἔλαβον.
λε. ὡς Ἡρώδης φεύγων ἐκεῖθεν εἰς τὴν Ἰταλίαν παραγενόμενος εἰς τὴν Ῥώμην καὶ
δεηθεὶς Ἀντωνίου χρήματα πολλὰ ὑποσχόμενος ἀπεδείχθη ὑπό τε τῆς συγκλήτου καὶ
Καίσαρος βασιλεὺς τῆς Ἰουδαίας.
λς. ἔκπλους Ἡρώδου μετὰ ταῦτα ἀπὸ Ῥώμης εἰς τὴν Ἰουδαίαν καὶ μάχη πρὸς
Ἀντίγονον στρατιᾶς αὐτῷ Ῥωμαικῆς ἑπομένης καὶ ἡγεμόνος Σίλωνος.
λζ. ὡς Σίλωνος Ἱεροσόλυμα πολιορκήσαντος ὑπὸ Σοσσίου καὶ Ἡρώδου Ἀντίγονος
διεφθάρη.
περιέχει ἡ βίβλος χρόνον ἐτῶν λβ.
I
(1)[1] Τῶν δὲ περὶ Ἀλεξάνδραν τὴν βασίλισσαν καὶ τὸν θάνατον αὐτῆς ἐν τῇ πρὸ
ταύτης ἡμῖν βίβλῳ δεδηλωμένων τὰ τούτοις ἀκόλουθα καὶ προσεχῆ νῦν ἐροῦμεν, οὐκ
ἄλλου τινὸς ἢ τοῦ μηδὲν παραλιπεῖν τῶν πραγμάτων ἢ δι' ἄγνοιαν ἢ διὰ κάματον
τῆς μνήμης προμηθούμενοι. [2] τὴν γὰρ ἱστορίαν καὶ τὴν μήνυσιν τῶν
ἀγνοουμένων τοῖς πολλοῖς πραγμάτων διὰ τὴν ἀρχαιότητα δεῖ μὲν καὶ τὸ τῆς ἀπαγγελίας
κάλλος, ὅσον δὴ τοῦτ' ἔστιν ἔκ τε τῶν ὀνομάτων καὶ τῆς τούτων ἁρμονίας καὶ ὅσα
πρὸς τούτοις συμβάλλεται κόσμον τῷ λόγῳ, [3] τοῖς ἀναγνωσομένοις ἔχειν, ὡς
ἂν μετὰ χάριτός τινος καὶ ἡδονῆς τὴν ἐμπειρίαν παραλαμβάνοιεν, πάντων δὲ μᾶλλον
τῆς ἀκριβείας τοὺς συγγραφεῖς στοχάζεσθαι μηδὲν τοῦ τἀληθῆ λέγειν τοῖς περὶ ὧν
οὐκ ἴσασιν αὐτοὶ πιστεύειν αὐτοῖς μέλλουσιν προτιμῶντας.
(2)[4] Παραλαβόντος γὰρ τὴν βασιλείαν Ὑρκανοῦ τῷ τρίτῳ ἔτει τῆς ἑβδόμης καὶ
ἑβδομηκοστῆς πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδος, ὑπατεύοντος Ῥωμαίων Κυίντου Ὁρτησίου
καὶ Κυίντου Μετέλλου, ὃς δὴ καὶ Κρητικὸς ἐπεκαλεῖτο, πόλεμον εὐθὺς ἐκφέρει πρὸς
αὐτὸν Ἀριστόβουλος, καὶ τῆς μάχης αὐτῷ γενομένης πρὸς Ἱεριχοῦντι πολλοὶ τῶν
στρατιωτῶν αὐτοῦ πρὸς τὸν ἀδελφὸν αὐτομολοῦσιν. [5] οὗ γενομένου φεύγει πρὸς
τὴν ἀκρόπολιν Ὑρκανός, ἔνθα συνέβαινεν κατεῖρχθαι τὴν Ἀριστοβούλου γυναῖκα καὶ
τοὺς παῖδας αὐτοῦ ὑπὸ τῆς μητρός, καθὼς προειρήκαμεν, καὶ τοὺς ἀντιστασιώτας δὲ
καταφυγόντας εἰς τὸν τοῦ ἱεροῦ περίβολον αἱρεῖ προσβαλών. [6] καὶ λόγους
ποιησάμενος πρὸς τὸν ἀδελφὸν περὶ συμβάσεως καταλύεται τὴν ἔχθραν ἐπὶ τῷ
βασιλεύειν μὲν Ἀριστόβουλον, αὐτὸν δὲ ζῆν ἀπραγμόνως καρπούμενον ἀδεῶς τὴν
ὑπάρχουσαν αὐτῷ κτῆσιν. [7] ταῦτα ἐπὶ τοῖς ἐν τῷ ἱερῷ συνθέμενοι καὶ
ὅρκοις καὶ δεξιαῖς πιστωσάμενοι τὰς ὁμολογίας καὶ κατασπασάμενοι τοῦ πλήθους
παντὸς ὁρῶντος ἀλλήλους ἀνεχώρησαν, ὁ μὲν εἰς τὰ βασίλεια, Ὑρκανὸς δ' ὡς
ἰδιώτης τυγχάνων εἰς τὴν οἰκίαν τὴν Ἀριστοβούλου.
(3)[8] Φίλος δέ τις Ὑρκανοῦ Ἰδουμαῖος Ἀντίπατρος λεγόμενος, πολλῶν μὲν
εὐπόρει χρημάτων, δραστήριος δὲ ὢν τὴν φύσιν καὶ στασιαστὴς ἀλλοτρίως εἶχεν
πρὸς τὸν Ἀριστόβουλον καὶ διαφόρως διὰ τὴν πρὸς τὸν Ὑρκανὸν εὔνοιαν.
[9] Νικόλαος μέντοι φησὶν ὁ Δαμασκηνὸς τοῦτον εἶναι γένος ἐκ τῶν πρώτων
Ἰουδαίων τῶν ἐκ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν ἀφικομένων. ταῦτα δὲ λέγει
χαριζόμενος Ἡρώδῃ τῷ παιδὶ αὐτοῦ βασιλεῖ τῶν Ἰουδαίων ἐκ τύχης τινὸς γενομένῳ,
περὶ οὗ κατὰ καιρὸν δηλώσομεν. [10] οὗτος τοίνυν ὁ Ἀντίπατρος Ἀντίπας τὸ
πρῶτον ἐκαλεῖτο καὶ τῷ πατρὶ αὐτοῦ τοῦτο γὰρ ἦν τὸ ὄνομα, ὃν Ἀλεξάνδρου τοῦ
βασιλέως καὶ τῆς γυναικὸς αὐτοῦ στρατηγὸν ἀποδειξάντων ὅλης τῆς Ἰδουμαίας
ποιήσασθαι φιλίαν πρὸς τοὺς ὁμοροῦντας αὐτῷ Ἄραβας καὶ Γαζαίους καὶ Ἀσκαλωνίτας
λέγουσιν πολλαῖς αὐτοὺς καὶ μεγάλαις ἐξιδιωσάμενον δωρεαῖς. [11] τὴν οὖν
Ἀριστοβούλου δυναστείαν ὁ νεώτερος Ἀντίπατρος ὑφορώμενος καὶ δεδιώς, μή τι πάθῃ
διὰ τὸ πρὸς αὐτὸν μῖσος, ἐπισυνιστᾷ κατ' αὐτοῦ κρύφα διαλεγόμενος τῶν Ἰουδαίων
τοὺς δυναστεύοντας, ἄδικον εἶναι λέγων περιορᾶν Ἀριστόβουλον ἀδίκως ἔχοντα τὴν
ἀρχήν, καὶ τὸν μὲν ἀδελφὸν ταύτης ἐκβεβληκότα πρεσβύτερον ὄντα, κατέχοντα δ'
αὐτὴν οὖσαν ἐκείνου διὰ τὸ πρεσβεῖον. [12] τούτους τε συνεχῶς πρὸς τὸν
Ὑρκανὸν ποιούμενος διετέλει τοὺς λόγους, καὶ ὅτι κινδυνεύσει τῷ ζῆν, εἰ μὴ
φυλάξαιτο ποιήσας αὑτὸν ἐκποδών: τοὺς γὰρ φίλους τοὺς Ἀριστοβούλου μηδένα
παραλείπειν καιρὸν ἔλεγεν συμβουλεύοντας αὐτὸν ἀνελεῖν ὡς τότε βεβαίως ἕξοντα
τὴν ἀρχήν. [13] τούτοις Ὑρκανὸς ἠπίστει τοῖς λόγοις φύσει χρηστὸς ὢν καὶ
διαβολὴν δι' ἐπιείκειαν οὐ προσιέμενος ῥᾳδίως. ἐποίει δ' αὐτὸν τὸ ἄπραγμον καὶ
τὸ παρειμένον τῆς διανοίας τοῖς ὁρῶσιν ἀγεννῆ καὶ ἄνανδρον δοκεῖν: τῆς δ' ἐναντίας
φύσεως ἦν Ἀριστόβουλος, δραστήριος καὶ διεγηγερμένος τὸ φρόνημα.
(4)[14] Ἐπειδὴ τοίνυν ὁ Ἀντίπατρος οὐ προσέχοντα ἑώρα τοῖς λόγοις τὸν
Ὑρκανόν, οὐ διέλιπεν ἑκάστης ἡμέρας πλαττόμενος καὶ διαβάλλων πρὸς αὐτὸν τὸν
Ἀριστόβουλον ὡς ἀποκτεῖναι θέλοντα, καὶ μόλις ἐγκείμενος πείθει πρὸς Ἀρέταν
αὐτῷ συμβουλεύσας φυγεῖν τὸν Ἀράβων βασιλέα: πεισθέντι γὰρ ἔσεσθαι καὶ αὐτὸς
σύμμαχος ὑπισχνεῖτο. [15] ὁ δὲ ταῦτ' ἀκούων συμφέρειν ἦν ἐπὶ τῷ πρὸς τὸν
Ἀρέταν ἀποδρᾶναι, ἔστιν δὲ ὅμορος τῇ Ἰουδαίᾳ Ἀραβία, καὶ δὴ πέμπει πρῶτον
Ὑρκανὸς πρὸς τὸν τῶν Ἀράβων βασιλέα τὸν Ἀντίπατρον ληψόμενον πίστεις, ὡς οὐκ
ἐκδώσει τοῖς ἐχθροῖς ἱκέτην αὐτοῦ γενόμενον. [16] λαβὼν δὲ τὰς πίστεις ὁ
Ἀντίπατρος ὑπέστρεψε πρὸς Ὑρκανὸν εἰς Ἱεροσόλυμα, καὶ μετ' οὐ πολὺ παραλαβὼν
αὐτὸν καὶ τῆς πόλεως ὑπεξελθὼν νύκτωρ καὶ πολλὴν ἀνύσας ὁδὸν ἧκεν ἄγων εἰς τὴν
καλουμένην Πέτραν, ὅπου τὰ βασίλεια ἦν τῷ Ἀρέτᾳ. [17] μάλιστα δὲ ὢν φίλος
τῷ βασιλεῖ κατάγειν τὸν Ὑρκανὸν εἰς τὴν Ἰουδαίαν παρεκάλει: καὶ τοῦθ' ἑκάστης
ἡμέρας ποιῶν καὶ οὐκ ἀνιείς, ἀλλὰ καὶ δωρεὰς προιέμενος, πείθει τὸν Ἀρέταν.
[18] οὐ μὴν ἀλλὰ καὶ Ὑρκανὸς ὑπέσχετο αὐτῷ καταχθεὶς καὶ τὴν βασιλείαν
κομισάμενος ἀποδώσειν τήν τε χώραν καὶ τὰς δώδεκα πόλεις, ἃς Ἀλέξανδρος ὁ πατὴρ
αὐτοῦ τῶν Ἀράβων ἀφείλετο. ἦσαν δ' αὗται Μήδαβα, Λιββα, Ναβαλώθ, Ἀραβαθα, Γαλανθώνη,
Ζωιρα, Ὠρωναιδιγωβασιλισσαρυδδα, Αλουσα, Ωρυβδα.
II
(1)[19] Τούτων αὐτῷ τῶν ὑποσχέσεων γενομένων ὁ Ἀρέτας ἐστράτευσεν ἐπὶ τὸν
Ἀριστόβουλον μετὰ πέντε μυριάδων ἱππέων ἅμα καὶ πεζῆς στρατιᾶς, καὶ νικᾷ τῇ
μάχῃ. πολλῶν δὲ μετὰ τὴν νίκην πρὸς Ὑρκανὸν αὐτομολησάντων μονωθεὶς ὁ
Ἀριστόβουλος ἔφυγεν εἰς Ἱεροσόλυμα. [20] ὁ δὲ τῶν Ἀράβων βασιλεὺς πᾶσαν
τὴν στρατιὰν ἀγαγὼν καὶ προσβαλὼν τῷ ἱερῷ τὸν Ἀριστόβουλον ἐπολιόρκει
προστιθεμένου καὶ τοῦ δήμου τῷ Ὑρκανῷ καὶ συμπολιορκοῦντος αὐτῷ, μόνων δὲ τῶν
ἱερέων τῷ Ἀριστοβούλῳ προσμενόντων. [21] ὁ μὲν οὖν Ἀρέτας ἑξῆς βαλόμενος
στρατόπεδα τῶν Ἀράβων καὶ τῶν Ἰουδαίων ἰσχυρῶς ἐνέκειτο τῇ πολιορκίᾳ. τούτων δὲ
γινομένων κατὰ τὸν καιρὸν τῆς τῶν ἀζύμων ἑορτῆς, ἣν πάσχα λέγομεν, οἱ
δοκιμώτατοι τῶν Ἰουδαίων ἐκλιπόντες τὴν χώραν εἰς Αἴγυπτον ἔφυγον.
[22] Ὀνίαν δέ τινα ὄνομα δίκαιον ὄντα καὶ θεοφιλῆ, ὃς ἀνομβρίας ποτὲ οὔσης
ηὔξατο τῷ θεῷ λῦσαι τὸν αὐχμὸν καὶ γενόμενος ἐπήκοος ὁ θεὸς ὗσεν, κρύψαντα
ἑαυτὸν διὰ τὸ τὴν στάσιν ὁρᾶν ἰσχυρὰν ἐπιμένουσαν, ἀναχθέντα εἰς τὸ στρατόπεδον
τῶν Ἰουδαίων ἠξίουν, ὡς ἔπαυσε τὴν ἀνομβρίαν εὐξάμενος, ἵν' οὕτως ἀρὰς θῇ κατὰ
Ἀριστοβούλου καὶ τῶν συστασιαστῶν αὐτοῦ. [23] ἐπεὶ δὲ ἀντιλέγων καὶ
παραιτούμενος ἐβιάσθη ὑπὸ τοῦ πλήθους, στὰς μέσος αὐτῶν εἶπεν: [24] “ὦ θεὲ
βασιλεῦ τῶν ὅλων, ἐπεὶ οἱ μετ' ἐμοῦ συνεστῶτες σὸς δῆμός ἐστιν καὶ οἱ
πολιορκούμενοι δὲ ἱερεῖς σοί, δέομαι μήτε κατὰ τούτων ἐκείνοις ὑπακοῦσαι μήτε
κατ' ἐκείνων ἃ οὗτοι παρακαλοῦσιν εἰς τέλος ἀγαγεῖν.” καὶ τὸν μὲν ταῦτ'
εὐξάμενον περιστάντες οἱ πονηροὶ τῶν Ἰουδαίων κατέλευσαν.
(2)[25] Ὁ δὲ θεὸς ταύτης αὐτοὺς παραχρῆμα ἐτιμωρήσατο τῆς ὠμότητος καὶ δίκην
εἰσεπράξατο τοῦ Ὀνίου φόνου τούτῳ τῷ τρόπῳ: πολιορκουμένων τῶν ἱερέων καὶ τοῦ
Ἀριστοβούλου συνέβη τὴν ἑορτὴν ἐπιστῆναι τὴν καλουμένην φάσκα, καθ' ἣν ἔθος
ἐστὶν ἡμῖν πολλὰ θύειν τῷ θεῷ. [26] ἀποροῦντες δὲ θυμάτων οἱ περὶ τὸν
Ἀριστόβουλον ἠξίωσαν αὐτοῖς τοὺς ὁμοφύλους παρασχεῖν χρήματα λαβόντας ἀντὶ τῶν
θυμάτων ὅσα θέλουσιν. τῶν δέ, εἰ βούλονται λαβεῖν, χιλίας δραχμὰς ὑπὲρ ἑκάστης
κεφαλῆς καταβαλεῖν κελευόντων, προθύμως ὅ τε Ἀριστόβουλος καὶ οἱ ἱερεῖς
ὑπέστησαν καὶ διὰ τῶν τειχῶν καθιμήσαντες ἔδωκαν αὐτοῖς τὰ χρήματα.
[27] κἀκεῖνοι λαβόντες οὐκ ἀπέδωκαν τὰ θύματα, ἀλλ' εἰς τοῦτο πονηρίας
ἦλθον, ὥστε παραβῆναι τὰς πίστεις καὶ ἀσεβῆσαι τὸν θεὸν τὰ πρὸς τὰς θυσίας μὴ
παρασχόντες τοῖς δεομένοις. [28] παρασπονδηθέντες δὲ οἱ ἱερεῖς ηὔξαντο τὸν
θεὸν δίκην αὐτῶν εἰσπράξασθαι παρὰ τῶν ὁμοφύλων, ὁ δὲ οὐκ ἀνεβάλετο τὴν
τιμωρίαν, ἀλλὰ πνεῦμα πολὺ καὶ βίαιον ἐπιπέμψας τὸν καρπὸν ἁπάσης τῆς χώρας
διέφθειρεν, ὡς τὸν μόδιον τοῦ σίτου τότε αὐτοὺς ἐξωνεῖσθαι δραχμῶν ἕνδεκα.
(3)[29] Ἐν τούτῳ πέμπει Σκαῦρον εἰς Συρίαν Πομπήιος αὐτὸς ὢν ἐν Ἀρμενίᾳ καὶ
πολεμῶν ἔτι Τιγράνῃ. ὁ δὲ ἀφικόμενος εἰς Δαμασκὸν Λόλλιον καὶ Μέτελλον νεωστὶ
τὴν πόλιν ᾑρηκότας εὑρὼν αὐτὸς εἰς τὴν Ἰουδαίαν ἠπείγετο.
[30] παραγενομένου δὲ πρέσβεις ἧκον πρὸς αὐτὸν παρά τε Ἀριστοβούλου καὶ
Ὑρκανοῦ συμμαχεῖν ἀξιούντων ἑκατέροις. ὑπισχνουμένου δὲ Ἀριστοβούλου τετρακόσια
δώσειν τάλαντα, τοῦ δὲ Ὑρκανοῦ τούτων οὐκ ἐλάττονα παρέξειν, προσδέχεται τὴν
Ἀριστοβούλου ὑπόσχεσιν: [31] καὶ γὰρ εὔπορος χρημάτων καὶ μεγαλόψυχος ἦν
καὶ μετριωτέρων ἠξίου τυγχάνειν, ὁ δὲ πένης ἦν καὶ γλίσχρος καὶ περὶ μειζόνων
τὴν ἄπιστον προύτεινεν ἐπαγγελίαν. οὐ γὰρ ἴσον ἦν βίᾳ πόλιν ἑλεῖν ἐν ταῖς
μάλιστα ὀχυρὰν καὶ δυνατήν, ἢ φυγάδας ἐκβαλεῖν μετὰ τοῦ Ναβαταίων πλήθους οὐκ
εὖ πρὸς πόλεμον διακειμένων. [32] τούτῳ τοίνυν προσθέμενος διὰ τὰς
προειρημένας αἰτίας λαβὼν τὰ χρήματα λύει τὴν πολιορκίαν, κελεύσας ἀναχωρεῖν
τὸν Ἀρέταν ἢ πολέμιον αὐτὸν Ῥωμαίων ἀποδειχθήσεσθαι. [33] καὶ Σκαῦρος μὲν
εἰς Δαμασκὸν πάλιν ἀνεχώρησεν, Ἀριστόβουλος δὲ μετὰ πολλῆς δυνάμεως ἐπί τε
Ἀρέταν καὶ Ὑρκανὸν ἐστράτευσεν καὶ συμβαλὼν αὐτοῖς περὶ τὸν καλούμενον Παπυρῶνα
νικᾷ τῇ μάχῃ καὶ κτείνει περὶ ἑξακισχιλίους τῶν πολεμίων, μεθ' ὧν ἔπεσεν καὶ
Φαλλίων ὁ Ἀντιπάτρου ἀδελφός.
III
(1)[34] Μετ' οὐ πολὺ δὲ Πομπηίου εἰς Δαμασκὸν ἀφικομένου καὶ κοίλην Συρίαν
ἐπιόντος ἧκον παρ' αὐτὸν πρέσβεις ἐξ ὅλης Συρίας καὶ Αἰγύπτου καὶ ἐκ τῆς
Ἰουδαίας: ἔπεμψε γὰρ αὐτῷ μέγα δῶρον Ἀριστόβουλος ἄμπελον χρυσῆν ἐκ πεντακοσίων
ταλάντων. [35] μέμνηται δὲ τοῦ δώρου καὶ Στράβων ὁ Καππάδοξ λέγων οὕτως: “ἦλθεν
δὲ καὶ ἐξ Αἰγύπτου πρεσβεία καὶ στέφανος ἀπὸ χρυσῶν τετρακισχιλίων καὶ ἐκ τῆς
Ἰουδαίας εἴτε ἄμπελος εἴτε κῆπος: τερπωλὴν ὠνόμαζον τὸ δημιούργημα.
[36] τοῦτο μέντοι τὸ δῶρον ἱστορήκαμεν καὶ ἡμεῖς ἀνακείμενον ἐν Ῥώμῃ ἐν τῷ
ἱερῷ τοῦ Διὸς τοῦ Καπετωλίου ἐπιγραφὴν ἔχον Ἀλεξάνδρου τοῦ τῶν Ἰουδαίων
βασιλέως. ἐτιμήθη δὲ εἶναι πεντακοσίων ταλάντων” Ἀριστόβουλον μὲν οὖν τοῦτο
λέγεται πέμψαι τὸν Ἰουδαίων δυνάστην.
(2)[37] Μετ' οὐ πολὺ δὲ ἧκον πάλιν πρέσβεις πρὸς αὐτὸν Ἀντίπατρος μὲν ὑπὲρ
Ὑρκανοῦ, Νικόδημος δὲ ὑπὲρ Ἀριστοβούλου, ὃς δὴ καὶ κατηγόρει τῶν λαβόντων
χρήματα Γαβινίου μὲν πρότερον Σκαύρου δὲ ὕστερον, τοῦ μὲν τριακόσια τοῦ δὲ
τετρακόσια τάλαντα, πρὸς τοῖς ἄλλοις καὶ τούτους ἐχθροὺς αὐτῷ κατασκευάζων.
[38] κελεύσας δὲ ἥκειν τοὺς διαμφισβητοῦντας ἐνισταμένου τοῦ ἔαρος
ἀναλαβὼν τὴν δύναμιν ἐκ τῶν χειμαδίων ὥρμησεν ἐπὶ τῆς Δαμασκηνῆς. καὶ τήν τε
ἄκραν ἐν παρόδῳ τὴν ἐν Ἀπαμείᾳ κατέσκαψεν, ἣν ὁ Κυζικηνὸς ἐτείχισεν Ἀντίοχος,
[39] καὶ τὴν Πτολεμαίου τοῦ Μενναίου χώραν κατενόησεν, ἀνδρὸς πονηροῦ καὶ
οὐδὲν ἐλάσσονος Διονυσίου τοῦ Τριπολίτου τοῦ πελεκισθέντος, ᾧπερ καὶ κηδεύων
ἐτύγχανεν, χιλίοις μέντοι ταλάντοις ἐξωνησαμένου τὴν ὑπὲρ τῶν ἁμαρτημάτων
τιμωρίαν, οἷς Πομπήιος τοὺς στρατιώτας ἐμισθοδότησεν. [40] ἐξεῖλεν δὲ καὶ
Λυσιάδα χωρίον, οὗ τύραννος ἦν Σίλας ὁ Ἰουδαῖος. διελθὼν δὲ τὰς πόλεις τήν τε
Ἡλιούπολιν καὶ τὴν Χαλκίδα καὶ τὸ διεῖργον ὄρος ὑπερβαλὼν τὴν κοίλην
προσαγορευομένην Συρίαν ἀπὸ τῆς ἄλλης εἰς Δαμασκὸν ἧκεν. [41] ἔνθα δὴ καὶ
τῶν Ἰουδαίων διήκουσεν καὶ τῶν ἡγουμένων αὐτῶν, οἳ πρός τε ἀλλήλους διεφέροντο Ὑρκανὸς
καὶ Ἀριστόβουλος καὶ τὸ ἔθνος πρὸς ἀμφοτέρους, τὸ μὲν οὐκ ἀξιοῦν βασιλεύεσθαι:
πάτριον γὰρ εἶναι τοῖς ἱερεῦσι τοῦ τιμωμένου παρ' αὐτοῖς θεοῦ πειθαρχεῖν, ὄντας
δὲ τούτους ἀπογόνους τῶν ἱερέων εἰς ἄλλην μετάγειν ἀρχὴν τὸ ἔθνος ζητῆσαι, ὅπως
καὶ δοῦλον γένοιτο. [42] Ὑρκανὸς δὲ κατηγόρει, ὅτι πρεσβύτερος ὢν
ἀφαιρεθείη τὸ πρεσβεῖον ὑπὸ Ἀριστοβούλου καὶ μικρὸν ἔχοι μέρος τῆς χώρας ὑφ'
αὑτῷ, τὴν δὲ ἄλλην βίᾳ λαβὼν Ἀριστόβουλος: [43] τάς τε καταδρομὰς τὰς ἐπὶ
τοὺς ὁμόρους καὶ τὰ πειρατήρια τὰ ἐν τῇ θαλάττῃ τοῦτον εἶναι τὸν συστήσαντα
διέβαλεν, οὐκ ἂν οὐδ' ἀποστῆναι λέγων τὸ ἔθνος αὐτοῦ, εἰ μὴ βίαιός τις καὶ
ταραχώδης ὑπῆρχεν. συνηγόρουν δὲ αὐτῷ ταῦτα λέγοντι πλείους ἢ χίλιοι τῶν
δοκιμωτάτων Ἰουδαίων Ἀντιπάτρου παρασκευάσαντος. [44] ὁ δὲ τοῦ μὲν ἐκπεσεῖν
αὐτὸν τῆς ἀρχῆς τὴν ἐκείνου φύσιν ᾐτιᾶτο ἄπρακτον οὖσαν καὶ διὰ τοῦτ'
εὐκαταφρόνητον, αὐτὸν δ' ἔλεγεν φόβῳ τοῦ μὴ πρὸς ἄλλους μεταστῆναι τὴν ἀρχὴν ἐν
ἀνάγκης αὐτὴν ὑπελθεῖν, προσαγορεύεσθαι δὲ αὐτὸν τοῦτο ὅπερ καὶ Ἀλέξανδρον τὸν
πατέρα. [45] καὶ δὴ μάρτυρας τούτων ἐκάλει τοὺς νέους καὶ σοβαρωτέρους, ὧν
ἐβδελύττοντο τὰς πορφυρίδας καὶ τὰς κόμας καὶ τὰ φάλαρα καὶ τὸν ἄλλον κόσμον,
ὃν ὥσπερ οὐ δίκην ὑφέξοντες, ἀλλ' ὡς εἰς πομπὴν προιόντες περιέκειντο.
(3)[46] Πομπήιος δὲ τούτων ἀκούσας καὶ καταγνοὺς Ἀριστοβούλου βίαν, τότε μὲν
αὐτοὺς ἀπέπεμψεν διαλεχθεὶς πρᾴως, ἐλθὼν δ' εἰς τὴν χώραν αὐτῶν ἔλεγεν
διατάξειν ἕκαστα, ἐπειδὰν τὰ τῶν Ναβαταίων πρῶτον ἴδῃ. τέως δὲ ἐκέλευσεν
ἡσυχίαν ἄγειν θεραπεύων ἅμα τὸν Ἀριστόβουλον, μὴ τὴν χώραν ἀποστήσῃ καὶ
διακλεισθείη τῶν παρόδων. [47] ἔτυχεν μέντοι τοῦτο ἐξ Ἀριστοβούλου
γενόμενον: οὐ γὰρ ἀναμείνας οὐδὲν ὧν διελέχθη πρὸς αὐτὸν ὁ Πομπήιος εἰς Δειλον
πόλιν ἦλθεν κἀκεῖθεν εἰς τὴν Ἰουδαίαν ἀπῆρεν.
(4)[48] Ὀργίζεται δ' ἐπὶ τούτοις ὁ Πομπήιος, καὶ τὴν ἐπὶ τοὺς Ναβαταίους
ἀναλαβὼν στρατιὰν ἔκ τε Δαμασκοῦ καὶ τῆς ἄλλης Συρίας ἐπικουρικὰ σὺν τοῖς
ὑπάρχουσιν αὐτῷ Ῥωμαίων τάγμασιν ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλον. [49] ὡς
δὲ παραμειψάμενος Πέλλαν καὶ Σκυθόπολιν εἰς Κορέας ἧκεν, ἥτις ἐστὶν ἀρχὴ τῆς
Ἰουδαίας διεξιόντι τὴν μεσόγειον, ἐνταῦθα εἴς τι περικαλλὲς ἔρυμα ἐπ' ἄκρου τοῦ
ὄρους ἱδρυμένον Ἀλεξάνδρειον Ἀριστοβούλου συμπεφευγότος, πέμψας ἐκέλευσεν ἥκειν
πρὸς αὐτόν. [50] ὁ δὲ παραινούντων πολλῶν μὴ πολεμεῖν Ῥωμαίοις κάτεισιν
καὶ δικαιολογησάμενος πρὸς τὸν ἀδελφὸν περὶ τῆς ἀρχῆς πάλιν εἰς τὴν ἀκρόπολιν
ἀναβαίνει Πομπηίου συγχωρήσαντος. [51] καὶ τοῦτ' ἐποίησεν δὶς καὶ τρίς,
ἅμα μὲν κολακεύων τὴν ἀπ' αὐτοῦ περὶ τῆς βασιλείας ἐλπίδα καὶ πρὸς ἕκαστον ὧν
κελεύσειεν Πομπήιος ὑπακούειν ὑποκρινόμενος, ἅμα δὲ ἀναχωρῶν εἰς τὸ ἔρυμα ὑπὲρ
τοῦ μὴ καταλύειν αὑτὸν καὶ πρὸς τὸ πολεμεῖν ἀφορμὴν αὑτῷ παρασκευαζόμενος,
δεδιὼς μὴ τὴν ἀρχὴν εἰς Ὑρκανὸν περιστήσῃ. [52] κελεύοντος δὲ Πομπηίου
παραδιδόναι τὰ ἐρύματα καὶ τοῖς φρουράρχοις ἐπιστέλλειν τῇ ἑαυτοῦ χειρί,
παραδέχεσθαι δὲ ἄλλως ἀπείρητο, πείθεται μέν, δυσανασχετῶν δ' ἀνεχώρησεν εἰς
Ἱεροσόλυμα καὶ ἐν παρασκευῇ τοῦ πολεμεῖν ἐγίνετο. [53] καὶ μετ' οὐ πολὺ
Πομπηίῳ στρατιὰν ἐπ' αὐτὸν ἄγοντι καθ' ὁδὸν ἀφικόμενοί τινες ἐκ πόντου τὴν
Μιθριδάτου τελευτὴν ἐμήνυον τὴν ἐκ Φαρνάκου τοῦ παιδὸς αὐτῷ γενομένην.
IV
(1)[54] Στρατοπεδευσάμενος δὲ περὶ Ἱεριχοῦντα, οὗ τὸν φοίνικα συμβέβηκε
τρέφεσθαι καὶ τὸ ὀποβάλσαμον μύρων ἀκρότατον, ὃ τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ
ἀναπιδύει ὥσπερ ὀπός, ἕωθεν ἐπὶ Ἱεροσολύμων ἐχώρει. [55] καὶ μετανοήσας
Ἀριστόβουλος ἀφικνεῖται πρὸς Πομπήιον, καὶ χρήματά τε διδοὺς καὶ τοῖς
Ἱεροσολύμοις αὐτὸν εἰσδεχόμενος παρεκάλει παύσασθαι τοῦ πολέμου καὶ πράττειν
μετ' εἰρήνης ὅ τι βούλεται. συγγνοὺς δὲ ὁ Πομπήιος αὐτῷ δεομένῳ πέμπει Γαβίνιον
καὶ στρατιώτας ἐπί τε τὰ χρήματα καὶ τὴν πόλιν. [56] οὐ μὴν ἐπράχθη τι τούτων,
ἀλλ' ἐπανῆλθεν ὁ Γαβίνιος τῆς τε πόλεως ἀποκλεισθεὶς καὶ τὰ χρήματα μὴ λαβών,
τῶν Ἀριστοβούλου στρατιωτῶν οὐκ ἐπιτρεψάντων τὰ συγκείμενα γενέσθαι.
[57] ὀργὴ δ' ἐπὶ τούτοις Πομπήιον λαμβάνει, καὶ τὸν Ἀριστόβουλον ἐν φυλακῇ
καταστήσας αὐτὸς ἐπὶ τὴν πόλιν ἔρχεται τὰ μὲν ἄλλα πάντα οὖσαν ὀχυράν, μόνῳ δὲ
τῷ βορείῳ μέρει φαύλως ἔχουσαν: περιέρχεται γὰρ αὐτὴν φάραγξ εὐρεῖά τε καὶ
βαθεῖα ἐντὸς ἀπολαμβάνουσα τὸ ἱερὸν λιθίνῳ περιβόλῳ καρτερῶς πάνυ
τετειχισμένον.
(2)[58] Ἦν δὲ τῶν ἀνθρώπων ἔνδον στάσις οὐχ ὁμονοούντων περὶ τῶν ἐνεστώτων,
ἀλλὰ τοῖς μὲν ἐδόκει παραδιδόναι Πομπηίῳ τὴν πόλιν, οἱ δὲ τὰ Ἀριστοβούλου
φρονοῦντες ἀποκλείειν τε καὶ πολεμεῖν παρῄνουν τῷ κἀκεῖνον ἔχεσθαι δεδεμένον.
φθάσαντες δὲ οὗτοι τὸ ἱερὸν καταλαμβάνουσι καὶ τὴν τείνουσαν ἀπ' αὐτοῦ γέφυραν
εἰς τὴν πόλιν εἰς πολιορκίαν εὐτρεπιζόμενοι. [59] οἱ δὲ ἕτεροι δεξάμενοι
τὴν στρατιὰν ἐνεχείρισαν Πομπηίῳ τήν τε πόλιν καὶ τὰ βασίλεια. Πομπήιος δὲ
Πείσωνα τὸν ὑποστράτηγον πέμψας σὺν στρατιᾷ τήν τε πόλιν καὶ τὰ βασίλεια
ἐφρούρει καὶ τὰς οἰκίας τὰς πρὸς τῷ ἱερῷ καὶ ὅσα ἦν ἔξω περὶ τὸ ἱερὸν ὠχύρου.
[60] καὶ τὸ μὲν πρῶτον λόγους συμβατηρίους τοῖς ἐντὸς προσέφερεν, οὐχ
ὑπακουόντων δὲ εἰς ἃ προεκαλεῖτο τὰ πέριξ ἐτείχιζε χωρία πρὸς ἅπαντα Ὑρκανοῦ
προθύμως ὑπηρετοῦντος. Πομπήιος δὲ ἕωθεν στρατοπεδεύεται κατὰ τὸ βόρειον τοῦ
ἱεροῦ μέρος, ὅθεν ἦν ἐπίμαχον. [61] ἀνεστήκεσαν δὲ καὶ ἐνταῦθα μεγάλοι
πύργοι καὶ τάφρος τε ὀρώρυκτο καὶ βαθείᾳ περιείχετο φάραγγι: ἀπερρώγει γὰρ καὶ
τὰ πρὸς τὴν πόλιν τῆς γεφύρας ἀνατετραμμένης ἐφ' οὗ δὴ Πομπήιος καὶ τὸ χῶμα
ὁσημέραι ταλαιπωρούμενος ἐγήγερτο τεμνόντων τὴν πέριξ ὕλην Ῥωμαίων.
[62] καὶ ἐπειδὴ τοῦτ' εἶχεν ἱκανῶς μόλις πλησθείσης τῆς τάφρου διὰ βάθος
ἄπειρον προσβαλὼν μηχανὰς καὶ ὄργανα ἐκ Τύρου κομισθέντα ἐπιστήσας κατήρασσε τὸ
ἱερὸν τοῖς πετροβόλοις. [63] εἰ δὲ μὴ πάτριον ἦν ἡμῖν ἀργεῖν τὰς ἑβδομάδας
ἡμέρας, οὐκ ἂν ἠνύσθη τὸ χῶμα κωλυόντων ἐκείνων: ἄρχοντας μὲν γὰρ μάχης καὶ
τύπτοντας ἀμύνασθαι δίδωσιν ὁ νόμος, ἄλλο δέ τι δρῶντας τοὺς πολεμίους οὐκ ἐᾷ.
(3)[64] Ὃ δὴ καὶ Ῥωμαῖοι συνιδόντες κατ' ἐκείνας τὰς ἡμέρας, ἃ δὴ σάββατα
καλοῦμεν, οὔτ' ἔβαλλον τοὺς Ἰουδαίους οὔτε εἰς χεῖρας αὐτοῖς ὑπήντων, χοῦν δὲ
καὶ πύργους ἀνίστασαν καὶ τὰ μηχανήματα προσῆγον, ὥστ' αὐτοῖς εἰς τὴν ἐπιοῦσαν
ἐνεργὰ ταῦτ' εἶναι. [65] μάθοι δ' ἄν τις ἐντεῦθεν τὴν ὑπερβολὴν ἧς ἔχομεν
περὶ τὸν θεὸν εὐσεβείας καὶ τὴν φυλακὴν τῶν νόμων, μηδὲν ὑπὸ τῆς πολιορκίας διὰ
φόβον ἐμποδιζομένων πρὸς τὰς ἱερουργίας, ἀλλὰ δὶς τῆς ἡμέρας πρωί τε καὶ περὶ
ἐνάτην ὥραν ἱερουργούντων ἐπὶ τοῦ βωμοῦ, καὶ μηδὲ εἴ τι περὶ τὰς προσβολὰς
δύσκολον εἴη τὰς θυσίας παυόντων. [66] καὶ γὰρ ἁλούσης τῆς πόλεως περὶ
τρίτον μῆνα τῇ τῆς νηστείας ἡμέρᾳ κατὰ ἐνάτην καὶ ἑβδομηκοστὴν καὶ ἑκατοστὴν
ὀλυμπιάδα ὑπατευόντων Γαίου Ἀντωνίου καὶ Μάρκου Τυλλίου Κικέρωνος οἱ πολέμιοι
μὲν εἰσπεσόντες ἔσφαττον τοὺς ἐν τῷ ἱερῷ, [67] οἱ δὲ πρὸς ταῖς θυσίαις
οὐδὲν ἧττον ἱερουργοῦντες διετέλουν, οὔτε ὑπὸ τοῦ φόβου τοῦ περὶ τῆς ψυχῆς οὔθ'
ὑπὸ τοῦ πλήθους τῶν ἤδη φονευομένων ἀναγκασθέντες ἀποδρᾶναι πᾶν θ' ὅ τι δέοι
παθεῖν τοῦτο παρ' αὐτοῖς ὑπομεῖναι τοῖς βωμοῖς κρεῖττον εἶναι νομίζοντες ἢ
παρελθεῖν τι τῶν νομίμων. [68] ὅτι δὲ οὐ λόγος ταῦτα μόνον ἐστὶν ἐγκώμιον
ψευδοῦς εὐσεβείας ἐμφανίζων, ἀλλ' ἀλήθεια, μαρτυροῦσι πάντες οἱ τὰς κατὰ
Πομπήιον πράξεις ἀναγράψαντες, ἐν οἷς καὶ Στράβων καὶ Νικόλαος καὶ πρὸς αὐτοῖς
Τίτος Λίβιος ὁ τῆς Ῥωμαικῆς ἱστορίας συγγραφεύς.
(4)[69] Ἐπεὶ δὲ τοῦ μηχανήματος προσαχθέντος σεισθεὶς ὁ μέγιστος τῶν πύργων
κατηνέχθη καὶ παρέρρηξέν τι χωρίον, εἰσεχέοντο μὲν οἱ πολέμιοι, πρῶτος δὲ αὐτῶν
Κορνήλιος Φαῦστος Σύλλα παῖς σὺν τοῖς ἑαυτοῦ στρατιώταις ἐπέβη τοῦ τείχους,
μετὰ δὲ αὐτὸν Φούριος ἑκατοντάρχης ἅμα τοῖς ἑπομένοις κατὰ θάτερον μέρος, διὰ
μέσων δὲ Φάβιος καὶ αὐτὸς ἑκατοντάρχης σὺν στίφει καρτερῷ. [70] φόνου δὲ
ἦν τὰ πάντα ἀνάπλεα. καὶ τῶν Ἰουδαίων οἱ μὲν ὑπὸ Ῥωμαίων, οἱ δ' ὑπὸ ἀλλήλων
ἀνῃροῦντο, εἰσὶν δ' οἳ καὶ κατὰ κρημνῶν ἑαυτοὺς ἐρρίπτουν καὶ πῦρ ἐνιέντες εἰς
τὰς οἰκίας ἐνεπίμπραντο τὰ γινόμενα καρτερεῖν οὐχ ὑπομένοντες. [71] ἔπεσον
δὲ τῶν μὲν Ἰουδαίων εἰς μυρίους καὶ δισχιλίους, Ῥωμαίων δὲ πάνυ ὀλίγοι. ἐλήφθη
δὲ αἰχμάλωτος καὶ Ἀψάλωμος, θεῖος ἅμα καὶ πενθερὸς Ἀριστοβούλου. παρηνομήθη δὲ
οὐ σμικρὰ περὶ τὸν ναὸν ἄβατόν τε ὄντα ἐν τῷ πρὶν χρόνῳ καὶ ἀόρατον:
[72] παρῆλθεν γὰρ εἰς τὸ ἐντὸς ὁ Πομπήιος καὶ τῶν περὶ αὐτὸν οὐκ ὀλίγοι
καὶ εἶδον ὅσα μὴ θεμιτὸν ἦν τοῖς ἄλλοις ἀνθρώποις ἢ μόνοις τοῖς ἀρχιερεῦσιν.
ὄντων δὲ τραπέζης τε χρυσῆς καὶ λυχνίας ἱερᾶς καὶ σπονδείων καὶ πλήθους
ἀρωμάτων, χωρὶς δὲ τούτων ἐν τοῖς θησαυροῖς ἱερῶν χρημάτων εἰς δύο χιλιάδας
ταλάντων, οὐδενὸς ἥψατο δι' εὐσέβειαν, ἀλλὰ κἀν τούτῳ ἀξίως ἔπραξεν τῆς περὶ
αὐτὸν ἀρετῆς. [73] τῇ τε ὑστεραίᾳ καθαίρειν παραγγείλας τὸ ἱερὸν τοῖς
ναοπόλοις καὶ τὰ νόμιμα ἐπιφέρειν τῷ θεῷ τὴν ἀρχιερωσύνην ἀπέδωκεν Ὑρκανῷ διά
τε τἆλλα ὅσα χρήσιμος ὑπῆρξεν αὐτῷ, καὶ ὅτι τοὺς κατὰ τὴν χώραν Ἰουδαίους
Ἀριστοβούλῳ συμπολεμεῖν ἐκώλυσεν, καὶ τοὺς αἰτίους τοῦ πολέμου τῷ πελέκει
διεχρήσατο. τὸν δὲ Φαῦστον καὶ τοὺς ἄλλους ὅσοι τῷ τείχει προθύμως ἐπέβησαν τῶν
πρεπόντων ἀριστείων ἠξίωσεν. [74] καὶ τὰ μὲν Ἱεροσόλυμα ὑποτελῆ φόρου
Ῥωμαίοις ἐποίησεν, ἃς δὲ πρότερον οἱ ἔνοικοι πόλεις ἐχειρώσαντο τῆς κοίλης
Συρίας ἀφελόμενος ὑπὸ τῷ σφετέρῳ στρατηγῷ ἔταξεν καὶ τὸ σύμπαν ἔθνος ἐπὶ μέγα
πρότερον αἰρόμενον ἐντὸς τῶν ἰδίων ὅρων συνέστειλεν. [75] καὶ Γάδαρα μὲν
μικρὸν ἔμπροσθεν καταστραφεῖσαν ἀνέκτισεν Δημητρίῳ χαριζόμενος τῷ Γαδαρεῖ
ἀπελευθέρῳ αὐτοῦ: τὰς δὲ λοιπὰς Ἵππον καὶ Σκυθόπολιν καὶ Πέλλαν καὶ Δῖον καὶ
Σαμάρειαν ἔτι τε Μάρισαν καὶ Ἄζωτον καὶ Ἰάμνειαν καὶ Ἀρέθουσαν τοῖς οἰκήτορσιν
ἀπέδωκεν. [76] καὶ ταύτας μὲν ἐν τῇ μεσογείῳ χωρὶς τῶν κατεσκαμμένων,
Γάζαν δὲ πρὸς τῇ θαλάττῃ καὶ Ἰόππην καὶ Δῶρα καὶ Στράτωνος πύργον, ἣ κτίσαντος
αὐτὴν Ἡρώδου μεγαλοπρεπῶς καὶ λιμέσιν τε καὶ ναοῖς κοσμήσαντος, Καισάρεια
μετωνομάσθη, πάσας ὁ Πομπήιος ἀφῆκεν ἐλευθέρας καὶ προσένειμεν τῇ ἐπαρχίᾳ.
(5)[77] Τούτου τοῦ πάθους τοῖς Ἱεροσολύμοις αἴτιοι κατέστησαν Ὑρκανὸς καὶ
Ἀριστόβουλος πρὸς ἀλλήλους στασιάσαντες: τήν τε γὰρ ἐλευθερίαν ἀπεβάλομεν καὶ
ὑπήκοοι Ῥωμαίοις κατέστημεν καὶ τὴν χώραν, ἣν τοῖς ὅπλοις ἐκτησάμεθα τοὺς
Σύρους ἀφελόμενοι, ταύτην ἠναγκάσθημεν ἀποδοῦναι τοῖς Σύροις, [78] καὶ
προσέτι πλείω ἢ μύρια τάλαντα Ῥωμαῖοι ἐν βραχεῖ χρόνῳ παρ' ἡμῶν εἰσεπράξαντο,
καὶ ἡ βασιλεία πρότερον τοῖς κατὰ γένος ἀρχιερεῦσιν διδομένη, τιμὴ δημοτικῶν
ἀνδρῶν ἐγένετο. καὶ περὶ μὲν τούτων κατὰ χώραν ἐροῦμεν. [79] Πομπήιος δὲ
τήν τε κοίλην ἄλλην Συρίαν ἕως Εὐφράτου ποταμοῦ καὶ Αἰγύπτου Σκαύρῳ παραδοὺς
καὶ δύο τάγματα Ῥωμαίων ἐπὶ Κιλικίας ᾤχετο ἐπειγόμενος εἰς Ῥώμην. ἐπήγετο δὲ
μετὰ τῆς γενεᾶς καὶ Ἀριστόβουλον δεδεμένον: δύο γὰρ ἦσαν αὐτῷ θυγατέρες καὶ
τοσοῦτοι υἱεῖς, ὧν Ἀλέξανδρος μὲν ἀπέδρα, ὁ δὲ νεώτερος Ἀντίγονος
συναπεκομίζετο εἰς Ῥώμην ἅμα ταῖς ἀδελφαῖς.
V
(1)[80] Σκαύρου δ' ἐπὶ Πέτραν τῆς Ἀραβίας στρατεύσαντος καὶ διὰ τὸ δυσάλωτον
εἶναι τὰ ἐν κύκλῳ δῃοῦντος αὐτῆς καὶ τοῦ στρατεύματος λιμήναντος Ἀντίπατρος
κατ' ἐντολὴν Ὑρκανοῦ σῖτον ἐκ τῆς Ἰουδαίας καὶ τὰ ἄλλα, ὅσων ἐνέδει, παρεῖχεν.
[81] πεμφθεὶς δὲ πρὸς Ἀρέταν πρεσβευτὴς ὑπὸ Σκαύρου διὰ τὴν ὑπάρχουσαν
ξενίαν πείθει αὐτὸν ἀργύριον ὑπὲρ τοῦ μὴ δῃωθῆναι τὴν χώραν δοῦναι, καὶ αὐτὸς
ἐγγυητὴς τριακοσίων ταλάντων γίνεται. καὶ ἐπὶ τούτοις ἔλυσε τὸν πόλεμον Σκαῦρος
οὐχ ἧττον αὐτὸς ἢ συνέβαινεν Ἀρέταν ἐπιθυμεῖν τοῦτο γενέσθαι βουλόμενος.
(2)[82] Χρόνῳ δ' ὕστερον Ἀλεξάνδρου τὴν Ἰουδαίαν κατατρέχοντος τοῦ
Ἀριστοβούλου παιδὸς Γαβίνιος ἐκ Ῥώμης στρατηγὸς εἰς Συρίαν ἧκεν, ὃς ἄλλα τε
λόγου ἄξια διεπράξατο καὶ ἐπ' Ἀλέξανδρον ἐστράτευσεν, μηκέτι Ὑρκανοῦ πρὸς τὴν
ἐκείνου ῥώμην ἀντέχειν δυναμένου, ἀλλ' ἀνεγείρειν ἤδη καὶ τὸ τῶν Ἱεροσολύμων τεῖχος
ἐπιχειροῦντος, ὅπερ καθεῖλεν Πομπήιος. [83] ἀλλὰ τούτου μὲν αὐτὸν ἐπέσχον
οἱ ἐνταῦθα Ῥωμαῖοι. περιιὼν δὲ ἐν κύκλῳ τὴν χώραν πολλοὺς ὥπλιζεν τῶν Ἰουδαίων
καὶ συνέλεξεν ταχὺ μυρίους μὲν ὁπλίτας πεντακοσίους δὲ πρὸς τοῖς χιλίοις
ἱππεῖς, Ἀλεξάνδρειόν τε ὠχύρου τὸ πρὸς ταῖς Κορέαις ἔρυμα καὶ Μαχαιροῦντα πρὸς
τοῖς Ἀραβίοις ὄρεσιν. [84] ἔρχεται οὖν ἐπ' αὐτὸν Γαβίνιος Μᾶρκον Ἀντώνιον
προπέμψας σὺν ἄλλοις ἡγεμόσιν: οἱ δὲ ὁπλίσαντες Ῥωμαίων τοὺς ἑπομένους καὶ σὺν
τούτοις τοὺς ὑπηκόους Ἰουδαίους, ὧν Πειθόλαος ἡγεῖτο καὶ Μάλιχος, προσλαβόντες
δὲ καὶ τὸ Ἀντιπάτρου ἑταιρικὸν ὑπήντων Ἀλεξάνδρῳ: ἠκολούθει δὲ καὶ Γαβίνιος σὺν
τῇ φάλαγγι. [85] καὶ ἀναχωρεῖ μὲν ἐγγὺς Ἱεροσολύμων Ἀλέξανδρος,
συμπεσόντων δὲ ἀλλήλοις ἐκεῖ καὶ μάχης γενομένης κτείνουσι μὲν οἱ Ῥωμαῖοι τῶν
πολεμίων περὶ τρισχιλίους, ζωγροῦσι δὲ οὐκ ἔλαττον.
(3)[86] Ἐν τούτῳ Γαβίνιος ἐπ' Ἀλεξάνδρειον ἐλθὼν προυκαλεῖτο τοὺς ἔνδον εἰς
διαλύσεις συγγνώσεσθαι περὶ τῶν πρόσθεν αὐτοῖς ἡμαρτημένων ὁμολογῶν.
στρατοπεδευομένων δὲ πολλῶν πρὸ τοῦ ἐρύματος πολεμίων, ἐφ' οὓς ἀνῄεσαν οἱ
Ῥωμαῖοι, Μᾶρκος Ἀντώνιος ἐπιφανῶς ἀγωνισάμενος καὶ πολλοὺς ἀποκτείνας ἔδοξεν
ἠριστευκέναι. [87] Γαβίνιος μὲν οὖν μέρος τῆς στρατιᾶς ἐνταυθοῖ καταλιπών,
ἕως ἂν ἐκπολιορκηθῇ τὸ χωρίον, αὐτὸς ἐπῄει τὴν ἄλλην Ἰουδαίαν, καὶ ὅσαις
ἐπετύγχανεν καθῃρημέναις τῶν πόλεων κτίζειν παρεκελεύετο. [88] καὶ
ἀνεκτίσθησαν Σαμάρεια καὶ Ἄζωτος καὶ Σκυθόπολις καὶ Ἀνθηδὼν καὶ Ῥάφεια καὶ
Ἄδωρα Μάρισά τε καὶ Γάζα καὶ ἄλλαι οὐκ ὀλίγαι. τῶν δὲ ἀνθρώπων πειθομένων οἷς ὁ
Γαβίνιος προσέταττεν βεβαίως οἰκηθῆναι τότε συνέβαινε τὰς πόλεις πολὺν χρόνον
ἐρήμους γενομένας.
(4)[89] Ταῦτα δὲ διαπραξάμενος κατὰ τὴν χώραν ἐπάνεισιν ἐπὶ τὸ Ἀλεξάνδρειον,
καὶ τὴν πολιορκίαν αὐτοῦ κρατύνοντος διαπρεσβεύεται πρὸς αὐτὸν Ἀλέξανδρος
συγγινώσκειν τε αὐτῷ τῶν ἡμαρτημένων δεόμενος καὶ παραδιδοὺς τῶν ἐρυμάτων
Ὑρκανίαν τε καὶ Μαχαιροῦντα, ὕστερον δὲ καὶ Ἀλεξάνδρειον. [90] καὶ ταῦτα
μὲν Γαβίνιος κατέσκαψεν. τῆς δ' Ἀλεξάνδρου μητρὸς πρὸς αὐτὸν ἐλθούσης, ἣ
ἐφρόνει τὰ Ῥωμαίων τοῦ τε ἀνδρὸς αὐτῆς καὶ τῶν ἄλλων τέκνων ἐν Ῥώμῃ ἐχομένων,
συνεχώρησεν αὐτῇ ταῦτα ἅπερ ἠξίου, καὶ διοικησάμενος τὰ πρὸς αὐτὴν Ὑρκανὸν
κατήγαγεν εἰς Ἱεροσόλυμα σχήσοντα τὴν τοῦ ἱεροῦ ἐπιμέλειαν. [91] πέντε δὲ
συνέδρια καταστήσας εἰς ἴσας μοίρας διένειμε τὸ ἔθνος, καὶ ἐπολιτεύοντο οἱ μὲν
ἐν Ἱεροσολύμοις οἱ δὲ ἐν Γαδάροις οἱ δὲ ἐν Ἀμαθοῦντι, τέταρτοι δ' ἦσαν ἐν
Ἱεριχοῦντι, καὶ τὸ πέμπτον ἐν Σαπφώροις τῆς Γαλιλαίας. καὶ οἱ μὲν ἀπηλλαγμένοι
δυναστείας ἐν ἀριστοκρατίᾳ διῆγον.
VI
(1)[92] Ἀριστοβούλου δὲ διαδράντος ἐκ Ῥώμης εἰς τὴν Ἰουδαίαν καὶ τὸ
Ἀλεξάνδρειον, ὅπερ ἦν νεωστὶ κατεσκαμμένον, ἀνακτίζειν προαιρουμένου, πέμπει
Γαβίνιος ἐπ' αὐτὸν στρατιώτας καὶ ἡγεμόνας Σισένναν τε καὶ Ἀντώνιον καὶ
Σερουίλιον κωλύσοντάς τε τὸ χωρίον αὐτὸν κατασχεῖν καὶ συλληψομένους αὐτόν.
[93] πολλοὶ δ' Ἀριστοβούλῳ τῶν Ἰουδαίων κατὰ τὴν παλαιὰν εὔκλειαν προσέρρεον
καὶ δὴ καὶ νεωτέροις χαίροντες ἀεὶ πράγμασιν: Πειθόλαος γοῦν τις ὑποστράτηγος
ἐν Ἱεροσολύμοις ὢν μετὰ χιλίων ηὐτομόλησεν πρὸς αὐτόν: [94] οἱ δὲ πολλοὶ
τῶν προστιθεμένων ἦσαν ἄνοπλοι. διεγνώκει δ' εἰς Μαχαιροῦντα ἀπανίστασθαι
Ἀριστόβουλος: τούτους μὲν οὖν ἀπέλυσεν ἀπόρους ὄντας: οὐ γὰρ ἐγίνοντο αὐτῷ
χρήσιμοι πρὸς τὰ ἔργα: τοὺς δ' ὡπλισμένους περὶ ὀκτακισχιλίους ὄντας ἀναλαβὼν
ᾤχετο. [95] καὶ προσπεσόντων αὐτοῖς τῶν Ῥωμαίων καρτερῶς ἡττῶνται τῇ μάχῃ
γενναίως οἱ Ἰουδαῖοι καὶ προθύμως ἀγωνισάμενοι, βιασαμένων τε τῶν πολεμίων εἰς
φυγὴν τρέπονται. καὶ φονεύονται μὲν αὐτῶν εἰς πεντακισχιλίους, οἱ δὲ λοιποὶ
σκεδασθέντες ὡς ἐδύναντο σώζειν αὑτοὺς ἐπειρῶντο. [96] χιλίων μέντοι
πλείονας ἔχων Ἀριστόβουλος εἰς Μαχαιροῦντα διέφυγεν ὠχύρου τε τὸ χωρίον καὶ πράττων
κακῶς οὐδὲν ἧττον ἐλπίδος ἀγαθῆς εἴχετο. δύο δ' ἡμέρας ἀντισχὼν τῇ πολιορκίᾳ
καὶ πολλὰ τραύματα λαβὼν αἰχμάλωτος μετ' Ἀντιγόνου τοῦ παιδός, ὃς δὴ καὶ
συνέφυγεν ἐκ Ῥώμης αὐτῷ, πρὸς Γαβίνιον ἄγεται. [97] καὶ τοιαύτῃ μὲν
Ἀριστόβουλος χρησάμενος τύχῃ πάλιν εἰς Ῥώμην ἀναπέμπεται καὶ δεθεὶς αὐτόθι
κατείχετο, βασιλεύσας μὲν καὶ ἀρχιερατεύσας ἔτη τρία καὶ μῆνας ἕξ, ἀνὴρ δὲ
λαμπρὸς καὶ μεγαλόψυχος γενόμενος. τὰ μέντοι τέκνα αὐτοῦ ἀνῆκεν ἡ σύγκλητος
Γαβινίου γράψαντος τοῦθ' ὑπεσχῆσθαι τῇ μητρὶ παραδούσῃ τὰ ἐρύματα. καὶ ταῦτα
μὲν εἰς τὴν Ἰουδαίαν ἐπανέρχεται.
(2)[98] Γαβινίῳ δὲ ἐπὶ Πάρθους στρατεύοντι καὶ τὸν Εὐφράτην ἤδη πεπεραιωμένῳ
μετέδοξεν εἰς τὴν Αἴγυπτον ὑποστρέψαντι καταστῆσαι Πτολεμαῖον εἰς αὐτήν. καὶ
ταῦτα μὲν καὶ ἐν ἄλλοις δεδήλωται. [99] Γαβινίῳ μέντοι κατὰ τὴν στρατείαν
ἣν ἐφ' Ὑρκανὸν ἐστείλατο Ἀντίπατρος ὑπηρέτησεν σῖτον καὶ ὅπλα καὶ χρήματα, καὶ
τοὺς ὑπὲρ Πηλούσιον τῶν Ἰουδαίων οὗτος αὐτῷ προσηγάγετο καὶ συμμάχους ἐποίησεν
φύλακας ὄντας τῶν εἰς τὴν Αἴγυπτον ἐμβολῶν. [100] ἐπανελθὼν δ' ἐκ τῆς
Αἰγύπτου καταλαμβάνει τὴν Συρίαν στάσει καὶ ταραχῇ νοσοῦσαν: ὁ γὰρ Ἀριστοβούλου
παῖς Ἀλέξανδρος παρελθὼν ἐξ ὑστέρου πάλιν εἰς τὴν ἀρχὴν κατὰ βίαν πολλοὺς μὲν
τῶν Ἰουδαίων ἀπέστησεν, στρατεύματι δὲ μεγάλῳ τὴν χώραν ἐπερχόμενος ἔκτεινε
πάντας ὅσους ἐπιτύχοι τῶν Ῥωμαίων εἴς τε ὄρος τὸ καλούμενον Γαριζεὶν
συμφυγόντας προσέκειτο πολιορκῶν.
(3)[101] Ὁ δὲ Γαβίνιος τοιαῦτα τὰ κατὰ τὴν Συρίαν καταλαβὼν Ἀντίπατρον,
συνετὸς γὰρ ἦν, πέμπει πρὸς τοὺς νενοσηκότας, εἰ παῦσαι δυνηθείη τῆς
παραφροσύνης αὐτοὺς καὶ πεῖσαι πρὸς τὸν ἀμείνω λογισμὸν ἐπανελθεῖν.
[102] ὁ δ' ἐλθὼν πολλοὺς μὲν ἐσωφρόνισεν καὶ προσηγάγετο τῷ δέοντι, τὸν δὲ
Ἀλέξανδρον οὐκ ἠδυνήθη κατασχεῖν: στρατοῦ γὰρ ἔχων οὗτος μυριάδας τρεῖς
Ἰουδαίων ἀπήντησεν Γαβινίῳ καὶ συμβαλὼν ἡττᾶται πεσόντων αὐτῷ μυρίων περὶ τὸ
Ἰταβύριον ὄρος.
(4)[103] Καταστησάμενος δὲ Γαβίνιος τὰ κατὰ τὴν Ἱεροσολυμιτῶν πόλιν, ὡς ἦν
Ἀντιπάτρῳ θέλοντι, ἐπὶ τὴν Ναβαταίων ἔρχεται, καὶ κρατεῖ μὲν τούτων τῇ μάχῃ,
Πάρθων δὲ φυγάδας Μιθριδάτην καὶ Ὀρσάνην ἐλθόντας προύπεμψεν, τῷ δὲ λόγῳ
ἀπέδρασαν αὐτόν. [104] καὶ Γαβίνιος μὲν ἔργα μεγάλα καὶ λαμπρὰ κατὰ τὴν
στρατηγίαν δράσας ἀπῆρεν εἰς Ῥώμην Κράσσῳ παραδοὺς τὴν ἀρχήν. περὶ δὲ τῆς
Πομπηίου καὶ Γαβινίου στρατείας ἐπὶ Ἰουδαίους γράφει Νικόλαος ὁ Δαμασκηνὸς καὶ
Στράβων ὁ Καππάδοξ οὐδὲν ἕτερος ἑτέρου καινότερον λέγων.
VII
(1)[105] Κράσσος δὲ ἐπὶ Πάρθους μέλλων στρατεύειν ἧκεν εἰς τὴν Ἰουδαίαν καὶ
τὰ ἐν τῷ ἱερῷ χρήματα, ἃ Πομπήιος καταλελοίπει, δισχίλια δ' ἦν τάλαντα,
βαστάσας οἷός τε ἦν καὶ τὸν χρυσὸν ἅπαντα, τάλαντα δ' οὗτος ἦν ὀκτακισχίλια,
περιδύειν τοῦ ναοῦ. [106] λαμβάνει δὲ καὶ δοκὸν ὁλοσφύρητον χρυσῆν ἐκ μνῶν
τριακοσίων πεποιημένην: ἡ δὲ μνᾶ παρ' ἡμῖν ἰσχύει λίτρας δύο ἥμισυ. παρέδωκε δ'
αὐτῷ ταύτην τὴν δοκὸν ὁ τῶν χρημάτων φύλαξ ἱερεὺς Ἐλεάζαρος ὄνομα, οὐ διὰ
πονηρίαν, [107] ἀγαθὸς γὰρ ἦν καὶ δίκαιος, ἀλλὰ πεπιστευμένος τὴν τῶν
καταπετασμάτων τοῦ ναοῦ φυλακὴν ὄντων θαυμασίων τὸ κάλλος καὶ πολυτελῶν τὴν
κατασκευὴν ἐκ δὲ τῆς δοκοῦ ταύτης κρεμαμένων, ἐπεὶ τὸν Κράσσον ἑώρα περὶ τὴν
τοῦ χρυσίου γινόμενον συλλογήν, δείσας περὶ τῷ παντὶ κόσμῳ [καὶ] τοῦ ναοῦ τὴν
δοκὸν αὐτῷ τὴν χρυσῆν λύτρον ἀντὶ πάντων ἔδωκεν, [108] ὅρκους παρ' αὐτοῦ
λαβὼν μηδὲν ἄλλο κινήσειν τῶν ἐκ τοῦ ναοῦ, μόνῳ δὲ ἀρκεσθήσεσθαι τῷ ὑπ' αὐτοῦ
δοθησομένῳ πολλῶν ὄντι μυριάδων ἀξίῳ. ἡ δὲ δοκὸς αὕτη ἦν ἐν ξυλίνῃ δοκῷ κενῇ,
καὶ τοῦτο τοὺς μὲν ἄλλους ἐλάνθανεν ἅπαντας, ὁ δὲ Ἐλεάζαρος μόνος ἠπίστατο.
[109] ὁ μέντοι Κράσσος καὶ ταύτην ὡς οὐδενὸς ἁψόμενος ἄλλου τῶν ἐν τῷ ἱερῷ
λαμβάνει, καὶ παραβὰς τοὺς ὅρκους ἅπαντα τὸν ἐν τῷ ναῷ χρυσὸν ἐξεφόρησεν.
(2)[110] Θαυμάσῃ δὲ μηδείς, εἰ τοσοῦτος ἦν πλοῦτος ἐν τῷ ἡμετέρῳ ἱερῷ πάντων
τῶν κατὰ τὴν οἰκουμένην Ἰουδαίων καὶ σεβομένων τὸν θεὸν ἔτι δὲ καὶ τῶν ἀπὸ τῆς
Ἀσίας καὶ τῆς Εὐρώπης εἰς αὐτὸ συμφερόντων ἐκ πολλῶν πάνυ χρόνων.
[111] οὐκ ἔστι δὲ ἀμάρτυρον τὸ μέγεθος τῶν προειρημένων χρημάτων, οὐδ' ὑπὸ
ἀλαζονείας ἡμετέρας καὶ περιττολογίας ἐπὶ τοσοῦτον ἐξαίρεται πλῆθος, ἀλλὰ
πολλοί τε ἄλλοι τῶν συγγραφέων ἡμῖν μαρτυροῦσιν καὶ Στράβων ὁ Καππάδοξ λέγων
οὕτως: [112] “πέμψας δὲ Μιθριδάτης [εἰς Κῶ] ἔλαβε τὰ χρήματα, ἃ παρέθετο
ἐκεῖ Κλεοπάτρα βασίλισσα, καὶ τὰ τῶν Ἰουδαίων ὀκτα [113] κόσια τάλαντα.”
ἡμῖν δὲ δημόσια χρήματα οὐκ ἔστιν ἢ μόνα τὰ τοῦ θεοῦ, καὶ δῆλον, ὅτι ταῦτα
μετήνεγκαν εἰς Κῶ τὰ χρήματα οἱ ἐν τῇ Ἀσίᾳ Ἰουδαῖοι διὰ τὸν Μιθριδάτου φόβον:
οὐ γὰρ εἰκὸς τοὺς ἐν τῇ Ἰουδαίᾳ πόλιν τε ὀχυρὰν ἔχοντας καὶ τὸν ναὸν πέμπειν
χρήματα εἰς Κῶ, ἀλλ' οὐδὲ τοὺς ἐν Ἀλεξανδρείᾳ κατοικοῦντας Ἰουδαίους πιθανὸν
τοῦτ' ἐστὶ ποιῆσαι μηδὲν Μιθριδάτην δεδιότας. [114] μαρτυρεῖ δὲ καὶ ἐν
ἑτέρῳ τόπῳ ὁ αὐτὸς Στράβων, ὅτι καθ' ὃν καιρὸν διέβη Σύλλας εἰς τὴν Ἑλλάδα
πολεμήσων Μιθριδάτῃ καὶ Λεύκολλον πέμψας ἐπὶ τὴν ἐν Κυρήνῃ στάσιν Τοῦ ἔθνους
ἡμῶν ἡ οἰκουμένη πεπλήρωτο, λέγων οὕτως: [115] “τέτταρες δ' ἦσαν ἐν τῇ
πόλει τῶν Κυρηναίων, ἥ τε τῶν πολιτῶν καὶ ἡ τῶν γεωργῶν τρίτη δ' ἡ τῶν μετοίκων
τετάρτη δ' ἡ τῶν Ἰουδαίων. αὕτη δ' εἰς πᾶσαν πόλιν ἤδη καὶ παρελήλυθεν καὶ
τόπον οὐκ ἔστι ῥᾳδίως εὑρεῖν τῆς οἰκουμένης, ὃς οὐ παραδέδεκται τοῦτο τὸ φῦλον
μηδ' ἐπικρατεῖται ὑπ' αὐτοῦ. [116] τήν τε Αἴγυπτον καὶ τὴν Κυρηναίων ἅτε
τῶν αὐτῶν ἡγεμόνων τυχοῦσαν τῶν τε ἄλλων συχνὰ ζηλῶσαι συνέβη καὶ δὴ τὰ
συντάγματα τῶν Ἰουδαίων θρέψαι διαφερόντως καὶ συναυξῆσαι χρώμενα τοῖς πατρίοις
τῶν Ἰουδαίων νόμοις. [117] ἐν γοῦν Αἰγύπτῳ κατοικία τῶν Ἰουδαίων ἐστὶν
ἀποδεδειγμένη χωρὶς καὶ τῆς Ἀλεξανδρέων πόλεως ἀφώρισται μέγα μέρος τῷ ἔθνει
τούτῳ. καθίσταται δὲ καὶ ἐθνάρχης αὐτῶν, ὃς διοικεῖ τε τὸ ἔθνος καὶ διαιτᾷ
κρίσεις καὶ συμβολαίων ἐπιμελεῖται καὶ προσταγμάτων, ὡς ἂν πολιτείας ἄρχων
αὐτοτελοῦς. [118] ἐν Αἰγύπτῳ μὲν οὖν ἴσχυσε τὸ ἔθνος διὰ τὸ Αἰγυπτίους
εἶναι τὸ ἐξ ἀρχῆς τοὺς Ἰουδαίους καὶ διὰ τὸ πλησίον ἔσεσθαι τὴν κατοικίαν τοὺς
ἀπελθόντας ἐκεῖθεν, εἰς δὲ τὴν Κυρηναίαν μετέβη διὰ τὸ καὶ ταύτην ὅμορον εἶναι
τῇ τῶν Αἰγυπτίων [ἀρχῇ] καθάπερ τὴν Ἰουδαίαν μᾶλλον δὲ τῆς ἀρχῆς ἐκείνης
πρότερον.” Στράβων μὲν δὴ ταῦτα λέγει.
(3)[119] Κράσσος δὲ πάντα διοικήσας ὃν αὐτὸς ἐβούλετο τρόπον ἐξώρμησεν ἐπὶ τὴν
Παρθυαίαν: καὶ αὐτὸς μὲν σὺν ἅπαντι διεφθάρη τῷ στρατῷ, ὡς καὶ ἐν ἄλλοις
δεδήλωται, Κάσσιος δὲ εἰς Συρίαν φυγὼν καὶ περιποιησάμενος αὐτὴν Πάρθοις
ἐμποδὼν ἦν ἐκτρέχουσιν ἐπ' αὐτὴν διὰ τὴν κατὰ Κράσσου νίκην. [120] αὖθις
δ' εἰς Τύρον ἀφικόμενος ἀνέβη καὶ εἰς τὴν Ἰουδαίαν. Ταριχέας μὲν οὖν εὐθὺς
προσπεσὼν αἱρεῖ καὶ περὶ τρισμυρίους ἀνθρώπους ἀνδραποδίζει, Πειθόλαον δὲ τὸν
τὴν Ἀριστοβούλου στάσιν διαδεδεγμένον κτείνει πρὸς τοῦτ' αὐτὸν Ἀντιπάτρου
παραστησαμένου, [121] ᾧ πολύ τε καὶ παρ' αὐτῷ συνέβαινε δύνασθαι καὶ
πλείστου τότε ἄξιος ἦν καὶ παρὰ Ἰουδαίων οἷς παρὼν ἄγεται γυναῖκα τῶν ἐπισήμων
ἐξ Ἀραβίας Κύπρον ὄνομα, ἐξ ἧς αὐτῷ τέσσαρες ἐγένοντο παῖδες, Φασάηλος καὶ
Ἡρώδης, ὃς ὕστερον βασιλεὺς γίνεται, Ἰώσηπός τε καὶ Φερώρας, θυγάτηρ τε Σαλώμη.
[122] οὗτος ὁ Ἀντίπατρος ἐπεποίητο καὶ πρὸς τοὺς ἄλλους δυνάστας φιλίαν τε
καὶ ξενίαν, μάλιστα δὲ πρὸς τὸν Ἀράβων, ᾧ καὶ τὰ τέκνα πολεμῶν πρὸς
Ἀριστόβουλον παρέθετο. Κάσσιος μὲν οὖν ἀναστρατευσάμενος ἐπὶ τὸν Εὐφράτην
ἠπείγετο ὑπαντιάσων τοῖς ἐκεῖθεν ἐπιοῦσιν, ὡς καὶ ὑπ' ἄλλων δεδήλωται.
(4)[123] Χρόνῳ δ' ὕστερον Καῖσαρ κατασχὼν Ῥώμην μετὰ τὸ Πομπήιον καὶ τὴν
σύγκλητον φυγεῖν πέραν τοῦ Ἰονίου παραλύσας τῶν δεσμῶν Ἀριστόβουλον εἰς Συρίαν
πέμπειν διεγνώκει δύο παραδοὺς αὐτῷ τάγματα, ὡς ἂν εὐτρεπίζοι τὰ κατ' αὐτὴν
δυνατὸς ὤν. [124] Ἀριστόβουλος δ' οὐκ ὤνατο τῶν ἐλπίδων, ἐφ' αἷς ἔτυχε τῆς
παρὰ Καίσαρος ἐξουσίας, ἀλλ' αὐτὸν φθάσαντες οἱ τὰ Πομπηίου φρονοῦντες φαρμάκῳ
διαφθείρουσιν, θάπτουσι δ' αὐτὸν οἱ τὰ Καίσαρος θεραπεύοντες πράγματα, καὶ ὁ
νεκρὸς ἔκειτο ἐν μέλιτι κεκηδευμένος ἐπὶ χρόνον πολὺν ἕως Ἀντώνιος αὐτὸν
ὕστερον ἀποπέμψας εἰς τὴν Ἰουδαίαν ἐν ταῖς βασιλικαῖς θήκαις ἐποίησεν τεθῆναι.
[125] Σκιπίων δ' ἐπιστείλαντος αὐτῷ Πομπηίου ἀποκτεῖναι Ἀλέξανδρον τὸν
Ἀριστοβούλου αἰτιασάμενος τὸν νεανίσκον ἐπὶ τοῖς τὸ πρῶτον εἰς Ῥωμαίους ἐξημαρτημένοις
τῷ πελέκει διεχρήσατο. καὶ ὁ μὲν οὕτως ἐν Ἀντιοχείᾳ τελευτᾷ. [126] τοὺς δ'
ἀδελφοὺς αὐτοῦ Πτολεμαῖος ὁ Μενναίου παρέλαβεν δυναστεύων Χαλκίδος τῆς ὑπὸ τῷ
Λιβάνῳ ὄρει, καὶ πέμψας τὸν υἱὸν Φιλιππίωνα εἰς Ἀσκάλωνα παρὰ τὴν Ἀριστοβούλου
γυναῖκα ἐκέλευσεν αὐτῇ συναποστέλλειν τὸν υἱὸν Ἀντίγονον καὶ τὰς θυγατέρας, ὧν
τῆς ἑτέρας ἐρασθεὶς Ἀλεξάνδρας ὁ Φιλιππίων ἄγεται γυναῖκα. μετὰ δὲ ταῦτα ἀνελὼν
αὐτὸν ὁ πατὴρ Πτολεμαῖος γαμεῖ τε τὴν Ἀλεξάνδραν καὶ τῶν ἀδελφῶν αὐτῆς πρόνοιαν
ποιούμενος διετέλει.
VIII
(1)[127] Μετὰ δὲ τὸν Πομπηίου θάνατον καὶ τὴν νίκην τὴν ἐπ' αὐτῷ Καίσαρι
πολεμοῦντι κατ' Αἴγυπτον πολλὰ χρήσιμον αὑτὸν παρέσχεν Ἀντίπατρος ὁ τῶν
Ἰουδαίων ἐπιμελητὴς ἐξ ἐντολῆς Ὑρκανοῦ. [128] Μιθριδάτῃ τε γὰρ τῷ
Περγαμηνῷ κομίζοντι ἐπικουρικὸν καὶ ἀδυνάτως ἔχοντι διὰ Πηλουσίου ποιήσασθαι
τὴν πορείαν, περὶ δὲ Ἀσκάλωνα διατρίβοντι, ἧκεν Ἀντίπατρος ἄγων Ἰουδαίων
ὁπλίτας τρισχιλίους ἐξ Ἀραβίας τε συμμάχους ἐλθεῖν ἐπραγματεύσατο τοὺς ἐν
τέλει: [129] καὶ δι' αὐτὸν οἱ κατὰ τὴν Συρίαν ἅπαντες ἐπεκούρουν ἀπολείπεσθαι
τῆς ὑπὲρ Καίσαρος προθυμίας οὐ θέλοντες, Ἰάμβλιχός τε ὁ δυνάστης καὶ Πτολεμαῖος
ὁ Σοαίμου Λίβανον ὄρος οἰκῶν αἵ τε πόλεις σχεδὸν ἅπασαι. [130] Μιθριδάτης
δὲ ἄρας ἐκ Συρίας εἰς Πηλούσιον ἀφικνεῖται καὶ μὴ δεχομένων αὐτὸν τῶν ἀνθρώπων
ἐπολιόρκει τὴν πόλιν. ἠρίστευσε δὲ Ἀντίπατρος κατασύρας τι τοῦ τείχους καὶ ὁδὸν
εἰσπεσεῖν παρέσχετο τοῖς ἄλλοις εἰς τὴν πόλιν. [131] καὶ τὸ μὲν Πηλούσιον
οὕτως εἶχεν. τοὺς δὲ περὶ Ἀντίπατρον καὶ Μιθριδάτην ἀπιόντας πρὸς Καίσαρα
διεκώλυον οἱ Ἰουδαῖοι οἱ τὴν Ὀνίου [χώραν] λεγομένην κατοικοῦντες. πείθει δὲ
καὶ τούτους τὰ αὐτῶν φρονῆσαι κατὰ τὸ ὁμόφυλον Ἀντίπατρος καὶ μάλιστα ἐπιδείξας
αὐτοῖς τὰς Ὑρκανοῦ τοῦ ἀρχιερέως ἐπιστολάς, ἐν αἷς αὐτοὺς φίλους εἶναι Καίσαρος
παρεκάλει καὶ ξένια καὶ πάντα τὰ ἐπιτήδεια χορηγεῖν τῷ στρατῷ. [132] καὶ
οἱ μὲν ὡς ἑώρων Ἀντίπατρον καὶ τὸν ἀρχιερέα συνθέλοντας ὑπήκουον. τούτους δὲ
προσθεμένους ἀκούσαντες οἱ περὶ Μέμφιν ἐκάλουν καὶ αὐτοὶ τὸν Μιθριδάτην πρὸς
ἑαυτούς: κἀκεῖνος ἐλθὼν καὶ τούτους παραλαμβάνει.
(2)[133] Ἐπεὶ δὲ τὸ καλούμενον Δέλτα ἤδη περιεληλύθει, συμβάλλει τοῖς
πολεμίοις περὶ τὸ καλούμενον Ἰουδαίων στρατόπεδον. εἶχε δὲ τὸ μὲν δεξιὸν κέρας
Μιθριδάτης, τὸ δ' εὐώνυμον Ἀντίπατρος. [134] συμπεσόντων δὲ εἰς μάχην
κλίνεται τὸ τοῦ Μιθριδάτου κέρας καὶ παθεῖν ἂν ἐκινδύνευσεν τὰ δεινότατα, εἰ μὴ
παρὰ τὴν ᾐόνα τοῦ ποταμοῦ σὺν τοῖς οἰκείοις στρατιώταις Ἀντίπατρος παραθέων
νενικηκὼς ἤδη τοὺς πολεμίους τὸν μὲν ῥύεται, προτρέπει δ' εἰς φυγὴν τοὺς
νενικηκότας Αἰγυπτίους. [135] αἱρεῖ δ' αὐτῶν καὶ τὸ στρατόπεδον ἐπιμείνας
τῇ διώξει, τόν τε Μιθριδάτην ἐκάλει πλεῖστον ἐν τῇ τροπῇ διασχόντα. ἔπεσον δὲ
τῶν μὲν περὶ τοῦτον ὀκτακόσιοι, τῶν δ' Ἀντιπάτρου πεντήκοντα.
[136] Μιθριδάτης δὲ περὶ τούτων ἐπιστέλλει Καίσαρι τῆς τε νίκης αὐτοῖς ἅμα
καὶ τῆς σωτηρίας αἴτιον τὸν Ἀντίπατρον ἀποφαίνων, ὥστε τὸν Καίσαρα τότε μὲν ἐπαινεῖν
αὐτόν, κεχρῆσθαι δὲ παρὰ πάντα τὸν πόλεμον εἰς τὰ κινδυνωδέστατα τῷ Ἀντιπάτρῳ:
καὶ δὴ καὶ τρωθῆναι συνέβη παρὰ τοὺς ἀγῶνας αὐτῷ.
(3)[137] Καταλύσας μέντοι Καῖσαρ μετὰ χρόνον τὸν πόλεμον καὶ εἰς Συρίαν
ἀποπλεύσας ἐτίμησεν μεγάλως, Ὑρκανῷ μὲν τὴν ἀρχιερωσύνην βεβαιώσας, Ἀντιπάτρῳ
δὲ πολιτείαν ἐν Ῥώμῃ δοὺς καὶ ἀτέλειαν πανταχοῦ. [138] λέγεται δ' ὑπὸ
πολλῶν Ὑρκανὸν ταύτης κοινωνῆσαι τῆς στρατείας καὶ ἐλθεῖν εἰς Αἴγυπτον,
μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ Στράβων ὁ Καππάδοξ λέγων ἐξ Ἀσινίου ὀνόματος οὕτως:
“μετὰ τὸν Μιθριδάτην εἰσβαλεῖν εἰς τὴν Αἴγυπτον [139] καὶ Ὑρκανὸν τὸν τῶν
Ἰουδαίων ἀρχιερέα.” ὁ δ' αὐτὸς οὗτος Στράβων καὶ ἐν ἑτέροις πάλιν ἐξ Ὑψικράτους
ὀνόματος λέγει οὕτως: “τὸν δὲ Μιθριδάτην ἐξελθεῖν μόνον, κληθέντα δ' εἰς
Ἀσκάλωνα Ἀντίπατρον ὑπ' αὐτοῦ τὸν τῆς Ἰουδαίας ἐπιμελητὴν τρισχιλίους αὐτῷ
στρατιώτας συμπαρασκευάσαι καὶ τοὺς ἄλλους δυνάστας προτρέψαι, κοινωνῆσαι δὲ
τῆς στρατείας καὶ Ὑρκανὸν τὸν ἀρχιερέα.” ταῦτα μὲν Στράβων φησίν.
(4)[140] Ἐλθὼν δὲ καὶ Ἀντίγονος ὁ Ἀριστοβούλου πρὸς Καίσαρα τήν τε τοῦ
πατρὸς ἀπωδύρετο τύχην καὶ ὡς δι' αὐτὸν ἀποθάνοι φαρμάκοις ἀναιρεθεὶς
Ἀριστόβουλος καὶ ὁ ἀδελφὸς αὐτοῦ κτείναντος πελέκει Σκιπίωνος, ἐδεῖτό τε λαβεῖν
οἶκτον αὐτοῦ τῆς ἀρχῆς ἐκβεβλημένου, Ὑρκανοῦ δὲ ἐπὶ τούτοις καὶ Ἀντιπάτρου
κατηγόρει βιαίως ἐξηγουμένων τοῦ ἔθνους καὶ εἰς αὐτὸν παρανομησάντων.
[141] παρὼν δ' Ἀντίπατρος ἀπελογεῖτο μὲν ὑπὲρ ὧν ἑώρα τὴν κατηγορίαν κατ'
αὐτοῦ γεγενημένην, νεωτεριστὰς δ' ἀπέφαινε τοὺς περὶ τὸν Ἀντίγονον καὶ
στασιώδεις, ὅσα τε πονήσειεν αὐτὸς καὶ συνεργήσειεν ὑπεμίμνησκεν ἐπὶ τοῖς
στρατεύμασιν Ποιούμενος τοὺς λόγους ὧν αὐτὸς ἦν μάρτυς. [142] δικαίως τε
ἔλεγεν Ἀριστόβουλον μὲν εἰς Ῥώμην ἀνάσπαστον γεγονέναι πολέμιον ἀεὶ καὶ
μηδέποτε εὔνουν ὑπάρξαντα Ῥωμαίοις, τὸν δ' ἀδελφὸν αὐτοῦ κολασθέντα ἐπὶ λῃστείᾳ
ὑπὸ Σκιπίωνος τυχεῖν ὧν ἄξιος ἦν, ἀλλ' οὐ κατὰ βίαν καὶ ἀδικίαν τοῦτο παθεῖν
τοῦ δράσαντος.
(5)[143] Τούτους Ἀντιπάτρου ποιησαμένου τοὺς λόγους Καῖσαρ Ὑρκανὸν μὲν
ἀποδείκνυσιν ἀρχιερέα, Ἀντιπάτρῳ δ' ἐφίησιν δυναστείαν ἣν αὐτὸς προαιρεῖται.
τούτου δὲ ἐπ' αὐτῷ ποιησαμένου τὴν κρίσιν, ἐπίτροπον αὐτὸν ἀποδείκνυσιν τῆς
Ἰουδαίας. [144] ἐπιτρέπει δὲ καὶ Ὑρκανῷ τὰ τῆς πατρίδος ἀναστῆσαι τείχη
ταύτην αἰτησαμένῳ τὴν χάριν: ἔτι γὰρ ἐρήριπτο Πομπηίου καταβαλόντος: καὶ ταῦτα
ἐπιστέλλει τοῖς ὑπάτοις εἰς Ῥώμην ἀναγράψαι ἐν τῷ Καπετωλίῳ. καὶ τὸ γενόμενον
ὑπὸ τῆς συγκλήτου δόγμα τοῦτον ἔχει τὸν τρόπον: [145] “Λεύκιος Οὐαλέριος
Λευκίου υἱὸς στρατηγὸς συνεβουλεύσατο τῇ συγκλήτῳ εἴδοις Δεκεμβρίαις ἐν τῷ τῆς
Ὁμονοίας ναῷ. γραφομένῳ τῷ δόγματι παρῆσαν Λούκιος Κωπώνιος Λευκίου υἱὸς
Κολλίνα καὶ Παπείριος Κυρίνα. [146] περὶ ὧν Ἀλέξανδρος Ἰάσονος καὶ
Νουμήνιος Ἀντιόχου καὶ Ἀλέξανδρος Δωροθέου Ἰουδαίων πρεσβευταί, ἄνδρες ἀγαθοὶ
καὶ σύμμαχοι διελέχθησαν ἀνανεούμενοι τὰς προυπηργμένας πρὸς Ῥωμαίους χάριτας
καὶ τὴν φιλίαν, [147] καὶ ἀσπίδα χρυσῆν σύμβολον τῆς συμμαχίας γενομένην
ἀνήνεγκαν ἀπὸ χρυσῶν μυριάδων πέντε, καὶ γράμματ' αὐτοῖς ἠξίωσαν δοθῆναι πρός
τε τὰς αὐτονομουμένας πόλεις καὶ πρὸς βασιλεῖς ὑπὲρ τοῦ τὴν χώραν αὐτῶν καὶ
τοὺς λιμένας ἀδείας τυγχάνειν καὶ μηδὲν ἀδικεῖσθαι, [148] ἔδοξεν συνθέσθαι
φιλίαν καὶ χάριτας πρὸς αὐτούς, καὶ ὅσων ἐδεήθησαν τυχεῖν ταῦτ' αὐτοῖς
παρασχεῖν καὶ τὴν κομισθεῖσαν ἀσπίδα προσδέξασθαι.” ταῦτα ἐγένετο ἐπὶ Ὑρκανοῦ
ἀρχιερέως καὶ ἐθνάρχου ἔτους ἐνάτου μηνὸς Πανέμου.
[149] Εὕρατο δὲ καὶ παρὰ τοῦ τῶν Ἀθηναίων δήμου τιμὰς Ὑρκανὸς πολλὰ καὶ
αὐτὸς εἰς αὐτοὺς χρήσιμος γενόμενος, ἔπεμψάν τε αὐτῷ ψήφισμα τοῦτον περιέχον
τὸν τρόπον: “ἐπὶ πρυτάνεως καὶ ἱερέως Διονυσίου τοῦ Ἀσκληπιάδου μηνὸς Πανέμου
πέμπτῃ ἀπιόντος ἐπεδόθη [τοῖς στρατηγοῖς] ψήφισμα Ἀθηναίων. [150] ἐπὶ
Ἀγαθοκλέους ἄρχοντος Εὐκλῆς Μενάνδρου Ἀλιμούσιος ἐγραμμάτευε Μουνυχιῶνος
ἑνδεκάτῃ τῆς πρυτανείας ἐκκλησίας ἀγομένης ἐν τῷ θεάτρῳ τῶν προέδρων ἐπεψήφισεν
Δωρόθεος Ἐρχιεὺς καὶ οἱ συμπρόεδροι Τῷ δήμῳ, Διονύσιος Διονυσίου εἶπεν:
[151] ἐπειδὴ Ὑρκανὸς Ἀλεξάνδρου ἀρχιερεὺς καὶ ἐθνάρχης τῶν Ἰουδαίων
διατελεῖ κοινῇ τε τῷ δήμῳ καὶ ἰδίᾳ τῶν πολιτῶν ἑκάστῳ εὔνους ὢν καὶ πάσῃ
χρώμενος περὶ αὐτοὺς σπουδῇ καὶ τοὺς παραγινομένους Ἀθηναίων ἢ κατὰ πρεσβείαν ἢ
κατ' ἰδίαν πρὸς αὐτὸν ὑποδέχεται φιλοφρόνως καὶ προπέμπει τῆς ἀσφαλοῦς αὐτῶν
ἐπανόδου προνοούμενος, [152] ἐμαρτυρήθη μὲν καὶ πρότερον περὶ τούτων,
δεδόχθαι δὲ καὶ νῦν Διονυσίου τοῦ Θεοδώρου Σουνιέως εἰσηγησαμένου καὶ περὶ τῆς
τἀνδρὸς ἀρετῆς ὑπομνήσαντος τὸν δῆμον, καὶ ὅτι προαίρεσιν ἔχει ποιεῖν ἡμᾶς ὅ τι
ποτ' ἂν δύνηται ἀγαθόν, [153] τιμῆσαι τὸν ἄνδρα χρυσῷ στεφάνῳ ἀριστείῳ
κατὰ τὸν νόμον, καὶ στῆσαι αὐτοῦ εἰκόνα χαλκῆν ἐν τῷ τεμένει τοῦ Δήμου καὶ τῶν
Χαρίτων, ἀνειπεῖν δὲ τὸν στέφανον ἐν τῷ θεάτρῳ Διονυσίοις τραγῳδῶν τῶν καινῶν
ἀγομένων καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν,
[154] ἐπιμεληθῆναι δὲ τοὺς στρατηγοὺς διαμένοντί τε αὐτῷ καὶ φυλάττοντι
τὴν πρὸς ἡμᾶς εὔνοιαν εἶναι πᾶν ὅ τι ἂν ἐπινοήσωμεν εἰς τιμὴν καὶ χάριν τῆς
τἀνδρὸς σπουδῆς καὶ φιλοτιμίας, ἵνα τούτων γινομένων φαίνηται ὁ δῆμος ἡμῶν
ἀποδεχόμενος τοὺς ἀγαθοὺς καὶ τῆς προσηκούσης ἀμοιβῆς ἀξιῶν καὶ ζηλώσῃ τὴν περὶ
ἡμᾶς σπουδὴν τῶν ἤδη τετιμημένων: [155] ἑλέσθαι δὲ καὶ πρέσβεις ἐξ ἁπάντων
Ἀθηναίων, οἵτινες τὸ ψήφισμά τε αὐτῷ κομιοῦσι καὶ παρακαλέσουσιν προσδεξάμενον
τὰς τιμὰς πειρᾶσθαί τι ποιεῖν ἀγαθὸν ἡμῶν ἀεὶ τὴν πόλιν.” αἱ μὲν οὖν παρὰ
Ῥωμαίων καὶ τοῦ δήμου τοῦ Ἀθηναίων τιμαὶ πρὸς Ὑρκανὸν τὸν ἀρχιερέα καὶ διὰ
τούτων ἡμῖν δεδήλωνται.
IX
(1)[156] Καῖσαρ δὲ διοικήσας τὰ κατὰ τὴν Συρίαν ἀπέπλευσεν. ὡς δὲ Καίσαρα
προπέμψας ἐκ τῆς Συρίας Ἀντίπατρος εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν, ἀνεγείρει μὲν
εὐθὺς τὸ τεῖχος ὑπὸ Πομπηίου καθῃρημένον καὶ τὸν κατὰ τὴν χώραν θόρυβον ἐπιὼν
κατέστελλεν, ἀπειλῶν τε ἅμα καὶ συμβουλεύων ἠρεμεῖν: [157] τοὺς μὲν γὰρ τὰ
Ὑρκανοῦ φρονοῦντας ἐν εὑδίᾳ διάξειν καὶ βιώσεσθαι τῶν ἰδίων ἀπολαύοντας
κτημάτων ἀταράχως, προστιθεμένους δὲ ταῖς ἐκ τοῦ νεωτερίζειν ἐλπίσιν καὶ τοῖς
ἀπ' αὐτῶν κέρδεσιν προσανέχοντας αὐτὸν μὲν ἕξειν ἀντὶ προστάτου δεσπότην,
Ὑρκανὸν δὲ ἀντὶ βασιλέως τύραννον, Ῥωμαίους δὲ καὶ Καίσαρα πικροὺς ἀνθ'
ἡγεμόνων πολεμίους: οὐ γὰρ ἀνέξεσθαι μετακινούμενον ὃν αὐτοὶ κατέστησαν. ταῦτα
λέγων καθίστα τὰ κατὰ τὴν χώραν.
(2)[158] Βραδὺν δ' ὁρῶν καὶ νωθῆ τὸν Ὑρκανὸν Φασάηλον μὲν τὸν πρεσβύτατον
τῶν παίδων Ἱεροσολύμων καὶ τῶν πέριξ στρατηγὸν ἀποδείκνυσιν, τῷ δὲ μετ' αὐτὸν
Ἡρώδῃ τὴν Γαλιλαίαν ἐπέτρεψεν νέῳ παντάπασιν ὄντι: πεντεκαίδεκα γὰρ ἐγεγόνει
μόνα ἔτη. [159] βλάπτει δὲ οὐδὲν αὐτὸν ἡ νεότης, ἀλλ' ὢν τὸ φρόνημα
γενναῖος ὁ νεανίας ἀφορμὴν εὑρίσκει παραχρῆμα εἰς ἐπίδειξιν τῆς ἀρετῆς.
καταλαβὼν γὰρ Ἐζεκίαν τὸν ἀρχιλῃστὴν τὰ προσεχῆ τῆς Συρίας κατατρέχοντα σὺν μεγάλῳ
στίφει, τοῦτον συλλαβὼν κτείνει καὶ πολλοὺς τῶν σὺν αὐτῷ λῃστῶν.
[160] σφόδρα δὲ αὐτοῦ τὸ ἔργον τοῦτο ἠγάπησαν οἱ Σύροι: ποθοῦσι γὰρ αὐτοῖς
ἀπηλλάχθαι τοῦ λῃστηρίου τὴν χώραν ἐκαθάρευσεν. ὕμνουν γοῦν αὐτὸν ἐπὶ τούτῳ
κατά τε κώμας καὶ κατὰ πόλεις ὡς εἰρήνην αὐτοῖς παρεσχηκότα καὶ ἀσφαλῆ τῶν
κτημάτων ἀπόλαυσιν. ἐγένετο δὲ διὰ τοῦτο καὶ Σέξστῳ Καίσαρι γνώριμος ὄντι
συγγενεῖ τοῦ μεγάλου Καίσαρος καὶ διέποντι τὴν Συρίαν. [161] ζῆλος δ'
ἐμπίπτει τῶν Ἡρώδῃ πεπραγμένων Φασαήλῳ τῷ ἀδελφῷ, καὶ πρὸς τὴν εὐδοκίμησιν
αὐτοῦ κινηθεὶς ἐφιλοτιμεῖτο μὴ ἀπολειφθῆναι τῆς ὁμοίας εὐφημίας, καὶ τοὺς ἐν
τοῖς Ἱεροσολύμοις εὐνουστέρους ἐποιεῖτο, δι' αὐτοῦ μὲν ἔχων τὴν πόλιν, οὔτε δὲ
ἀπειροκάλως τοῖς πράγμασι προσφερόμενος οὔτ' ἐξυβρίζων εἰς τὴν ἐξουσίαν.
[162] ταῦτ' Ἀντίπατρον ἐποίει θεραπείας παρὰ τοῦ ἔθνους τυγχάνειν
βασιλικῆς καὶ τιμῶν οἵων ἄν τις μεταλαμβάνοι τῶν ὅλων ὢν δεσπότης. ὑπὸ μέντοι
τῆς ἐκ τούτων λαμπρότητος οὐδὲν οἷα φιλεῖ συμβαίνειν πολλάκις τῆς πρὸς Ὑρκανὸν
εὐνοίας παρέβη καὶ πίστεως.
(3)[163] Οἱ δ' ἐν τέλει τῶν Ἰουδαίων ὁρῶντες τὸν Ἀντίπατρον καὶ τοὺς υἱοὺς
αὐτοῦ μεγάλως αὐξανομένους εὐνοίᾳ τε τῇ παρὰ τοῦ ἔθνους καὶ προσόδῳ τῇ τε παρὰ
τῆς Ἰουδαίας καὶ τῶν Ὑρκανοῦ χρημάτων, κακοήθως εἶχον πρὸς αὐτόν:
[164] καὶ γὰρ φιλίαν ὁ Ἀντίπατρος ἦν πεποιημένος πρὸς τοὺς Ῥωμαίων
αὐτοκράτορας καὶ χρήματα πείσας πέμψαι τὸν Ὑρκανὸν αὐτὸς λαβὼν νοσφίζεται τὴν
δωρεάν: ὡς ἰδίαν γὰρ ἀλλ' οὐχ ὡς Ὑρκανοῦ διδόντος ἔπεμψεν. [165] ταῦθ'
Ὑρκανὸς ἀκούων οὐκ ἐφρόντιζεν, ἐν δέει δὲ ἦσαν οἱ πρῶτοι τῶν Ἰουδαίων ὁρῶντες
τὸν Ἡρώδην βίαιον καὶ τολμηρὸν καὶ τυραννίδος γλιχόμενον: καὶ προσελθόντες
Ὑρκανῷ φανερῶς ἤδη κατηγόρουν Ἀντιπάτρου, καί “μέχρι πότε, ἔφασαν, ἐπὶ τοῖς
πραττομένοις ἡσυχάσεις; ἦ οὐχ ὁρᾷς Ἀντίπατρον μὲν καὶ τοὺς παῖδας αὐτοῦ τὴν
ἀρχὴν διεζωσμένους, σαυτὸν μέντοι τῆς βασιλείας ὄνομα μόνον ἀκούοντα;
[166] ἀλλὰ μὴ λανθανέτω σε ταῦτα μηδὲ ἀκίνδυνος εἶναι νόμιζε ῥαθυμῶν περί
τε σαυτῷ καὶ τῇ βασιλείᾳ: οὐ γὰρ ἐπίτροποί σοι τῶν πραγμάτων Ἀντίπατρος καὶ οἱ
παῖδες αὐτοῦ νῦν εἰσιν, μηδὲ ἀπάτα σαυτὸν τοῦτο οἰόμενος, ἀλλὰ δεσπόται φανερῶς
ἀνωμολόγηνται: [167] καὶ γὰρ Ἡρώδης ὁ παῖς αὐτοῦ Ἐζεκίαν ἀπέκτεινεν καὶ
πολλοὺς σὺν αὐτῷ παραβὰς τὸν ἡμέτερον νόμον, ὃς κεκώλυκεν ἄνθρωπον ἀναιρεῖν καὶ
πονηρὸν ὄντα, εἰ μὴ πρότερον κατακριθείη τοῦτο παθεῖν ὑπὸ τοῦ συνεδρίου. μὴ
λαβὼν δὲ ἐξουσίαν παρὰ σοῦ ταῦτα ἐτόλμησεν.”
(4)[168] Ὑρκανὸς δὲ ἀκούσας ταῦτα πείθεται: προσεξῆψαν δὲ αὐτοῦ τὴν ὀργὴν
καὶ αἱ μητέρες τῶν ὑπὸ Ἡρώδου πεφονευμένων: αὗται γὰρ καθ' ἑκάστην ἡμέραν ἐν τῷ
ἱερῷ παρακαλοῦσαι τὸν βασιλέα καὶ τὸν δῆμον, ἵνα δίκην Ἡρώδης ἐν τῷ συνεδρίῳ
τῶν πεπραγμένων ὑπόσχῃ, διετέλουν. [169] κινηθεὶς οὖν ὑπὸ τούτων Ὑρκανὸς
Ἡρώδην ἐκάλει δικασόμενον ὑπὲρ ὧν διεβάλλετο. ὁ δὲ ἧκεν τοῦ πατρὸς αὐτῷ
παραινέσαντος μὴ ὡς ἰδιώτῃ μετὰ δ' ἀσφαλείας εἰσελθεῖν καὶ φυλακῆς τῆς περὶ τὸ
σῶμα, τά τε κατὰ τὴν Γαλιλαίαν ὡς ἐνόμισεν αὐτῷ συμφέρειν ἀσφαλίσασθαι. τοῦτον
τὸν τρόπον ἁρμοσάμενος καὶ μετὰ στίφους ἀποχρῶντος αὐτῷ πρὸς τὴν ὁδόν, ὡς μήτε
ἐπίφοβος Ὑρκανῷ δόξειε μετὰ μείζονος παραγενόμενος τάγματος μήτε γυμνὸς καὶ
ἀφύλακτος, ᾔει πρὸς τὴν δίκην. [170] Σέξστος μέντοι ὁ τῆς Συρίας ἡγεμὼν
γράφει παρακαλῶν Ὑρκανὸν ἀπολῦσαι τὸν Ἡρώδην ἐκ τῆς δίκης καὶ προσαπειλῶν
παρακούσαντι. τῷ δ' ἦν ἀφορμὴ τὸ παρὰ τοῦ Σέξστου γράμμα πρὸς τὸ μηδὲν ἐκ τοῦ
συνεδρίου παθόντα ἀπολῦσαι τὸν Ἡρώδην: ἠγάπα γὰρ αὐτὸν ὡς υἱόν.
[171] καταστὰς δὲ ἐν τῷ συνεδρίῳ μετὰ τοῦ σὺν αὐτῷ τάγματος Ἡρώδης
κατέπληξεν ἅπαντας καὶ κατηγορεῖν ἐθάρρει τὸ λοιπὸν οὐδεὶς τῶν πρὶν ἀφικέσθαι
διαβαλλόντων, ἀλλ' ἦν ἡσυχία καὶ τοῦ τί χρὴ ποιεῖν ἀπορία.
[172] διακειμένων δ' οὕτως εἷς τις Σαμαίας ὄνομα, δίκαιος ἀνὴρ καὶ διὰ
τοῦτο τοῦ δεδιέναι κρείττων, ἀναστὰς εἶπεν: “ἄνδρες σύνεδροι καὶ βασιλεῦ, εἰς
δίκην μὲν οὔτ' αὐτὸς οἶδά τινα τῶν πώποτε εἰς ὑμᾶς κεκλημένων οὕτω παραστάντα
οὔτε ὑμᾶς ἔχειν εἰπεῖν ὑπολαμβάνω, ἀλλὰ πᾶς ὁστισδηποτοῦν ἀφῖκται εἰς τὸ
συνέδριον τοῦτο κριθησόμενος ταπεινὸς παρίσταται καὶ σχήματι δεδοικότος καὶ
ἔλεον θηρωμένου παρ' ὑμῶν, κόμην τ' ἐπιθρέψας καὶ ἐσθῆτα μέλαιναν ἐνδεδυμένος.
[173] ὁ δὲ βέλτιστος Ἡρώδης φόνου δίκην φεύγων καὶ ἐπ' αἰτίᾳ τοιαύτῃ
κεκλημένος ἕστηκε τὴν πορφύραν περικείμενος καὶ τὴν κεφαλὴν κεκοσμημένος τῇ
συνθέσει τῆς κόμης καὶ περὶ αὐτὸν ἔχων ὁπλίτας, ἵνα ἂν κατακρίνωμεν αὐτοῦ κατὰ
τὸν νόμον, κτείνῃ μὲν ἡμᾶς, αὐτὸν δὲ σώσῃ βιασάμενος τὸ δίκαιον.
[174] ἀλλ' Ἡρώδην μὲν ἐπὶ τούτοις οὐκ ἂν μεμψαίμην, εἰ τὸ αὐτοῦ συμφέρον
ποιεῖται περὶ πλείονος ἢ τὸ νόμιμον, ὑμᾶς δὲ καὶ τὸν βασιλέα τοσαύτην ἄδειαν
αὐτῷ παρασχόντας. ἴστε μέντοι τὸν θεὸν μέγαν, καὶ οὗτος, ὃν νῦν δι' Ὑρκανὸν
ἀπολῦσαι βούλεσθε, [175] κολάσει ὑμᾶς τε καὶ αὐτὸν τὸν βασιλέα.” διήμαρτεν
δ' οὐδὲν τῶν εἰρημένων. ὁ γὰρ Ἡρώδης τὴν βασιλείαν παραλαβὼν πάντας ἀπέκτεινεν
τοὺς ἐν τῷ συνεδρίῳ καὶ Ὑρκανὸν αὐτὸν χωρὶς τοῦ Σαμαίου: [176] σφόδρα γὰρ
αὐτὸν διὰ τὴν δικαιοσύνην ἐτίμησεν καὶ ὅτι τῆς πόλεως μετὰ ταῦτα πολιορκουμένης
ὑπό τε Ἡρώδου καὶ Σοσσίου παρῄνεσεν τῷ δήμῳ δέξασθαι τὸν Ἡρώδην εἰπὼν διὰ τὰς
ἁμαρτίας οὐ δύνασθαι διαφυγεῖν αὐτόν. καὶ περὶ μὲν τούτων κατὰ χώραν ἐροῦμεν.
(5)[177] Ὑρκανὸς δὲ ὁρῶν ὡρμημένους πρὸς τὴν ἀναίρεσιν τὴν Ἡρώδου τοὺς ἐν τῷ
συνεδρίῳ τὴν δίκην εἰς ἄλλην ἡμέραν ἀνεβάλετο, καὶ πέμψας κρύφα πρὸς Ἡρώδην
συνεβούλευσεν αὐτῷ φυγεῖν ἐκ τῆς πόλεως: οὕτω γὰρ τὸν κίνδυνον διαφεύξεσθαι.
[178] καὶ ὁ μὲν ἀνεχώρησεν εἰς Δαμασκὸν ὡς φεύγων τὸν βασιλέα, καὶ
παραγενόμενος πρὸς Σέξτον Καίσαρα καὶ τὰ κατ' αὐτὸν ἀσφαλισάμενος οὕτως εἶχεν,
ὡς εἰ καλοῖτο πάλιν εἰς τὸ συνέδριον ἐπὶ δίκην οὐχ ὑπακουσόμενος. [179] ἠγανάκτουν
δὲ οἱ ἐν τῷ συνεδρίῳ καὶ τὸν Ὑρκανὸν ἐπειρῶντο διδάσκειν, ὅτι ταῦτα πάντα εἴη
κατ' αὐτοῦ. τὸν δ' οὐκ ἐλάνθανε μέν, πράττειν δ' οὐδὲν εἶχεν ὑπὸ ἀνανδρίας καὶ
ἀνοίας. [180] Σέξστου δὲ ποιήσαντος Ἡρώδην στρατηγὸν κοίλης Συρίας,
χρημάτων γὰρ αὐτῷ τοῦτο ἀπέδοτο, Ὑρκανὸς ἦν ἐν φόβῳ, μὴ στρατεύσηται Ἡρώδης ἐπ'
αὐτόν. οὐ πολὺ δὲ τοῦ δέους ἐβράδυνεν, ἀλλ' ἧκεν ἄγων ἐπ' αὐτὸν Ἡρώδης στρατιὰν
ὀργιζόμενος τῆς δίκης αὐτῷ καὶ τοῦ κληθῆναι πρὸς τὸ λόγον ὑποσχεῖν ἐν τῷ
συνεδρίῳ. [181] διεκώλυσαν δ' αὐτὸν προσβαλεῖν τοῖς Ἱεροσολύμοις
ὑπαντήσαντες ὅ τε πατὴρ Ἀντίπατρος καὶ ὁ ἀδελφός, καὶ τὴν ὁρμὴν αὐτοῦ
καταπαύσαντες καὶ παρακαλέσαντες ἔργῳ μὲν ἐγχειρεῖν μηδενί, καταπληξάμενον δὲ
ἀπειλῇ μόνον μὴ χωρῆσαι περαιτέρω κατὰ τοῦ παρασχόντος αὐτῷ εἰς τοῦτο παρελθεῖν
τὸ ἀξίωμα. [182] ἠξίουν τε περὶ τοῦ κληθέντα ἐπὶ δίκην ἐλθεῖν ἀγανακτοῦντα
μεμνῆσθαι καὶ τῆς ἀφέσεως καὶ χάριν αὐτῆς εἰδέναι καὶ μὴ πρὸς μὲν τὸ
σκυθρωπότερον ἀπαντᾶν, περὶ δὲ τῆς σωτηρίας ἀχαριστεῖν: [183] λογίζεσθαι
δ' ὡς, εἰ καὶ πολέμου ῥοπὰς βραβεύει τὸ θεῖον, πλέον ἐστὶ τῆς στρατείας τὸ
ἄδικον, διὸ καὶ τὴν νίκην μὴ πάντῃ προσδοκᾶν μέλλοντα πολεμεῖν βασιλεῖ καὶ
συντρόφῳ, καὶ πολλὰ μὲν εὐεργετήσαντι, μηδὲν δὲ χαλεπὸν αὐτὸν εἰργασμένῳ, περὶ
δὲ ὧν ἐγκαλεῖ διὰ πονηροὺς συμβούλους ἀλλὰ μὴ δι' αὐτὸν ὑπόνοιαν αὐτῷ καὶ σκιὰν
δυσκόλου τινὸς παρεσχημένῳ. [184] πείθεται τούτοις Ἡρώδης ὑπολαβὼν εἰς τὰς
ἐλπίδας ἀποχρῆν αὐτῷ τὸ καὶ τὴν ἰσχὺν ἐπιδείξασθαι τῷ ἔθνει μόνον. καὶ τὰ μὲν
κατὰ τὴν Ἰουδαίαν οὕτως εἶχεν.
X
(1)[185] Καῖσαρ δ' ἐλθὼν εἰς Ῥώμην ἕτοιμος ἦν πλεῖν ἐπ' Ἀφρικῆς πολεμήσων
Σκιπίωνι καὶ Κάτωνι, πέμψας δ' Ὑρκανὸς πρὸς αὐτὸν παρεκάλει βεβαιώσασθαι τὴν
πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν. [186] ἔδοξεν δ' ἀναγκαῖον εἶναί μοι πάσας
ἐκθέσθαι τὰς γεγενημένας Ῥωμαίοις καὶ τοῖς αὐτοκράτορσιν αὐτῶν τιμὰς καὶ
συμμαχίας πρὸς τὸ ἔθνος ἡμῶν, ἵνα μὴ λανθάνῃ τοὺς ἄλλους ἅπαντας, ὅτι καὶ οἱ
τῆς Ἀσίας καὶ οἱ τῆς Εὐρώπης βασιλεῖς διὰ σπουδῆς ἔσχον ἡμᾶς τήν τε ἀνδρείαν
ἡμῶν καὶ τὴν πίστιν ἀγαπήσαντες. [187] ἐπεὶ δὲ πολλοὶ διὰ τὴν πρὸς ἡμᾶς
δυσμένειαν ἀπιστοῦσι τοῖς ὑπὸ Περσῶν καὶ Μακεδόνων ἀναγεγραμμένοις περὶ ἡμῶν τῷ
μηκέτ' αὐτὰ πανταχοῦ μηδ' ἐν τοῖς δημοσίοις ἀποκεῖσθαι τόποις, ἀλλὰ παρ' ἡμῖν
τε αὐτοῖς καί τισιν ἄλλοις τῶν βαρβάρων, [188] πρὸς δὲ τὰ ὑπὸ Ῥωμαίων
δόγματα οὐκ ἔστιν ἀντειπεῖν: ἔν τε γὰρ δημοσίοις ἀνάκειται τόποις τῶν πόλεων καὶ
ἔτι νῦν ἐν τῷ Καπετωλίῳ χαλκαῖς στήλαις ἐγγέγραπται, οὐ μὴν ἀλλὰ καὶ Καῖσαρ
Ἰούλιος τοῖς ἐν Ἀλεξανδρείᾳ Ἰουδαίοις ποιήσας χαλκῆν στήλην ἐδήλωσεν, ὅτι
Ἀλεξανδρέων πολῖταί εἰσιν, ἐκ τούτων ποιήσομαι καὶ τὴν ἀπόδειξιν.
[189] παραθήσομαι δὲ τὰ γενόμενα ὑπό τε τῆς συγκλήτου δόγματα καὶ Ἰουλίου
Καίσαρος πρός τε Ὑρκανὸν καὶ τὸ ἔθνος ἡμῶν.
(2)[190] Γάιος Ἰούλιος Καῖσαρ αὐτοκράτωρ καὶ ἀρχιερεὺς δικτάτωρ τὸ δεύτερον
Σιδωνίων ἄρχουσιν βουλῇ δήμῳ χαίρειν. εἰ ἔρρωσθε εὖ ἂν ἔχοι, κἀγὼ δὲ ἔρρωμαι
σὺν τῷ στρατοπέδῳ. [191] τῆς γενομένης ἀναγραφῆς ἐν τῇ δέλτῳ πρὸς Ὑρκανὸν
υἱὸν Ἀλεξάνδρου ἀρχιερέα καὶ ἐθνάρχην Ἰουδαίων πέπομφα ὑμῖν τὸ ἀντίγραφον, ἵν'
ἐν τοῖς δημοσίοις ὑμῶν ἀνακέηται γράμμασιν. βούλομαι δὲ καὶ ἑλληνιστὶ καὶ
ῥωμαιστὶ ἐν δέλτῳ χαλκῇ τοῦτο ἀνατεθῆναι. [192] ἔστιν δὴ τοῦτο: Ἰούλιος
Καῖσαρ αὐτοκράτωρ τὸ δεύτερον καὶ ἀρχιερεὺς μετὰ συμβουλίου γνώμης ἐπέκρινα.
ἐπεὶ Ὑρκανὸς Ἀλεξάνδρου Ἰουδαῖος καὶ νῦν καὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἔν τε
εἰρήνῃ καὶ πολέμῳ πίστιν τε καὶ σπουδὴν περὶ τὰ ἡμέτερα πράγματα ἐπεδείξατο, ὡς
αὐτῷ πολλοὶ μεμαρτυρήκασιν αὐτοκράτορες, [193] καὶ ἐν τῷ ἔγγιστα ἐν
Ἀλεξανδρείᾳ πολέμῳ μετὰ χιλίων πεντακοσίων στρατιωτῶν ἧκεν σύμμαχος καὶ πρὸς
Μιθριδάτην ἀποσταλεὶς ὑπ' ἐμοῦ πάντας ἀνδρείᾳ τοὺς ἐν τάξει ὑπερέβαλεν,
[194] διὰ ταύτας τὰς αἰτίας Ὑρκανὸν Ἀλεξάνδρου καὶ τὰ τέκνα αὐτοῦ ἐθνάρχας
Ἰουδαίων εἶναι ἀρχιερωσύνην τε Ἰουδαίων διὰ παντὸς ἔχειν κατὰ τὰ πάτρια ἔθη,
εἶναί τε αὐτὸν καὶ τοὺς παῖδας αὐτοῦ συμμάχους ἡμῖν ἔτι τε καὶ ἐν τοῖς κατ'
ἄνδρα φίλοις ἀριθμεῖσθαι, [195] ὅσα τε κατὰ τοὺς ἰδίους αὐτῶν νόμους ἐστὶν
ἀρχιερατικὰ φιλάνθρωπα, ταῦτα κελεύω κατέχειν αὐτὸν καὶ τὰ τέκνα αὐτοῦ: ἄν τε
μεταξὺ γένηταί τις ζήτησις περὶ τῆς Ἰουδαίων ἀγωγῆς, ἀρέσκει μοι κρίσιν
γίνεσθαι [παρ' αὐτοῖς]. παραχειμασίαν δὲ ἢ χρήματα πράσσεσθαι οὐ δοκιμάζω.
(3)[196] Γαίου Καίσαρος αὐτοκράτορος ὑπάτου δεδομένα συγκεχωρημένα
προσκεκριμένα ἐστὶν οὕτως ἔχοντα. ὅπως τὰ τέκνα αὐτοῦ τοῦ Ἰουδαίων ἔθνους ἄρχῃ,
καὶ τοὺς δεδομένους τόπους καρπίζωνται, καὶ ὁ ἀρχιερεὺς αὐτὸς καὶ ἐθνάρχης τῶν
Ἰουδαίων προιστῆται τῶν ἀδικουμένων. [197] πέμψαι δὲ πρὸς Ὑρκανὸν τὸν
Ἀλεξάνδρου υἱὸν ἀρχιερέα τῶν Ἰουδαίων καὶ πρεσβευτὰς τοὺς περὶ φιλίας καὶ
συμμαχίας διαλεξομένους: ἀνατεθῆναι δὲ καὶ χαλκῆν δέλτον ταῦτα περιέχουσαν ἔν
τε τῷ Καπετωλίῳ καὶ Σιδῶνι καὶ Τύρῳ καὶ ἐν Ἀσκάλωνι καὶ ἐν τοῖς ναοῖς
ἐγκεχαραγμένην γράμμασιν Ῥωμαικοῖς καὶ Ἑλληνικοῖς. [198] ὅπως τε τὸ δόγμα
τοῦτο πᾶσι τοῖς κατὰ τὴν πόλιν ταμίαις καὶ τοῖς τούτων ἡγουμένοις Εἴς τε τοὺς
φίλους ἀνενέγκωσιν καὶ ξένια τοῖς πρεσβευταῖς παρασχεῖν καὶ τὰ διατάγματα
διαπέμψαι πανταχοῦ.
(4)[199] Γάιος Καῖσαρ αὐτοκράτωρ δικτάτωρ ὕπατος τιμῆς καὶ ἀρετῆς καὶ
φιλανθρωπίας ἕνεκεν συνεχώρησεν ἐπὶ συμφέροντι καὶ τῇ συγκλήτῳ καὶ τῷ δήμῳ τῶν
Ῥωμαίων Ὑρκανὸν Ἀλεξάνδρου υἱὸν καὶ τέκνα αὐτοῦ ἀρχιερεῖς τε καὶ ἱερεῖς
Ἱεροσολύμων καὶ τοῦ ἔθνους εἶναι ἐπὶ τοῖς δικαίοις, οἷς καὶ οἱ πρόγονοι αὐτῶν
τὴν ἀρχιερωσύνην διακατέσχον.
(5)[200] Γάιος Καῖσαρ ὕπατος τὸ πέμπτον ἔκρινεν τούτους ἔχειν καὶ τειχίσαι
τὴν Ἱεροσολυμιτῶν πόλιν, καὶ κατέχειν αὐτὴν Ὑρκανὸν Ἀλεξάνδρου ἀρχιερέα
Ἰουδαίων καὶ ἐθνάρχην ὡς ἂν αὐτὸς προαιρῆται. [201] ὅπως τε Ἰουδαίοις ἐν
τῷ δευτέρῳ τῆς μισθώσεως [ἔτει] τῆς προσόδου κόρον ὑπεξέλωνται καὶ μήτε
ἐργολαβῶσί τινες μήτε φόρους τοὺς αὐτοὺς τελῶσιν.
(6)[202] Γάιος Καῖσαρ αὐτοκράτωρ τὸ δεύτερον ἔστησεν κατ' ἐνιαυτὸν ὅπως
τελῶσιν ὑπὲρ τῆς Ἱεροσολυμιτῶν πόλεως Ἰόππης ὑπεξαιρουμένης χωρὶς τοῦ ἑβδόμου
ἔτους, ὃν σαββατικὸν ἐνιαυτὸν προσαγορεύουσιν, ἐπεὶ ἐν αὐτῷ μήτε τὸν ἀπὸ τῶν
δένδρων καρπὸν λαμβάνουσιν μήτε σπείρουσιν. [203] καὶ ἵνα ἐν Σιδῶνι τῷ
δευτέρῳ ἔτει τὸν φόρον ἀποδιδῶσιν τὸ τέταρτον τῶν σπειρομένων, πρὸς τούτοις ἔτι
καὶ Ὑρκανῷ καὶ τοῖς τέκνοις αὐτοῦ τὰς δεκάτας τελῶσιν, ἃς ἐτέλουν καὶ τοῖς
προγόνοις αὐτῶν. [204] καὶ ὅπως μηδεὶς μήτε ἄρχων μήτε ἀντάρχων μήτε
στρατηγὸς ἢ πρεσβευτὴς ἐν τοῖς ὅροις τῶν Ἰουδαίων ἀνιστὰς συμμαχίαν καὶ
στρατιώτας ἐξῇ τούτῳ χρήματα εἰσπράττεσθαι ἢ εἰς παραχειμασίαν ἢ ἄλλῳ τινὶ
ὀνόματι, ἀλλ' εἶναι πανταχόθεν ἀνεπηρεάστους. [205] ὅσα τε μετὰ ταῦτα
ἔσχον ἢ ἐπρίαντο καὶ διακατέσχον καὶ ἐνεμήθησαν, ταῦτα πάντα αὐτοὺς ἔχειν.
Ἰόππην τε πόλιν, ἣν ἀπ' ἀρχῆς ἔσχον οἱ Ἰουδαῖοι ποιούμενοι τὴν πρὸς Ῥωμαίους
φιλίαν αὐτῶν εἶναι, καθὼς καὶ τὸ πρῶτον, ἡμῖν ἀρέσκει, [206] φόρους τε
ὑπὲρ ταύτης τῆς πόλεως Ὑρκανὸν Ἀλεξάνδρου υἱὸν καὶ παῖδας αὐτοῦ παρὰ τῶν τὴν
γῆν νεμομένων χώρας λιμένος ἐξαγωγίου κατ' ἐνιαυτὸν Σιδῶνι μοδίους δισμυρίους
χοε ὑπεξαιρουμένου τοῦ ἑβδόμου ἔτους, ὃν σαββατικὸν καλοῦσιν, καθ' ὃν οὔτε
ἀροῦσιν οὔτε τὸν ἀπὸ τῶν δένδρων καρπὸν λαμβάνουσιν. [207] τάς τε κώμας
τὰς ἐν τῷ μεγάλῳ πεδίῳ, ἃς Ὑρκανὸς καὶ οἱ πρόγονοι πρότερον αὐτοῦ διακατέσχον,
ἀρέσκει τῇ συγκλήτῳ ταῦτα Ὑρκανὸν καὶ Ἰουδαίους ἔχειν ἐπὶ τοῖς δικαίοις οἷς καὶ
πρότερον εἶχον. [208] μένειν δὲ καὶ τὰ ἀπ' ἀρχῆς δίκαια, ὅσα πρὸς ἀλλήλους
Ἰουδαίοις καὶ τοῖς ἀρχιερεῦσιν καὶ ἱερεῦσιν ἦν τά τε φιλάνθρωπα ὅσα τε τοῦ
δήμου ψηφισαμένου καὶ τῆς συγκλήτου ἔσχον. ἐπὶ τούτοις τε τοῖς δικαίοις χρῆσθαι
αὐτοῖς ἐξεῖναι ἐν Λύδδοις. [209] τούς τε τόπους καὶ χώραν καὶ ἐποίκια, ὅσα
βασιλεῦσι Συρίας καὶ Φοινίκης συμμάχοις οὖσι Ῥωμαίων κατὰ δωρεὰν ὑπῆρχε
καρποῦσθαι, ταῦτα δοκιμάζει ἡ σύγκλητος Ὑρκανὸν τὸν ἐθνάρχην καὶ Ἰουδαίους
ἔχειν. [210] δεδόσθαι δὲ Ὑρκανῷ καὶ παισὶ τοῖς αὐτοῦ καὶ πρεσβευταῖς τοῖς
ὑπ' αὐτοῦ πεμφθεῖσιν ἔν τε πυγμῇ μονομάχων καὶ θηρίων καθεζομένοις μετὰ τῶν
συγκλητικῶν θεωρεῖν Αἰτησαμένους παρὰ δικτάτορος ἢ παρὰ ἱππάρχου παρελθεῖν εἰς
τὴν σύγκλητον εἰσάγωσιν καὶ τὰ ἀποκρίματα αὐτοῖς ἀποδιδῶσιν ἐν ἡμέραις δέκα
ταῖς ἁπάσαις, ἀφ' ἧς ἂν τὸ δόγμα γένηται.
(7)[211] Γάιος Καῖσαρ αὐτοκράτωρ δικτάτωρ τὸ τέταρτον ὕπατός τε τὸ πέμπτον
δικτάτωρ ἀποδεδειγμένος διὰ βίου λόγους ἐποιήσατο περὶ τῶν δικαίων τῶν Ὑρκανοῦ
τοῦ Ἀλεξάνδρου ἀρχιερέως Ἰουδαίων καὶ ἐθνάρχου τοιούτους:
[212] [τῶν] πρὸ ἐμοῦ αὐτοκρατόρων ἐν ταῖς ἐπαρχίαις μαρτυρησάντων
Ὑρκανῷ ἀρχιερεῖ Ἰουδαίων καὶ Ἰουδαίοις ἐπί τε συγκλήτου καὶ δήμου Ῥωμαίων,
εὐχαριστήσαντος δὲ καὶ τοῦ δήμου καὶ τῆς συγκλήτου αὐτοῖς, καλῶς ἔχει καὶ ἡμᾶς
ἀπομνημονεύειν καὶ προνοεῖν, ὡς Ὑρκανῷ καὶ τῷ ἔθνει τῶν Ἰουδαίων καὶ τοῖς
Ὑρκανοῦ παισὶν ὑπὸ συγκλήτου καὶ δήμου Ῥωμαίων ἀξία τῆς πρὸς ἡμᾶς εὐνοίας αὐτῶν
καὶ ὧν εὐεργέτησαν ἡμᾶς χάρις ἀνταποδοθῇ.
(8)[213] Ἰούλιος Γάιος ὑιοσο στρατηγὸς ὕπατος Ῥωμαίων Παριανῶν ἄρχουσι βουλῇ
δήμῳ χαίρειν. ἐνέτυχόν μοι οἱ Ἰουδαῖοι ἐν Δήλῳ καί τινες τῶν παροίκων Ἰουδαίων
παρόντων καὶ τῶν ὑμετέρων πρέσβεων καὶ ἐνεφάνισαν, ὡς ὑμεῖς ψηφίσματι κωλύετε
αὐτοὺς τοῖς πατρίοις ἔθεσι καὶ ἱεροῖς χρῆσθαι. [214] ἐμοὶ τοίνυν οὐκ
ἀρέσκει κατὰ τῶν ἡμετέρων φίλων καὶ συμμάχων τοιαῦτα γίνεσθαι ψηφίσματα καὶ
κωλύεσθαι αὐτοὺς ζῆν κατὰ τὰ αὐτῶν ἔθη καὶ χρήματα εἰς σύνδειπνα καὶ τὰ ἱερὰ
εἰσφέρειν, τοῦτο ποιεῖν αὐτῶν μηδ' ἐν Ῥώμῃ κεκωλυμένων. [215] καὶ γὰρ
Γάιος Καῖσαρ ὁ ἡμέτερος στρατηγὸς [καὶ] ὕπατος ἐν τῷ διατάγματι κωλύων θιάσους
συνάγεσθαι κατὰ πόλιν μόνους τούτους οὐκ ἐκώλυσεν οὔτε χρήματα συνεισφέρειν
οὔτε σύνδειπνα ποιεῖν. [216] ὁμοίως δὲ κἀγὼ τοὺς ἄλλους θιάσους κωλύων
τούτοις μόνοις ἐπιτρέπω κατὰ τὰ πάτρια ἔθη καὶ νόμιμα συνάγεσθαί τε καὶ
ἑστιᾶσθαι. καὶ ὑμᾶς οὖν καλῶς ἔχει, εἴ τι κατὰ τῶν ἡμετέρων φίλων καὶ συμμάχων
ψήφισμα ἐποιήσατε, τοῦτο ἀκυρῶσαι διὰ τὴν περὶ ἡμᾶς αὐτῶν ἀρετὴν καὶ εὔνοιαν.
(9)[217] Μετὰ δὲ τὸν Γαίου θάνατον Μᾶρκος Ἀντώνιος καὶ Πόπλιος Δολαβέλλας
ὕπατοι ὄντες τήν τε σύγκλητον συνήγαγον καὶ τοὺς παρ' Ὑρκανοῦ πρέσβεις
παραγαγόντες διελέχθησαν περὶ ὧν ἠξίουν καὶ φιλίαν πρὸς αὐτοὺς ἐποίησαν, καὶ
πάντα συγχωρεῖν αὐτοῖς ἡ σύγκλητος ἐψηφίσατο ὅσων τυγχάνειν ἐβούλοντο.
[218] παρατέθειμαι δὲ καὶ τὸ δόγμα, ὅπως τὴν ἀπόδειξιν τῶν λεγομένων
ἐγγύθεν ἔχωσιν οἱ ἀναγινώσκοντες τὴν πραγματείαν. ἦν δὲ τοιοῦτον:
(10)[219] Δόγμα συγκλήτου ἐκ τοῦ ταμιείου ἀντιγεγραμμένον ἐκ τῶν δέλτων τῶν
δημοσίων τῶν ταμιευτικῶν Κοίντω Ῥουτιλίω Κοίντω Κορνηλίω ταμίαις κατὰ πόλιν,
δέλτῳ δευτέρᾳ καὶ ἐκ τῶν πρώτων πρώτῃ. πρὸ τριῶν εἰδῶν Ἀπριλλίων ἐν τῷ ναῷ τῆς
Ὁμονοίας. γραφομένῳ παρῆσαν Λούκιος Καλπούρνιος Μενηνία Πείσων,
[220] Σερουίνιος Παπίνιος Λεμωνία Κούιντος, Γάιος Κανείνιος Τηρητίνα
Ῥέβιλος, Πόπλιος Τηδήτιος Λευκίου υἱὸς Πολλία, Λεύκιος Ἀπούλιος Λευκίου υἱὸς
Σεργία, Φλάβιος Λευκίου Λεμωνία, Πόπλιος Πλαύτιος Ποπλίου Παπειρία, Μᾶρκος
Σέλλιος Μάρκου Μαικία, Λεύκιος Ἐρούκιος Λουκίου Στηλητίνα, Μᾶρκος Κούιντος
Μάρκου υἱὸς Πολλία Πλανκῖνος, [221] Πούπλιος Σέρριος Πόπλιος Δολοβέλλας
Μᾶρκος Ἀντώνιος ὕπατοι λόγους ἐποιήσαντο περὶ ὧν δόγματι συγκλήτου Γάιος Καῖσαρ
ὑπὲρ Ἰουδαίων ἔκρινεν καὶ εἰς τὸ ταμιεῖον οὐκ ἔφθασεν ἀνενεχθῆναι, περὶ τούτων
ἀρέσκει ἡμῖν γενέσθαι, ὡς καὶ Ποπλίῳ Δολαβέλλᾳ καὶ Μάρκῳ Ἀντωνίῳ τοῖς ὑπάτοις
ἔδοξεν, ἀνενεγκεῖν τε ταῦτα εἰς δέλτους καὶ πρὸς τοὺς κατὰ πόλιν ταμίας, ὅπως φροντίσωσιν
καὶ αὐτοὶ εἰς δέλτους ἀναθεῖναι διπτύχους. [222] ἐγένετο πρὸ πέντε εἰδῶν
Φεβρουαρίων ἐν τῷ ναῷ τῆς Ὁμονοίας. οἱ δὲ πρεσβεύοντες παρὰ Ὑρκανοῦ τοῦ
ἀρχιερέως ἦσαν οὗτοι: Λυσίμαχος Παυσανίου Ἀλέξανδρος Θεοδώρου Πάτροκλος Χαιρέου
Ἰωάννης Ὀνείου.
(11)[223] Ἔπεμψεν δὲ τούτων Ὑρκανὸς τῶν πρεσβευτῶν ἕνα καὶ πρὸς Δολαβέλλαν
τὸν τῆς Ἀσίας τότε ἡγεμόνα, παρακαλῶν ἀπολῦσαι τοὺς Ἰουδαίους τῆς στρατείας καὶ
τὰ πάτρια τηρεῖν ἔθη καὶ κατὰ ταῦτα ζῆν ἐπιτρέπειν: [224] οὗ τυχεῖν αὐτῷ
ῥᾳδίως ἐγένετο: λαβὼν γὰρ ὁ Δολοβέλλας τὰ παρὰ τοῦ Ὑρκανοῦ γράμματα, μηδὲ
βουλευσάμενος ἐπιστέλλει τοῖς κατὰ τὴν Ἀσίαν ἅπασιν γράψας τῇ Ἐφεσίων πόλει
πρωτευούσῃ τῆς Ἀσίας περὶ τῶν Ἰουδαίων. ἡ δὲ ἐπιστολὴ τοῦτον περιεῖχεν τὸν
τρόπον:
(12)[225] Ἐπὶ πρυτάνεως Ἀρτέμωνος μηνὸς Ληναιῶνος προτέρᾳ. Δολοβέλλας
αὐτοκράτωρ Ἐφεσίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. [226] Ἀλέξανδρος Θεοδώρου
πρεσβευτὴς Ὑρκανοῦ τοῦ Ἀλεξάνδρου υἱοῦ ἀρχιερέως καὶ ἐθνάρχου τῶν Ἰουδαίων
ἐνεφάνισέν μοι περὶ τοῦ μὴ δύνασθαι στρατεύεσθαι τοὺς πολίτας αὐτοῦ διὰ τὸ μήτε
ὅπλα βαστάζειν δύνασθαι μήτε ὁδοιπορεῖν ἐν ταῖς ἡμέραις τῶν σαββάτων, μήτε
τροφῶν τῶν πατρίων καὶ συνήθων κατὰ τούτους εὐπορεῖν. [227] ἐγώ τε οὖν
αὐτοῖς, καθὼς καὶ οἱ πρὸ ἐμοῦ ἡγεμόνες, δίδωμι τὴν ἀστρατείαν καὶ συγχωρῶ
χρῆσθαι τοῖς πατρίοις ἐθισμοῖς ἱερῶν ἕνεκα καὶ ἁγίοις συναγομένοις, καθὼς
αὐτοῖς νόμιμον, καὶ τῶν πρὸς τὰς θυσίας ἀφαιρεμάτων, ὑμᾶς τε βούλομαι ταῦτα
γράψαι κατὰ πόλεις.
(13)[228] Καὶ ταῦτα μὲν ὁ Δολαβέλλας Ὑρκανοῦ πρεσβευσαμένου πρὸς αὐτὸν
ἐχαρίσατο τοῖς ἡμετέροις. Λεύκιος δὲ Λέντλος ὕπατος εἶπεν: πολίτας Ῥωμαίων
Ἰουδαίους ἱερὰ Ἰουδαικὰ ἔχοντας καὶ ποιοῦντας ἐν Ἐφέσῳ πρὸ τοῦ βήματος
δεισιδαιμονίας ἕνεκα στρατείας ἀπέλυσα πρὸ δώδεκα καλανδῶν Ὀκτωβρίων Λευκίω
Λέντλω Γαίω Μαρκέλλω ὑπάτοις. [229] παρῆσαν Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος
Ὁρατία πρεσβευτής, Τίτος Τόνγιος Τίτου υἱὸς Κροστομίνα, Κόιντος Καίσιος
Κοίντου, Τίτος Πομπήιος Τίτου Λογγῖνος, Γάιος Σερουίλιος Γαίου υἱὸς Τηρητίνα
Βράκκος χιλίαρχος, Πόπλιος Κλούσιος Ποπλίου Ἐτωρία [Γάλλος], Γάιος Σέντιος
Γαίου Υἱὸς Σαβατίνα.
(14)[230] Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος πρεσβευτὴς καὶ ἀντιστράτηγος
Ἐφεσίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. Ἰουδαίους τοὺς ἐν τῇ Ἀσίᾳ Λεύκιος Λέντλος ὁ
ὕπατος ἐμοῦ ἐντυχόντος ἀπέλυσεν τῆς στρατείας. αἰτησάμενος δὲ μετὰ ταῦτα καὶ
παρὰ Φαννίου τοῦ ἀντιστρατήγου καὶ παρὰ Λευκίου Ἀντωνίου τοῦ ἀντιταμίου
ἐπέτυχον ὑμᾶς τε βούλομαι φροντίσαι, ἵνα μή τις αὐτοῖς διενοχλῇ.
(15)[231] Ψήφισμα Δηλίων. ἐπ' ἄρχοντος Βοιωτοῦ μηνὸς Θαργηλιῶνος εἰκοστῇ
χρηματισμὸς στρατηγῶν. Μᾶρκος Πείσων πρεσβευτὴς ἐνδημῶν ἐν τῇ πόλει ἡμῶν ὁ καὶ
τεταγμένος ἐπὶ τῆς στρατολογίας προσκαλεσάμενος ἡμᾶς καὶ ἱκανοὺς τῶν πολιτῶν
προσέταξεν, [232] ἵνα εἴ τινές εἰσιν Ἰουδαῖοι πολῖται Ῥωμαίων τούτοις
μηδεὶς ἐνοχλῇ περὶ στρατείας, διὰ τὸ τὸν ὕπατον Λούκιον Κορνήλιον Λέντλον
δεισιδαιμονίας ἕνεκα ἀπολελυκέναι τοὺς Ἰουδαίους τῆς στρατείας. διὸ πείθεσθαι
ἡμᾶς δεῖ τῷ στρατηγῷ. ὅμοια δὲ τούτοις καὶ Σαρδιανοὶ περὶ ἡμῶν ἐψηφίσαντο.
(16)[233] Γάιος Φάννιος Γαίου υἱὸς στρατηγὸς ὕπατος Κῴων ἄρχουσι χαίρειν.
βούλομαι ὑμᾶς εἰδέναι, ὅτι πρέσβεις Ἰουδαίων μοι προσῆλθον ἀξιοῦντες λαβεῖν τὰ
συγκλήτου δόγματα τὰ περὶ αὐτῶν γεγονότα. ὑποτέτακται δὲ τὰ δεδογμένα. ὑμᾶς οὖν
θέλω φροντίσαι καὶ προνοῆσαι τῶν ἀνθρώπων κατὰ τὸ τῆς συγκλήτου δόγμα, ὅπως διὰ
τῆς ὑμετέρας χώρας εἰς τὴν οἰκείαν ἀσφαλῶς ἀνακομισθῶσιν.
(17)[234] Λεύκιος Λέντλος ὕπατος λέγει: πολίτας Ῥωμαίων Ἰουδαίους, οἵτινές
μοι ἱερὰ ἔχειν καὶ ποιεῖν Ἰουδαικὰ ἐν Ἐφέσῳ ἐδόκουν, δεισιδαιμονίας ἕνεκα
ἀπέλυσα. τοῦτο ἐγένετο πρὸ δώδεκα καλανδῶν Κουιντιλίων.
(18)[235] Λούκιος Ἀντώνιος Μάρκου υἱὸς ἀντιταμίας καὶ ἀντιστράτηγος
Σαρδιανῶν ἄρχουσι βουλῇ δήμῳ χαίρειν. Ἰουδαῖοι πολῖται ἡμέτεροι προσελθόντες
μοι ἐπέδειξαν αὐτοὺς σύνοδον ἔχειν ἰδίαν κατὰ τοὺς πατρίους νόμους ἀπ' ἀρχῆς
καὶ τόπον ἴδιον, ἐν ᾧ τά τε πράγματα καὶ τὰς πρὸς ἀλλήλους ἀντιλογίας
κρίνουσιν, τοῦτό τε αἰτησαμένοις ἵν' ἐξῇ ποιεῖν αὐτοῖς τηρῆσαι καὶ ἐπιτρέψαι
ἔκρινα.
(19)[236] Μᾶρκος Πόπλιος σπιρίου υἱὸς καὶ Μᾶρκος Μάρκου Ποπλίου υἱὸς Λουκίου
λέγουσιν. Λέντλῳ τἀνθυπάτῳ προσελθόντες ἐδιδάξαμεν αὐτὸν περὶ ὧν Δοσίθεος
Κλεοπατρίδου Ἀλεξανδρεὺς λόγους ἐποιήσατο, [237] ὅπως πολίτας Ῥωμαίων
Ἰουδαίους ἱερὰ Ἰουδαικὰ ποιεῖν εἰωθότας, ἂν αὐτῷ φανῇ, δεισιδαιμονίας ἕνεκα
ἀπολύσῃ: καὶ ἀπέλυσε πρὸ δώδεκα καλανδῶν Κουιντιλίων Λευκίω Λέντλω Γαίω
Μαρκέλλω ὑπάτοις. [238] παρῆσαν Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος Ὁρατία
πρεσβευτής, Τίτος Τόνγιος Κροστομίνα, Κόιντος Καίσιος Κοίντου, Τίτος Πήιος
Τίτου υἱὸς Κορνηλία Λογγῖνος, Γάιος Σερουίλιος Γαίου Τηρητείνα Βρόκχος
χιλίαρχος, Πόπλιος Κλούσιος Ποπλίου υἱὸς Ἐτωρία Γάλλος, [239] Γάιος
Τεύτιος Γαίου Αἰμιλία χιλίαρχος, Σέξστος Ἀτίλιος Σέξστου υἱὸς Αἰμιλία Σέσρανος,
Γάιος Πομπήιος Γαίου υἱὸς Σαβατίνα, Τίτος Ἄμπιος Τίτου Μένανδρος, Πόπλιος
Σερουίλιος Ποπλίου υἱὸς Στράβων, Λεύκιος Πάκκιος Λευκίου Κολλίνα Καπίτων, Αὖλος
Φούριος Αὔλου υἱὸς Τέρτιος, Ἄππιος Μηνᾶς. [240] ἐπὶ τούτων ὁ Λέντλος δόγμα
ἐξέθετο: πολίτας Ῥωμαίων Ἰουδαίους, οἵτινες ἱερὰ Ἰουδαικὰ ποιεῖν εἰώθασιν, ἐν
Ἐφέσῳ πρὸ τοῦ βήματος δεισιδαιμονίας ἕνεκα ἀπέλυσα.
(20)[241] Λαοδικέων ἄρχοντες Γαίῳ Ῥαβελλίῳ Γαίου υἱῷ ὑπάτῳ χαίρειν. Σώπατρος
Ὑρκανοῦ τοῦ ἀρχιερέως πρεσβευτὴς ἀπέδωκεν ἡμῖν τὴν παρὰ σοῦ ἐπιστολήν, δι' ἧς
ἐδήλου ἡμῖν παρὰ Ὑρκανοῦ τοῦ Ἰουδαίων ἀρχιερέως ἐληλυθότας τινὰς γράμματα
κομίσαι περὶ τοῦ ἔθνους αὐτῶν γεγραμμένα, [242] ἵνα τά τε σάββατα αὐτοῖς
ἐξῇ ἄγειν καὶ τὰ λοιπὰ ἱερὰ ἐπιτελεῖν κατὰ τοὺς πατρίους νόμους, ὅπως τε μηδεὶς
αὐτοῖς ἐπιτάσσῃ διὰ τὸ φίλους αὐτοὺς ἡμετέρους εἶναι καὶ συμμάχους, ἀδικήσῃ τε
μηδὲ εἷς αὐτοὺς ἐν τῇ ἡμετέρᾳ ἐπαρχίᾳ, ὡς Τραλλιανῶν τε ἀντειπόντων κατὰ
πρόσωπον μὴ ἀρέσκεσθαι τοῖς περὶ αὐτῶν δεδογμένοις ἐπέταξας ταῦτα οὕτως
γίνεσθαι: παρακεκλῆσθαι δέ σε, ὥστε καὶ ἡμῖν γράψαι περὶ αὐτῶν. [243] ἡμεῖς
οὖν κατακολουθοῦντες τοῖς ἐπεσταλμένοις ὑπὸ σοῦ τήν τε ἐπιστολὴν τὴν
ἀποδοθεῖσαν ἐδεξάμεθα καὶ κατεχωρίσαμεν εἰς τὰ δημόσια ἡμῶν γράμματα καὶ περὶ
τῶν ἄλλων ὧν ἐπέσταλκας προνοήσομεν, ὥστε μηδὲν μεμφθῆναι.
(21)[244] Πόπλιος Σερουίλιος Ποπλίου υἱὸς Γάλβας ἀνθύπατος Μιλησίων ἄρχουσι
βουλῇ δήμῳ χαίρειν. [245] Πρύτανις Ἑρμοῦ υἱὸς πολίτης ὑμέτερος προσελθών
μοι ἐν Τράλλεσιν ἄγοντι τὴν ἀγόραιον ἐδήλου παρὰ τὴν ἡμετέραν γνώμην Ἰουδαίοις
ὑμᾶς προσφέρεσθαι καὶ κωλύειν αὐτοὺς τά τε σάββατα ἄγειν καὶ τὰ ἱερὰ τὰ πάτρια τελεῖν
καὶ τοὺς καρποὺς μεταχειρίζεσθαι, καθὼς ἔθος ἐστὶν αὐτοῖς, αὐτόν τε κατὰ τοὺς
νόμους εὐθυνκέναι τὸ [δίκαιον] ψήφισμα. [246] βούλομαι οὖν ὑμᾶς
εἰδέναι, ὅτι διακούσας ἐγὼ λόγων ἐξ ἀντικαταστάσεως γενομένων ἐπέκρινα μὴ
κωλύεσθαι Ἰουδαίους τοῖς αὐτῶν ἔθεσι χρῆσθαι.
(22)[247] Ψήφισμα Περγαμηνῶν. ἐπὶ πρυτάνεως Κρατίππου μηνὸς Δαισίου
[πρώτῃ] γνώμη στρατηγῶν. ἐπεὶ Ῥωμαῖοι κατακολουθοῦντες τῇ τῶν προγόνων
ἀγωγῇ τοὺς ὑπὲρ τῆς κοινῆς ἁπάντων ἀνθρώπων ἀσφαλείας κινδύνους ἀναδέχονται καὶ
φιλοτιμοῦνται τοὺς συμμάχους καὶ φίλους ἐν εὐδαιμονίᾳ καὶ βεβαίᾳ καταστῆσαι
εἰρήνῃ, [248] πέμψαντος πρὸς αὐτοὺς τοῦ ἔθνους τοῦ Ἰουδαίων καὶ Ὑρκανοῦ
τοῦ ἀρχιερέως αὐτῶν πρέσβεις Στράτωνα Θεοδότου Ἀπολλώνιον Ἀλεξάνδρου Αἰνείαν
Ἀντιπάτρου Ἀριστόβουλον Ἀμύντου Σωσίπατρον Φιλίππου ἄνδρας καλοὺς καὶ ἀγαθούς,
[249] καὶ περὶ τῶν κατὰ μέρη ἐμφανισάντων ἐδογμάτισεν ἡ σύγκλητος περὶ ὧν
ἐποιήσαντο τοὺς λόγους, ὅπως μηδὲν ἀδικῇ Ἀντίοχος ὁ βασιλεὺς Ἀντιόχου υἱὸς
Ἰουδαίους συμμάχους Ῥωμαίων, ὅπως τε φρούρια καὶ λιμένας καὶ χώραν καὶ εἴ τι
ἄλλο ἀφείλετο αὐτῶν ἀποδοθῇ καὶ ἐξῇ αὐτοῖς ἐκ τῶν λιμένων μηδ' ἐξαγαγεῖν,
[250] ἵνα τε μηδεὶς ἀτελὴς ᾖ ἐκ τῆς Ἰουδαίων χώρας ἢ τῶν λιμένων αὐτῶν
ἐξάγων βασιλεὺς ἢ δῆμος ἢ μόνος Πτολεμαῖος ὁ Ἀλεξανδρέων βασιλεὺς διὰ τὸ εἶναι
σύμμαχος ἡμέτερος καὶ φίλος, καὶ τὴν ἐν Ἰόππῃ φρουρὰν ἐκβαλεῖν, καθὼς
ἐδεήθησαν: [251] τῆς βουλῆς ἡμῶν Λούκιος Πέττιος ἀνὴρ καλὸς καὶ ἀγαθὸς
προσέταξεν, ἵνα φροντίσωμεν ταῦτα οὕτως γενέσθαι, καθὼς ἡ σύγκλητος
ἐδογμάτισεν, προνοῆσαί τε τῆς ἀσφαλοῦς εἰς οἶκον τῶν πρεσβευτῶν ἀνακομιδῆς.
[252] ἀπεδεξάμεθα δὲ καὶ ἐπὶ τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν τὸν Θεόδωρον,
ἀπολαβόντες δὲ τὴν ἐπιστολὴν παρ' αὐτοῦ καὶ τὸ τῆς συγκλήτου δόγμα, καὶ
ποιησαμένου μετὰ πολλῆς σπουδῆς τοὺς λόγους καὶ τὴν Ὑρκανοῦ ἐμφανίσαντος ἀρετὴν
καὶ μεγαλοψυχίαν, [253] καὶ ὅτι κοινῇ πάντας εὐεργετεῖ καὶ κατ' ἰδίαν τοὺς
πρὸς αὐτὸν ἀφικομένους, τά τε γράμματα εἰς τὰ δημόσια ἡμῶν ἀπεθέμεθα καὶ αὐτοὶ
πάντα ποιεῖν ὑπὲρ Ἰουδαίων σύμμαχοι ὄντες Ῥωμαίων κατὰ τὸ τῆς συγκλήτου δόγμα
ἐψηφισάμεθα. [254] ἐδεήθη δὲ καὶ Θεόδωρος τὴν ἐπιστολὴν ἡμῖν ἀποδοὺς τῶν
ἡμετέρων στρατηγῶν, ἵνα πέμψωσι πρὸς Ὑρκανὸν τὸ ἀντίγραφον τοῦ ψηφίσματος καὶ
πρέσβεις δηλώσοντας τὴν τοῦ ἡμετέρου δήμου σπουδὴν καὶ παρακαλέσοντας συντηρεῖν
τε καὶ αὔξειν αὐτὸν τὴν πρὸς ἡμᾶς φιλίαν καὶ ἀγαθοῦ τινος αἴτιον γίνεσθαι,
[255] ὡς ἀμοιβάς τε τὰς προσηκούσας ἀποληψόμενον μεμνημένον τε ὡς καὶ ἐν
τοῖς κατὰ Ἄβραμον καιροῖς, ὃς ἦν πάντων Ἑβραίων πατήρ, οἱ πρόγονοι ἡμῶν ἦσαν
αὐτοῖς φίλοι, καθὼς καὶ ἐν τοῖς δημοσίοις εὑρίσκομεν γράμμασιν.
(23)[256] Ψήφισμα Ἁλικαρνασέων. ἐπὶ ἱερέως Μέμνονος τοῦ Ἀριστείδου, κατὰ δὲ
ποίησιν Εὐωνύμου, Ἀνθεστηριῶνος ἔΔοξε τῷ δήμῳ εἰσηγησαμένου Μάρκου Ἀλεξάνδρου.
[257] ἐπεὶ [τὸ] πρὸς τὸ θεῖον εὐσεβές τε καὶ ὅσιον ἐν ἅπαντι καιρῷ
διὰ σπουδῆς ἔχομεν κατακολουθοῦντες τῷ δήμῳ τῶν Ῥωμαίων πάντων ἀνθρώπων ὄντι
εὐεργέτῃ καὶ οἷς περὶ τῆς Ἰουδαίων φιλίας καὶ συμμαχίας πρὸς τὴν πόλιν ἔγραψεν,
ὅπως συντελῶνται αὐτοῖς αἱ εἰς τὸν θεὸν ἱεροποιίαι καὶ ἑορταὶ αἱ εἰθισμέναι καὶ
σύνοδοι, [258] δεδόχθαι καὶ ἡμῖν Ἰουδαίων τοὺς βουλομένους ἄνδρας τε καὶ
γυναῖκας τά τε σάββατα ἄγειν καὶ τὰ ἱερὰ συντελεῖν κατὰ τοὺς Ἰουδαίων νόμους
καὶ τὰς προσευχὰς ποιεῖσθαι πρὸς τῇ θαλάττῃ κατὰ τὸ πάτριον ἔθος. ἂν δέ τις
κωλύσῃ ἢ ἄρχων ἢ ἰδιώτης, τῷδε τῷ ζημιώματι ὑπεύθυνος ἔστω καὶ ὀφειλέτω τῇ
πόλει.
(24)[259] Ψήφισμα Σαρδιανῶν. ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ στρατηγῶν
εἰσηγησαμένων. ἐπεὶ οἱ κατοικοῦντες ἡμῶν ἐν τῇ πόλει ἀπ' ἀρχῆς Ἰουδαῖοι πολῖται
πολλὰ καὶ μεγάλα φιλάνθρωπα ἐσχηκότες διὰ παντὸς παρὰ τοῦ δήμου καὶ νῦν
εἰσελθόντες ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον παρεκάλεσαν,
[260] ἀποκαθισταμένων αὐτοῖς τῶν νόμων καὶ τῆς ἐλευθερίας ὑπὸ τῆς
συγκλήτου καὶ τοῦ δήμου τοῦ Ῥωμαίων ἵνα κατὰ τὰ νομιζόμενα ἔθη συνάγωνται καὶ
πολιτεύωνται καὶ διαδικάζωνται πρὸς αὑτούς, δοθῇ τε καὶ τόπος αὐτοῖς, εἰς ὃν
συλλεγόμενοι μετὰ γυναικῶν καὶ τέκνων ἐπιτελοῦσιν τὰς πατρίους εὐχὰς καὶ θυσίας
τῷ θεῷ: [261] δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ συγκεχωρῆσθαι αὐτοῖς
συνερχομένοις ἐν ταῖς ἀποδεδειγμέναις ἡμέραις πράσσειν τὰ κατὰ τοὺς αὐτῶν
νόμους, ἀφορισθῆναι δ' αὐτοῖς καὶ τόπον ὑπὸ τῶν στρατηγῶν εἰς οἰκοδομίαν καὶ
οἴκησιν αὐτῶν, ὃν ἂν ὑπολάβωσιν πρὸς τοῦτ' ἐπιτήδειον εἶναι, ὅπως τε τοῖς τῆς
πόλεως ἀγορανόμοις ἐπιμελὲς ᾖ καὶ τὰ ἐκείνοις πρὸς τροφὴν ἐπιτήδεια ποιεῖν
εἰσάγεσθαι.
(25)[262] Ψήφισμα Ἐφεσίων. ἐπὶ πρυτάνεως Μηνοφίλου μηνὸς Ἀρτεμισίου τῇ
προτέρᾳ ἔδοξε τῷ δήμῳ, Νικάνωρ Εὐφήμου εἶπεν εἰσηγησαμένων τῶν στρατηγῶν.
[263] ἐπεὶ ἐντυχόντων τῶν ἐν τῇ πόλει Ἰουδαίων Μάρκῳ Ἰουλίῳ Ποντίου υἱῷ
Βρούτῳ ἀνθυπάτῳ, ὅπως ἄγωσι τὰ σάββατα καὶ πάντα ποιῶσιν κατὰ τὰ πάτρια αὐτῶν
ἔθη μηδενὸς αὐτοῖς ἐμποδὼν γινομένου, [264] ὁ στρατηγὸς συνεχώρησεν,
δεδόχθαι τῷ δήμῳ, τοῦ πράγματος Ῥωμαίοις ἀνήκοντος, μηδένα κωλύεσθαι παρατηρεῖν
τὴν τῶν σαββάτων ἡμέραν μηδὲ πράττεσθαι ἐπιτίμιον, ἐπιτετράφθαι δ' αὐτοῖς πάντα
ποιεῖν κατὰ τοὺς ἰδίους αὐτῶν νόμους.
(26)[265] Πολλὰ μὲν οὖν ἐστιν καὶ ἄλλα τοιαῦτα τῇ συγκλήτῳ καὶ τοῖς
αὐτοκράτορσι τοῖς Ῥωμαίων δόγματα πρὸς Ὑρκανὸν καὶ τὸ ἔθνος ἡμῶν γεγενημένα καὶ
πόλεσιν ψηφίσματα καὶ γράμματα πρὸς τὰς περὶ τῶν ἡμετέρων δικαίων ἐπιστολὰς
ἀντιπεφωνημένα τοῖς ἡγεμόσιν, περὶ ὧν ἁπάντων ἐξ ὧν παρατεθείμεθα πιστεύειν
τοῖς ἀναγνωσομένοις οὐ βασκάνως ἡμῶν τὴν γραφὴν πάρεστιν. [266] ἐπεὶ γὰρ
ἐναργῆ καὶ βλεπόμενα τεκμήρια παρεχόμεθα τῆς πρὸς Ῥωμαίους ἡμῖν φιλίας
γενομένης ἐπιδεικνύντες αὐτὰ χαλκαῖς στήλαις καὶ δέλτοις ἐν τῷ Καπετωλίῳ μέχρι
νῦν διαμένοντα καὶ διαμενοῦντα, τὴν μὲν πάντων παράθεσιν ὡς περιττήν τε ἅμα καὶ
ἀτερπῆ παρῃτησάμην, [267] οὐδένα δ' οὕτως ἡγησάμην σκαιόν, ὃς οὐχὶ καὶ
περὶ τῆς Ῥωμαίων ἡμῖν πιστεύσει φιλανθρωπίας, ὅτι ταύτην καὶ διὰ πλειόνων
ἐπεδείξαντο πρὸς ἡμᾶς δογμάτων, καὶ ἡμᾶς οὐχ ὑπολήψεται περὶ ὧν εἶναί φαμεν
ἀληθεύειν ἐξ ὧν ἐπεδείξαμεν. τὴν μὲν οὖν πρὸς Ῥωμαίους φιλίαν καὶ συμμαχίαν
κατ' ἐκείνους τοὺς καιροὺς γενομένην δεδηλώκαμεν.
XI
(1)[268] Συνέβη δ' ὑπὸ τὸν αὐτὸν καιρὸν ταραχθῆναι τὰ κατὰ τὴν Συρίαν ἐξ
αἰτίας τοιαύτης: Βάσσος Καικίλιος εἷς τῶν τὰ Πομπηίου φρονούντων ἐπιβουλὴν
συνθεὶς ἐπὶ Σέξστον Καίσαρα κτείνει μὲν ἐκεῖνον, αὐτὸς δὲ τὸ στράτευμα αὐτοῦ
παραλαβὼν ἐκράτει τῶν πραγμάτων, πόλεμός τε μέγας περὶ τὴν Ἀπάμειαν συνέστη τῶν
Καίσαρος στρατηγῶν ἐπ' αὐτὸν ἐλθόντων μετά τε ἱππέων καὶ πεζῆς δυνάμεως.
[269] τούτοις δὲ καὶ Ἀντίπατρος συμμαχίαν ἔπεμψεν μετὰ τῶν τέκνων κατὰ
μνήμην ὧν εὐεργετήθησαν ὑπὸ Καίσαρος καὶ διὰ τοῦτο τιμωρεῖν αὐτῷ καὶ δίκην παρὰ
τοῦ πεφονευκότος εἰσπράξασθαι δίκαιον ἡγούμενος. [270] χρονιζομένου δὲ τοῦ
πολέμου Μοῦρκος μὲν ἦλθεν ἐκ Ῥώμης εἰς τὴν ἀρχὴν τὴν Σέξστου, Καῖσαρ δ' ὑπὸ τῶν
περὶ Κάσσιον καὶ Βροῦτον ἐν τῷ βουλευτηρίῳ κτείνεται κατασχὼν τὴν ἀρχὴν ἔτη
τρία καὶ μῆνας ἕξ. τοῦτο μὲν οὖν καὶ ἐν ἄλλοις δεδήλωται.
(2)[271] Τοῦ δ' ἐπὶ τῷ Καίσαρος θανάτῳ πολέμου συνερρωγότος καὶ τῶν ἐν τέλει
πάντων ἐπὶ στρατιᾶς συλλογὴν ἄλλου ἄλλῃ διεσπαρμένων, ἀφικνεῖται Κάσσιος εἰς
Συρίαν παραληψόμενος τὰ περὶ τὴν Ἀπάμειαν στρατόπεδα: [272] καὶ λύσας τὴν
πολιορκίαν ἀμφοτέρους προσάγεται τόν τε Βάσσον καὶ τὸν Μοῦρκον τάς τε πόλεις
ἐπερχόμενος ὅπλα τε καὶ στρατιώτας συνήθροιζεν καὶ φόρους αὐταῖς μεγάλους
ἐπετίθει: μάλιστα δὲ τὴν Ἰουδαίαν ἐκάκωσεν ἑπτακόσια τάλαντα ἀργυρίου
πραττόμενος. [273] Ἀντίπατρος δ' ὁρῶν ἐν μεγάλῳ φόβῳ καὶ ταραχῇ τὰ
πράγματα μερίζει τὴν τῶν χρημάτων εἴσπραξιν καὶ ἑκατέρῳ τῶν υἱῶν συνάγειν
δίδωσιν τὰ μὲν Μαλίχῳ κακοήθως πρὸς αὐτὸν διακειμένῳ, τὰ δὲ ἄλλοις προσέταξεν
εἰσπράττεσθαι. [274] καὶ πρῶτος Ἡρώδης ἀπὸ τῆς Γαλιλαίας εἰσπραξάμενος ὅσα
ἦν αὐτῷ προστεταγμένα φίλος ἦν εἰς τὰ μάλιστα Κασσίῳ: σῶφρον γὰρ ἔδοξεν αὐτῷ
Ῥωμαίους ἤδη θεραπεύειν καὶ τὴν παρ' αὐτῶν κατασκευάζειν εὔνοιαν ἐκ τῶν
ἀλλοτρίων πόνων. [275] ἐπιπράσκοντο δ' αὔτανδροι οἱ τῶν ἄλλων [πόλεων]
ἐπιμεληταί, καὶ τέσσαρας πόλεις ἐξηνδραπόδισε τότε Κάσσιος, ὧν ἦσαν αἱ
δυνατώταται Γόφνα τε καὶ Ἀμμαοῦς, πρὸς ταύταις δὲ Λύδδα καὶ Θάμνα.
[276] ἐπεξῆλθε δ' ἂν ὑπ' ὀργῆς Κάσσιος ὥστε καὶ Μάλιχον ἀνελεῖν, ὥρμητο
γὰρ ἐπ' αὐτόν, εἰ μὴ Ὑρκανὸς δι' Ἀντιπάτρου ἑκατὸν τάλαντα ἐκ τῶν ἰδίων αὐτῷ
πέμψας ἐπέσχε τῆς ὁρμῆς.
(3)[277] Ἐπεὶ δὲ Κάσσιος ἐκ τῆς Ἰουδαίας ἀπῆρεν, Μάλιχος ἐπεβούλευσεν
Ἀντιπάτρῳ τὴν τούτου τελευτὴν ἀσφάλειαν Ὑρκανοῦ τῆς ἀρχῆς εἶναι νομίζων. οὐ μὴν
ἔλαθεν τὸν Ἀντίπατρον ταῦτα φρονῶν, ἀλλ' αἰσθόμενος γὰρ ἐκεῖνος ἐχώρει πέραν
Ἰορδάνου καὶ στρατὸν Ἀράβιον ἅμα καὶ ἐγχώριον συνήθροιζεν. [278] δεινὸς δὲ
ὢν ὁ Μάλιχος ἠρνεῖτο μὲν τὴν ἐπιβουλήν, ἀπολογούμενος δὲ μεθ' ὅρκων αὐτῷ τε καὶ
τοῖς παισίν, καὶ ὡς Φασαήλου μὲν Ἱεροσόλυμα φρουροῦντος, Ἡρώδου δὲ ἔχοντος τὴν
φυλακὴν τῶν ὅπλων οὐδ' ἂν εἰς νοῦν ἐβάλετο τοιοῦτον οὐδὲν ὁρῶν τὴν ἀπορίαν,
καταλλάσσεται πρὸς τὸν Ἀντίπατρον, [279] καὶ συνέβησαν Μούρκου κατὰ Συρίαν
στρατηγοῦντος, ὃς αἰσθόμενος νεωτεροποιοῦντα τὰ κατὰ τὴν Ἰουδαίαν τὸν Μάλιχον
ἦλθε μὲν ὡς παρὰ μικρὸν αὐτὸν ἀνελεῖν, Ἀντιπάτρου δὲ παρακαλέσαντος περιέσωσεν.
(4)[280] Ἦν δὲ ἄρα φονέα περισώσας Ἀντίπατρος αὐτοῦ τὸν Μάλιχον: Κάσσιος μὲν
γὰρ καὶ Μοῦρκος στρατὸν ἀθροίζοντες τὴν ἐπιμέλειαν ἅπασαν ἐνεχείρισαν Ἡρώδῃ καὶ
στρατηγὸν αὐτὸν κοίλης Συρίας ἐποίησαν πλοῖα δόντες καὶ δύναμιν ἱππικήν τε καὶ
πεζικήν, ὑποσχόμενοί τε καὶ βασιλέα τῆς Ἰουδαίας ἀναδείξειν μετὰ τὸν πόλεμον:
συνειστήκει γὰρ τότε πρός τε Ἀντώνιον καὶ τὸν νέον Καίσαρα. [281] Μάλιχος
δὲ δείσας τότε μάλιστα τὸν Ἀντίπατρον ἐκποδὼν ἐποιεῖτο, καὶ πείσας ἀργυρίῳ τὸν
Ὑρκανοῦ οἰνοχόον, παρ' ᾧ ἑκάτεροι εἱστιῶντο, φαρμάκῳ κτείνει τὸν ἄνδρα, καὶ
ὁπλίτας ἔχων εὐτρέπιζεν τὰ κατὰ τὴν πόλιν. [282] γνόντων δὲ τὴν ἐπιβουλὴν
τὴν κατὰ τοῦ πατρὸς Ἡρώδου καὶ Φασαήλου καὶ χαλεπῶς ἐχόντων, ἠρνεῖτο πάλιν ὁ
Μάλιχος καὶ ἔξαρνος ἦν τοῦ φόνου. [283] καὶ Ἀντίπατρος μὲν εὐσεβείᾳ τε καὶ
δικαιοσύνῃ διενεγκὼν καὶ τῇ περὶ τὴν πατρίδα σπουδῇ τοῦτον ἐτελεύτησεν τὸν
τρόπον. τῶν δὲ παίδων αὐτοῦ Ἡρώδης μὲν εὐθὺς ἔγνω τιμωρεῖν τῷ πατρὶ μετὰ
στρατιᾶς ἐπὶ Μάλιχον ἐλθών. Φασαήλῳ δὲ τῷ πρεσβυτέρῳ δόλῳ μᾶλλον ἐδόκει
περιγίνεσθαι τἀνδρός, μὴ πολέμου κατάρχειν νομισθῶσιν ἐμφυλίου. [284] τήν
τε οὖν ἀπολογίαν τὴν Μαλίχου προσδέχεται καὶ πιστεύειν ὑποκρίνεται μηδὲν αὐτὸν
περὶ τὸν Ἀντιπάτρου θάνατον κακουργῆσαι, τάφον τε ἐκόσμει τῷ πατρί. καὶ
παραγενόμενος Ἡρώδης εἰς Σαμάρειαν καὶ καταλαβὼν αὐτὴν κεκακωμένην ἀνεκτᾶτο καὶ
τὰ νείκη διέλυε τοῖς ἀνθρώποις.
(5)[285] Μετ' οὐ πολὺ δ' ἐνστάσης τῆς ἐν Ἱεροσολύμοις ἑορτῆς παρεγίνετο σὺν
τοῖς στρατιώταις εἰς τὴν πόλιν, καὶ δείσας ὁ Μάλιχος ἀνέπεισεν Ὑρκανὸν μὴ
ἐπιτρέπειν αὐτῷ εἰσιέναι. καὶ πείθεται μὲν Ὑρκανός, προβέβλητο δὲ αἰτίαν τῆς
ἀποκωλύσεως τὸ μὴ δεῖν ὄχλον ἀλλοδαπὸν ἁγνεύοντος εἰσδέχεσθαι τοῦ πλήθους.
[286] ὀλίγον δὲ φροντίσας Ἡρώδης τῶν ἀγγέλων νύκτωρ εἴσεισιν εἰς τὴν πόλιν
καὶ φοβερὸς ἦν τῷ Μαλίχῳ, ὁ δ' οὐκ ἀνίησιν τὴν ὑπόκρισιν, ἀλλ' ἐδάκρυεν τὸν
Ἀντίπατρον καὶ ἀνεκαλεῖτο φανερῶς ὡς φίλος, κρύφα δὲ φυλακὴν τοῦ σώματος
ἐποιεῖτο. [287] ἔδοξε δὲ καὶ τοῖς περὶ Ἡρώδην μὴ ἀπελέγχειν αὐτοῦ τὴν
προσποίησιν, ἀλλὰ καὶ αὐτοὺς εἰς τὸ ἀνύποπτον ἀντιφιλοφρονεῖσθαι τὸν Μάλιχον.
(6)[288] Κασσίῳ μέντοι περὶ τῆς τελευτῆς τοῦ πατρὸς Ἡρώδης ἐπέστελλεν,
κἀκεῖνος εἰδώς, οἷος εἴη τὸν τρόπον Μάλιχος, ἀντεπιστέλλει τιμωρεῖν τῷ πατρί,
καὶ λάθρα διαπέμπει πρὸς τοὺς ἐν Τύρῳ χιλιάρχους κελεύων αὐτοὺς συμπράττειν
Ἡρώδῃ δίκαια μέλλοντι πράξειν. [289] ὡς δὲ Λαοδίκειαν ᾑρηκότος Κασσίου
πρὸς αὐτὸν ἀπῄεσαν κοινῇ στεφάνους τε αὐτῷ καὶ χρήματα κομίζοντες, Ἡρώδης μὲν
προσεδόκα δώσειν τὸν Μάλιχον τιμωρίαν ἐκεῖ γενόμενον, [290] ὁ δὲ περὶ
Τύρον τῆς Φοινίκης ὑπιδόμενος τὸ πρᾶγμα μειζόνων ἐφήπτετο, καὶ τοῦ παιδὸς αὐτῷ
ὁμηρεύοντος ἐν Τύρῳ παρελθὼν εἰς τὴν πόλιν ἔγνω τοῦτόν τε ὑπεκκλέψαι καὶ εἰς
τὴν Ἰουδαίαν ἀπαίρειν σπεύδοντος ἐπ' Ἀντώνιον Κασσίου τό τε ἔθνος ἀποστήσας
αὐτὸς τὴν ἀρχὴν κατέχειν. [291] τοῖς δὲ βεβουλευμένοις ὅ τε δαίμων
ἀντέπραξεν καὶ δεινὸς ὢν Ἡρώδης τὴν προαίρεσιν αὐτοῦ κατανοῆσαι, ὃς
προεισπέμψας θεράποντα τῷ μὲν δοκεῖν ἐπὶ δείπνου παρασκευήν, καὶ γὰρ ἑστιάσειν
αὐτοὺς ἅπαντας προειρήκει, ταῖς δ' ἀληθείαις πρὸς τοὺς χιλιάρχους, ἐξελθεῖν ἐπὶ
Μάλιχον πείθει μετὰ ξιφιδίων. [292] οἱ δ' ἐπεξελθόντες καὶ πλησίον τῆς
πόλεως αὐτῷ περιτυχόντες ἐπὶ τοῦ αἰγιαλοῦ κατακεντοῦσι τὸν ἄνδρα. Ὑρκανὸς μὲν
οὖν ὑπ' ἐκπλήξεως τοῦ γεγονότος εἰς ἀφωνίαν ἐτράπη, μόλις δ' ἀνενεγκὼν
ἐπυνθάνετο τῶν περὶ Ἡρώδην, ὅ τι ποτε εἴη τὸ γεγενημένον καὶ τίς ὁ Μάλιχον
ἀνῃρηκώς. [293] εἰπόντων δὲ Κάσσιον τοῦτο προστάξαι, ἐπῄνεσεν τὸ ἔργον,
πονηρὸν γὰρ εἶναι πάνυ καὶ τῆς πατρίδος ἐπίβουλον. καὶ Μάλιχος μὲν ταύτην ὑπὲρ
τῆς εἰς Ἀντίπατρον παρανομίας δίκην ἐξέτισεν.
(7)[294] Κασσίου δ' ἐκ Συρίας ἀπάραντος ταραχὴ γίνεται κατὰ τὴν Ἰουδαίαν:
Ἔλιξ γὰρ ὑπολειφθεὶς ἐν Ἱεροσολύμοις μετὰ στρατιᾶς ὥρμησεν ἐπὶ Φασάηλον ὅ τε
δῆμος ἔνοπλος ἦν. [295] Ἡρώδης δὲ παρὰ Φάβιον ἐπορεύετο ἐν Δαμασκῷ στρατηγοῦντα,
καὶ βουλόμενος προσδραμεῖν πρὸς τὸν ἀδελφὸν ὑπὸ νόσου κωλύεται, ἕως οὗ Φασάηλος
δι' αὐτοῦ κρείττων Ἔλικος γενόμενος κατακλείει μὲν αὐτὸν εἰς πύργον, εἶτα δὲ
ὑπόσπονδον ἀφίησιν, τόν τε Ὑρκανὸν ἐμέμφετο πολλὰ μὲν εὖ παθόντα ὑπ' αὐτῶν
συμπράττοντα δὲ τοῖς ἐχθροῖς. [296] ὁ γὰρ ἀδελφὸς Μαλίχου τότε ἀποστήσας
οὐκ ὀλίγα χωρία ἐφρούρει καὶ Μάσαδαν τὸ πάντων ἐρυμνότατον. ἐπὶ μὲν οὖν τοῦτον
ῥαίσας Ἡρώδης ἐκ τῆς νόσου παραγίνεται καὶ ἀφελόμενος αὐτοῦ πάντα ὅσα εἶχεν
χωρία ὑπόσπονδον ἀπέλυσεν.
XII
(1)[297] Ἀντίγονον δὲ τὸν Ἀριστοβούλου στρατιὰν ἀθροίσαντα καὶ Φάβιον
τεθεραπευκότα χρήμασιν κατῆγεν Πτολεμαῖος ὁ Μενναίου διὰ τὸ κήδευμα. συνεμάχει
δ' αὐτῷ καὶ Μαρίων, ὃν Τυρίων καταλελοίπει τύραννον Κάσσιος: τυραννίσι γὰρ
διαλαβὼν τὴν Συρίαν οὗτος ὁ ἀνὴρ ἐφρούρησεν. [298] ὁ δὲ Μαρίων καὶ εἰς τὴν
Γαλιλαίαν ὅμορον οὖσαν ἐνέβαλεν καὶ τρία καταλαβὼν ἐρύματα διὰ φρουρᾶς εἶχεν.
ἐλθὼν δὲ καὶ ἐπὶ τοῦτον Ἡρώδης ἅπαντα μὲν αὐτὸν ἀφείλετο, τοὺς δὲ Τυρίων
φρουροὺς φιλανθρώπως ἀπέλυσεν ἔστιν οἷς καὶ δωρεὰς δοὺς διὰ τὸ πρὸς τὴν πόλιν
εὔνουν. [299] ταῦτα διαπραξάμενος ὑπήντησεν Ἀντιγόνῳ καὶ μάχην αὐτῷ
συνάψας νικᾷ καὶ ὅσον οὔπω τῶν ἄκρων ἐπιβάντα τῆς Ἰουδαίας ἐξέωσεν. εἰς
Ἱεροσόλυμα δὲ παραγενόμενον στεφάνοις ἀνέδουν Ὑρκανός τε καὶ ὁ δῆμος.
[300] ἐγεγάμβρευτο δ' ἤδη καθ' ὁμολογίαν τῷ Ὑρκανοῦ γένει καὶ διὰ τοῦτο
μᾶλλον αὐτοῦ προειστήκει μέλλων ἄγεσθαι τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου
θυγατέρα, Ὑρκανοῦ δὲ θυγατριδῆν, ἐξ ἧς πατὴρ μὲν γίνεται τριῶν ἀρρένων, δύο δὲ
θηλειῶν. ἦκτο δὲ πρότερον καὶ γυναῖκα δημότιν Δῶριν ὄνομα ἐκ τοῦ ἔθνους, ἐξ ἧς
αὐτῷ πρεσβύτατος γίνεται Ἀντίπατρος.
(2)[301] Κάσσιον μὲν οὖν χειροῦνται Ἀντώνιός τε καὶ Καῖσαρ περὶ Φιλίππους,
ὡς καὶ παρ' ἄλλοις δεδήλωται. μετὰ δὲ τὴν νίκην Καῖσαρ μὲν ἐπ' Ἰταλίας ἐχώρει,
Ἀντώνιος δὲ εἰς τὴν Ἀσίαν ἀπῆρεν: γενομένῳ δὲ ἐν τῇ Βιθυνίᾳ αἱ πανταχόθεν
ἀπήντων πρεσβεῖαι. [302] παρῆσαν δὲ καὶ Ἰουδαίων οἱ ἐν τέλει κατηγοροῦντες
τῶν περὶ Φασάηλον καὶ Ἡρώδην, πρόσχημα μὲν εἶναι λέγοντες τῆς βασιλείας
Ὑρκανόν, τούτους δὲ τὴν πᾶσαν ἔχειν ἐξουσίαν. [303] Ἡρώδην δὲ Ἀντώνιος διὰ
πολλῆς εἶχε τιμῆς ἐλθόντα πρὸς αὐτὸν ἐπὶ ἀπολογίᾳ τῶν κατηγορούντων, καὶ διὰ
τοῦτο συνέβη μηδὲ λόγου τυχεῖν τοὺς ἀντιστασιώτας: διεπέπρακτο δὲ τοῦτο
χρήμασιν Ἡρώδης παρ' Ἀντωνίου. [304] ἐπεὶ δ' εἰς Ἔφεσον ἧκεν Ἀντώνιος,
ἔπεμψεν Ὑρκανὸς ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τὸ ἡμέτερον πρεσβείαν πρὸς αὐτὸν
στέφανόν τε κομίζουσαν χρυσοῦν καὶ παρακαλοῦσαν τοὺς αἰχμαλωτισθέντας ὑπὸ
Κασσίου Ἰουδαίους οὐ νόμῳ πολέμου γράψαντα τοῖς κατὰ τὰς ἐπαρχίας ἐλευθέρους
ἀπολῦσαι καὶ τὴν χώραν, ἣν ἐν τοῖς Κασσίου καιροῖς ἀφῃρέθησαν, ἀποδοῦναι.
[305] ταῦτα κρίνας Ἀντώνιος ἀξιοῦν δίκαια τοὺς Ἰουδαίους παραχρῆμα ἔγραψεν
Ὑρκανῷ καὶ τοῖς Ἰουδαίοις, ἐπέστειλεν δὲ καὶ τοῖς Τυρίοις καὶ διάταγμα ἔπεμπε
περιέχον ταῦτα.
(3)[306] Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ Ὑρκανῷ ἀρχιερεῖ καὶ ἐθνάρχῃ καὶ τῷ
Ἰουδαίων ἔθνει χαίρειν. εἰ ἔρρωσθε, εὖ ἂν ἔχοι, ἔρρωμαι δὲ καὶ αὐτὸς μετὰ τοῦ
στρατεύματος. [307] Λυσίμαχος Παυσανίου καὶ Ἰώσηπος Μενναίου καὶ
Ἀλέξανδρος Θεοδώρου πρεσβευταὶ ἐν Ἐφέσῳ μοι συντυχόντες τήν τε ἔμπροσθεν ἐν
Ῥώμῃ τελεσθεῖσαν αὐτοῖς πρεσβείαν ἀνενεώσαντο καὶ τὴν νῦν ὑπὲρ σοῦ καὶ τοῦ
ἔθνους σπουδαίως διέθεντο, ἣν ἔχεις εὔνοιαν πρὸς ἡμᾶς ἐμφανίσαντες.
[308] πεπεισμένος οὖν καὶ ἐκ τῶν πραγμάτων καὶ ἐκ τῶν λόγων, ὅτι
οἰκειότατα ἔχετε πρὸς ἡμᾶς, καὶ τὸ ἀραρὸς ὑμῶν ἦθος καὶ θεοσεβὲς κατανοήσας,
[309] ἴδιον ἥγημαι Καταδραμόντων δὲ τὴν Ἀσίαν ἅπασαν τῶν ἐναντιωθέντων
ἡμῖν τε καὶ τῷ δήμῳ τῶν Ῥωμαίων καὶ μήτε πόλεων μήτε ἡρῴων ἀποσχομένων μήτε
ὅρκους οὓς ἐποιήσαντο φυλαξάντων, ἡμεῖς ὡς οὐχ ὑπὲρ ἰδίου μόνον ἀγῶνος, ἀλλ' ὡς
ὑπὲρ ἁπάντων κοινοῦ, τοὺς αἰτίους καὶ τῶν εἰς ἀνθρώπους παρανομιῶν καὶ τῶν εἰς
θεοὺς ἁμαρτημάτων ἠμυνάμεθα, δι' ἃ καὶ τὸν ἥλιον ἀπεστράφθαι δοκοῦμεν, ὃς καὶ
αὐτὸς ἀηδῶς ἐπεῖδεν τὸ ἐπὶ Καίσαρι μύσος. [310] ἀλλὰ τὰς ἐπιβουλὰς αὐτῶν
τὰς θεημάχους, ἃς ὑπεδέξατο ἡ Μακεδονία καθάπερ ἴδιος αὐτοῖς τῶν ἀνοσίων
τολμημάτων ἀήρ, καὶ τὴν σύγχυσιν τῆς ἡμιμανοῦς κακοηθείας κατὰ Φιλίππους τῆς
Μακεδονίας συνεκρότουν, καὶ τόπους εὐφυεῖς καταλαμβανόμενοι μέχρι θαλάσσης
ἀποτετειχισμένους ὄρεσιν, ὡς πύλῃ μιᾷ τὴν πάροδον ταμιεύεσθαι, τῶν θεῶν αὐτοὺς
ἐπὶ τοῖς ἀδίκοις ἐγχειρήμασιν κατεψηφισμένων ἐκρατήσαμεν. [311] καὶ
Βροῦτος συμφυγὼν εἰς Φιλίππους καὶ συγκλεισθεὶς ὑφ' ἡμῶν ἐκοινώνησεν Κασσίῳ τῆς
ἀπωλείας. τούτων κεκολασμένων εἰρήνης τὸ λοιπὸν ἀπολαύσειν ἐλπίζομεν καὶ
ἀναπεπαῦσθαι τὴν Ἀσίαν ἐκ τοῦ πολέμου. [312] κοινὴν οὖν ποιούμεθα καὶ τοῖς
συμμάχοις τὴν ὑπὸ θεοῦ δοθεῖσαν ἡμῖν εἰρήνην: ὥσπερ οὖν ἐκ νόσου μεγάλης τὸ τῆς
Ἀσίας σῶμα νῦν διὰ τὴν ἡμετέραν νίκην ἀναφέρειν. ἔχων τοίνυν καὶ σὲ διὰ μνήμης
καὶ τὸ ἔθνος αὔξειν φροντίσω τῶν ὑμῖν συμφερόντων. [313] ἐξέθηκα δὲ καὶ
γράμματα κατὰ πόλεις, ὅπως εἴ τινες ἐλεύθεροι ἢ δοῦλοι ὑπὸ δόρυ ἐπράθησαν ὑπὸ
Γαίου Κασσίου ἢ τῶν ὑπ' αὐτῷ τεταγμένων ἀπολυθῶσιν οὗτοι, τοῖς τε ὑπ' ἐμοῦ
δοθεῖσιν καὶ Δολαβέλλα φιλανθρώποις χρῆσθαι ὑμᾶς βούλομαι. Τυρίους τε κωλύω
βιαίους εἶναι περὶ ὑμᾶς καὶ ὅσα κατέχουσιν Ἰουδαίων ταῦτα ἀποκαταστῆσαι κελεύω.
τὸν δὲ στέφανον ὃν ἔπεμψας ἐδεξάμην.
(4)[314] Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ Τυρίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν.
ἐμφανισάντων μοι ἐν Ἐφέσῳ Ὑρκανοῦ τοῦ ἀρχιερέως καὶ ἐθνάρχου πρεσβευτῶν καὶ
χώραν αὐτῶν ὑμᾶς κατέχειν λεγόντων, εἰς ἣν ἐνέβητε κατὰ τὴν τῶν ἐναντιουμένων
ἡμῖν ἐπικράτειαν, [315] ἐπεὶ τὸν ὑπὲρ τῆς ἡγεμονίας πόλεμον ἀνεδεξάμεθα
καὶ τῶν εὐσεβῶν καὶ δικαίων ποιούμενοι πρόνοιαν ἠμυνάμεθα τοὺς μήτε χάριτος
ἀπομνημονεύσαντας μήτε ὅρκους φυλάξαντας, βούλομαι καὶ τὴν ἀφ' ὑμῶν εἰρήνην τοῖς
συμμάχοις ἡμῶν ὑπάρχειν καὶ ὅσα παρὰ τῶν ἡμετέρων ἐλάβετε ἀνταγωνιστῶν μὴ
συγχωρεῖν, [ἀλλὰ] ταῦτα ἀποδοθῆναι τοῖς ἀφῃρημένοις. [316] οὔτε γὰρ
ἐπαρχίας ἐκείνων οὐθεὶς οὔτε στρατόπεδα τῆς συγκλήτου δούσης ἔλαβεν, ἀλλὰ βίᾳ
καθαρπάσαντες ἐχαρίσαντο βιαίως τοῖς πρὸς ἃ ἠδίκουν χρησίμοις αὐτοῖς
γινομένοις. [317] δίκην οὖν αὐτῶν δεδωκότων τούς τε συμμάχους τοὺς
ἡμετέρους ὅσα ποτ' εἶχον ἀξιοῦμεν ἀκωλύτους διακατέχειν καὶ ὑμᾶς, εἴ τινα χωρία
Ὑρκανοῦ ὄντα τοῦ ἐθνάρχου Ἰουδαίων πρὸ μιᾶς ἡμέρας ἢ Γάιον Κάσσιον πόλεμον οὐ
συγκεχωρημένον ἐπάγοντα ἐπιβῆναι τῆς ἐπαρχίας ἡμῶν νῦν ἔχετε, ἀποδοῦναι αὐτῷ
βίαν τε αὐτοῖς μηδεμίαν προσφέρειν ἐπὶ τῷ ἀσθενεῖς αὐτοὺς ποιεῖν τῶν ἰδίων
δεσπόζειν. [318] εἰ δέ τινα ἔχετε πρὸς αὐτὸν δικαιολογίαν, ὅταν ἔλθωμεν
ἐπὶ τοὺς τόπους ἐξέσται ὑμῖν ταύτῃ χρήσασθαι, ἡμῶν ἕκαστα τοῖς συμμάχοις ὁμοίως
τοῖς κρίμασιν φυλασσόντων.
(5)[319] Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ Τυρίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν.
διάταγμα ἐμὸν ἀπέσταλκα πρὸς ὑμᾶς, περὶ οὗ βούλομαι ὑμᾶς φροντίσαι, ἵνα αὐτὸ
εἰς τὰς δημοσίας ἐντάξητε δέλτους γράμμασι Ῥωμαικοῖς καὶ Ἑλληνικοῖς καὶ ἐν τῷ
ἐπιφανεστάτῳ ἔχητε αὐτὸ γεγραμμένον, ὅπως ὑπὸ πάντων ἀναγινώσκεσθαι δύνηται.
[320] Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ τριῶν ἀνδρῶν καταστάντων περὶ τῶν
δημοσίων πραγμάτων εἶπεν: ἐπεὶ Γάιος Κάσσιος ταύτῃ τῇ ὑποστάσει ἀλλοτρίαν
ἐπαρχίαν κατεχομένην ὑπὸ στρατοπέδων καὶ συμμάχους ὄντας διήρπασεν καὶ
ἐξεπολιόρκησεν τὸ Ἰουδαίων ἔθνος φίλον ὑπάρχον τοῦ Ῥωμαίων δήμου,
[321] τὴν ἀπόνοιαν τὴν ἐκείνου τοῖς ὅπλοις κρατήσαντες διατάγμασιν καὶ
κρίμασιν ἐπανορθούμεθα τὰ ὑπ' αὐτοῦ διηρπασμένα, ὥστε ἀποκατασταθῆναι ταῦτα
τοῖς συμμάχοις ἡμῶν: καὶ ὅσα ἐπράθη Ἰουδαίων ἤτοι σώματα Ἰουδαίων ἢ κτῆσις
ταῦτα ἀφεθήτω, τὰ μὲν σώματα ἐλεύθερα, ὡς ἦν ἀπ' ἀρχῆς, ἡ δὲ κτῆσις τοῖς
πρότερον κυρίοις. [322] τὸν δ' οὐχ ὑπακούσαντα τῷ ἐμῷ διατάγματι δίκην
συστήσασθαι βούλομαι, κἂν ἁλῷ τότε κατὰ τὴν τοῦ πράγματος ἀξίαν μελήσει μοι
ἐπεξελθεῖν τὸν οὐχ ὑπακούσαντα.
(6)[323] Τὸ δ' αὐτὸ τοῦτο καὶ Σιδωνίοις καὶ Ἀντιοχεῦσιν καὶ Ἀραδίοις
ἔγραψεν. παρεθέμεθα μὲν οὖν καὶ ταῦτα εὐκαίρως τεκμήρια γενησόμενα ἧς φαμὲν Ῥωμαίους
ποιήσασθαι προνοίας ὑπὲρ τοῦ ἡμετέρου ἔθνους.
XIII
(1)[324] Μετὰ δὲ ταῦτα εἰς Συρίαν Ἀντωνίου παραγενομένου Κλεοπάτρα περὶ
Κιλικίαν ἐντυχοῦσα δι' ἔρωτος αὐτὸν ἐκεχείρωτο. καὶ δὴ πάλιν Ἰουδαίων ἑκατὸν οἱ
δυνατώτατοι παραγίνονται πρὸς αὐτὸν κατηγοροῦντες Ἡρώδου καὶ τῶν περὶ αὐτὸν
προστησάμενοι σφῶν τοὺς δεινοτάτους λέγειν. [325] ἀντέλεγεν δὲ αὐτοῖς
Μεσσάλας ὑπὲρ τῶν νεανίσκων παρόντος καὶ Ὑρκανοῦ, ὃς κηδεστὴς ἐτύγχανεν ἤδη
γεγενημένος. ἀκροασάμενος δὲ ἀμφοτέρων Ἀντώνιος ἐπὶ Δάφνης πυνθάνεται Ὑρκανοῦ,
πότεροι τοῦ ἔθνους ἄμεινον προίστανται: [326] φήσαντος δὲ τοὺς περὶ
Ἡρώδην, Ἀντώνιος καὶ πάλαι οἰκείως ἔχων πρὸς αὐτοὺς διὰ τὴν πατρῴαν ξενίαν, ἣν
ἡνίκα σὺν Γαβινίῳ παρῆν ἐπεποίητο πρὸς τὸν πατέρα αὐτῶν, τούτους μὲν ἀμφοτέρους
τετράρχας καθίστησιν καὶ τὰ Ἰουδαίων αὐτοῖς ἐπιτρέπει πράγματα, γράφει δὲ καὶ
γράμματα Πεντεκαίδεκα τῶν ἀντιστασιαστῶν ἔδησεν, μέλλοντος δὲ καὶ κτείνειν
αὐτοὺς παρῃτήσαντο οἱ περὶ Ἡρώδην.
(2)[327] Ἠρέμουν δ' οὐδ' οὕτως ἐπανελθόντες ἐκ τῆς πρεσβείας, ἀλλ' ἀπήντων
πάλιν Ἀντωνίῳ χίλιοι εἰς Τύρον ἐκεῖ δόξαντι ἀφικέσθαι. καὶ ὁ Ἀντώνιος πολλοῖς
διεφθαρμένος ἤδη χρήμασιν ὑπό τε Ἡρώδου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ τῷ κατὰ τόπον
ἄρχοντι προσέταξεν κολάσαι τοὺς πρεσβευτὰς τῶν Ἰουδαίων νεωτέρων ἐπιθυμοῦντας
πραγμάτων καὶ τοῖς περὶ Ἡρώδην συγκαθιστάναι τὴν ἀρχήν. [328] ταχὺ δὲ
Ἡρώδης, ἵδρυντο γὰρ ἐπὶ τῆς ψάμμου πρὸ τῆς πόλεως, προιὼν ἀπιέναι παρεκελεύετο,
συνῆν δ' αὐτοῖς καὶ Ὑρκανός, ὡς μεγάλου κακοῦ εἰ προέλθοιεν εἰς φιλονεικίαν
ἐσομένου. καὶ οἱ μὲν οὐκ ἐπείθοντο. [329] παραχρῆμα δ' ἐκδραμόντες Ῥωμαῖοι
σὺν ἐγχειριδίοις τοὺς μὲν αὐτῶν ἀπέκτειναν, πλείους δὲ κατέτρωσαν, οἱ δὲ λοιποὶ
διαφυγόντες ἐπ' οἴκου ἡσύχαζον. τοῦ δὲ δήμου καταβοῶντος Ἡρώδου παροξυνθεὶς
Ἀντώνιος τοὺς δεδεμένους ἀπέκτεινεν.
(3)[330] Δευτέρῳ δ' ἔτει Συρίαν κατέσχον Πάκορός τε ὁ βασιλέως παῖς καὶ
Βαζαφράνης σατράπης ὢν Πάρθων. τελευτᾷ δὲ καὶ Πτολεμαῖος ὁ Μενναίου καὶ τὴν
ἀρχὴν ὁ παῖς αὐτοῦ Λυσανίας παραλαβὼν διαπράττεται φιλίαν πρὸς Ἀντίγονον τὸν
Ἀριστοβούλου, πρὸς τοῦτο χρήσιμον τὸν σατράπην παραλαβὼν μέγα παρ' αὐτῷ
δυνάμενον. [331] Ἀντίγονος δ' ὑπισχνεῖτο χίλια τάλαντα καὶ πεντακοσίας
γυναῖκας δώσειν Πάρθοις, εἰ τὴν ἀρχὴν Ὑρκανὸν ἀφελόμενοι παραδώσουσιν αὐτῷ καὶ
τοὺς περὶ τὸν Ἡρώδην ἀνέλοιεν. [332] οὐ μὴν ἔδωκεν: ἀλλ' οἱ μὲν Πάρθοι διὰ
τοῦτ' ἐπὶ τὴν Ἰουδαίαν ἐστράτευσαν κατάγοντες Ἀντίγονον, Πάκορος μὲν διὰ τῆς
παραθαλαττίου, ὁ δὲ σατράπης Βαζαφράνης διὰ τῆς μεσογείου. [333] Τύριοι
μὲν οὖν ἀποκλείουσι Πάκορον, Σιδώνιοι δὲ καὶ Πτολεμαεῖς ἐδέξαντο. ἴλην μέντοι
Πάκορος ἱππέων εἰς τὴν Ἰουδαίαν ἐξέπεμψεν κατασκεψομένην τε τὰ κατὰ τὴν χώραν καὶ
Ἀντιγόνῳ συμπράξουσαν, ἡγεμόνα τε ὁμώνυμον τοῦ βασιλέως οἰνοχόον. [334] ἐκ
δὲ τῶν περὶ Κάρμηλον τὸ ὄρος Ἰουδαίων πρὸς Ἀντίγονον ἐλθόντων καὶ συνεισβαλεῖν
ἑτοίμως ἐχόντων, προσεδόκα δὲ τῆς χώρας μέρος τι λαβεῖν ὁ Ἀντίγονος, δρυμοὶ δὲ
τὸ χωρίον καλεῖται, καί τινων ὑπαντιασάντων αὐτοὺς διεκπίπτουσιν εἰς Ἱεροσόλυμα
οἱ ἄνθρωποι. προσγενομένων δέ τινων πολλοὶ συστραφέντες ἐπὶ τὰ βασίλεια ἧκον
καὶ ταῦτα ἐπολιόρκουν. [335] προσβοηθούντων δὲ τῶν περὶ Φασάηλον καὶ
Ἡρώδην καὶ μάχης γενομένης κατὰ τὴν ἀγορὰν νικῶσιν οἱ νεανίσκοι τοὺς πολεμίους,
καὶ συνδιώξαντες εἰς τὸ ἱερὸν πέμπουσιν ὁπλίτας τινὰς εἰς τὰς πλησίον οἰκίας
φρουρήσοντας αὐτάς, οὓς ἐπαναστὰς ὁ δῆμος συμμάχων ὄντας ἐρήμους σὺν αὐτοῖς
οἴκοις κατέπρησεν. [336] ὑπὲρ μὲν οὖν τῆς ἀδικίας ταύτης Ἡρώδης μετ' ὀλίγον
τιμωρίαν παρὰ τῶν ἀντιστασιωτῶν λαμβάνει συμβαλὼν αὐτοῖς εἰς μάχην καὶ πολλοὺς
αὐτῶν ἀποκτείνας.
(4)[337] Γινομένων δ' ὁσημέραι ἀκροβολισμῶν αὐτοῖς ἀνέμενον οἱ πολέμιοι τὸν
ἐκ τῆς χώρας ὄχλον εἰς τὴν καλουμένην πεντηκοστήν, ἑορτὴ δ' ἐστίν, μέλλοντα ἥξειν.
[338] τῆς δ' ἡμέρας ἐνστάσης πολλαὶ περὶ τὸ ἱερὸν ἀθροίζονται μυριάδες
ἀνθρώπων ὡπλισμένων τε καὶ ἀνόπλων. κατεῖχον δὲ τὴν πόλιν καὶ τὸ ἱερὸν οἱ
παρόντες πλὴν τῶν περὶ τὰ βασίλεια: ταῦτα γὰρ σὺν ὀλίγοις στρατιώταις οἱ περὶ
Ἡρώδην ἐφρούρουν. [339] Φασάηλος μὲν οὖν τὸ τεῖχος ἐφύλασσεν, Ἡρώδης δὲ
λόχον ἔχων ἐπέξεισιν τοῖς πολεμίοις κατὰ τὸ προάστειον, καὶ καρτερῶς
μαχεσάμενος πολλάς τε μυριάδας τρέπει, τῶν μὲν εἰς τὴν πόλιν φευγόντων, τῶν δ'
εἰς τὸ ἱερόν, ἔστιν δ' ὧν εἰς τὸ ἔξω χαράκωμα: ἦν γάρ τι αὐτόθι: παρεβοήθει δὲ
καὶ Φασάηλος. [340] Πάκορος δ' ὁ Πάρθων στρατηγὸς σὺν ἱππεῦσιν ὀλίγοις
Ἀντιγόνου δεηθέντος εἰς τὴν πόλιν ἔρχεται, λόγῳ μὲν ὡς καταπαύσειεν τὴν στάσιν,
τὸ δ' ἀληθὲς συμπράξων ἐκείνῳ τὴν ἀρχήν. [341] Φασαήλου δ' ὑπαντήσαντος
καὶ δεξαμένου ξενίᾳ Πάκορος πείθει πρεσβεύσασθαι παρὰ Βαζαφράνην αὐτόν, δόλον
τινὰ τοῦτον συντιθείς. καὶ Φασάηλος οὐδὲν ὑπιδόμενος πείθεται μὴ ἐπαινοῦντος
Ἡρώδου τοῖς πραττομένοις διὰ τὸ τῶν βαρβάρων ἄπιστον, ἀλλὰ καὶ Πακόρῳ καὶ τοῖς
ἥκουσιν ἐπιτίθεσθαι κελεύοντος.
(5)[342] Ὤιχοντο δ' οὖν πρεσβεύοντες Ὑρκανός τε καὶ Φασάηλος, Πάκορος δὲ
καταλιπὼν Ἡρώδῃ διακοσίους ἱππεῖς καὶ δέκα τῶν λεγομένων ἐλευθέρων προύπεμψεν
αὐτούς. γενομένοις δ' ἐν τῇ Γαλιλαίᾳ μεθ' ὅπλων ὑπαντῶσιν οἱ ταύτῃ τῶν πολεμίων
ὑφεστῶτες. [343] καὶ Βαζαφράνης τὸ μὲν πρῶτον αὐτοὺς ὑποδέχεται προθύμως
καὶ δῶρα δίδωσιν, ἔπειτα ἐπεβούλευεν. πλησίον δὲ μετὰ ἱππέων ὑπὲρ θαλάττης οἱ
περὶ Φασάηλον κατάγονται καὶ ἐνταῦθ' ἀκούσαντες, ὡς Ἀντίγονος ὑπόσχοιτο χίλια
τάλαντα καὶ γυναῖκας πεντακοσίας τοῖς Πάρθοις κατ' αὐτῶν, δι' ὑποψίας εἶχον ἤδη
τοὺς βαρβάρους. [344] οὐ μὴν ἀλλὰ καὶ νύκτωρ ἐπιβουλευομένους αὐτοὺς
ἀπήγγειλέν τις φυλακῆς αὐτοὺς ἐκ τἀφανοῦς περιισταμένης, καὶ συνελήφθησαν ἄν,
εἰ μὴ περιέμενον ἕως [ἂν] οἱ περὶ Ἱεροσόλυμα Πάρθοι Ἡρώδην συλλάβοιεν, μὴ
προανῃρημένων τούτων ἐκεῖνος αἰσθόμενος διαφύγοι. καὶ ἦν ταῦθ' οὕτως ἔχοντα καὶ
οἱ φύλακες αὐτῶν ἑωρῶντο. [345] Φασαήλῳ μὲν οὖν παρῄνουν τινὲς εὐθὺς
ἀφιππάσασθαι καὶ μὴ περιμένειν, μάλιστα μέντοι πρὸς ταῦτα αὐτὸν Ὀφέλλιος
ἐνῆγεν, ὃς ἀκηκόει παρὰ Σαραμάλλα τοῦ πλουσιωτάτου τῶν ἐν Συρίᾳ τότε καὶ πλοῖα
πρὸς τὴν φυγὴν ὑπισχνεῖτο: ἐγγὺς γὰρ ἦν ἡ θάλασσα. [346] ὁ δὲ Ὑρκανὸν
ἀπολιπεῖν οὐκ ἠξίου οὐδὲ παρακινδυνεύειν τἀδελφῷ: προσελθὼν δὲ πρὸς τὸν
Βαζαφράνην οὐ δίκαια ποιεῖν αὐτὸν ἔλεγεν τοιαῦτα βουλευόμενον περὶ αὐτῶν:
χρημάτων τε γὰρ δεομένῳ πλείονα ἔσεσθαι παρ' αὐτοῦ ὧν Ἀντίγονος δίδωσιν, καὶ
ἄλλως δεινὸν εἶναι πρὸς αὐτὸν ἐπὶ πίστει συνελθόντας πρεσβευτὰς ἀποκτεῖναι
μηδὲν ἀδικοῦντας. [347] ὁ δὲ βάρβαρος ταῦτα λέγοντος ὤμνυεν μηδὲν ἀληθὲς
εἶναι τῶν ὑπονοουμένων, ἀλλὰ ψευδεῖς αὐτὸν ὑποψίας ταράξαι, ἀπῄει τε πρὸς
Πάκορον.
(6)[348] Οἰχομένου δὲ τῶν Πάρθων ἐδέσμευόν τινες Ὑρκανὸν καὶ Φασάηλον πολλὰ
τῆς ἐπιορκίας κακίζοντα τοὺς Πάρθους. ὁ δ' ἐπὶ τὸν Ἡρώδην ἀπεσταλμένος εὐνοῦχος
ἐντολὰς εἶχεν προαγαγὼν αὐτὸν ἔξω τοῦ τείχους συλλαμβάνειν. [349] ἔτυχον
δὲ ἄγγελοι παρὰ Φασαήλου πεμφθέντες ἐπὶ δηλώσει τῆς τῶν Πάρθων ἀπιστίας, οὓς
τῶν πολεμίων συλλαβόντων γνοὺς Ἡρώδης πρόσεισι Πακόρῳ καὶ Πάρθων τοῖς δυνατοῖς
ὡς οὖσιν τῶν ἄλλων δεσπόταις. [350] οἱ δὲ τὸ πᾶν εἰδότες ὑπεκρίνοντο
δολερῶς καὶ δεῖν αὐτὸν ἔφασαν μετὰ σφῶν ἐξελθόντα πρὸ τοῦ τείχους ὑπαντᾶν τοῖς
τὰ γράμματα κομίζουσιν: οὐδέπω γὰρ αὐτοὺς εἰλῆφθαι πρὸς τῶν ἀντιστασιωτῶν,
ἥκειν μέντοι δηλοῦντας ὅσα κατορθώσειε Φασάηλος. [351] τούτοις Ἡρώδης οὐκ
ἐπίστευσεν: ἀκηκόει γὰρ τὴν σύλληψιν τἀδελφοῦ παρ' ἑτέρων: καὶ παραινούσης δὲ
τῆς Ὑρκανοῦ θυγατρός, ἧς ἐγγεγύητο τὴν παῖδα, ἔτι μᾶλλον ὑπώπτευε τοὺς Πάρθους.
οἱ μὲν οὖν ἄλλοι ταύτῃ οὐ προσεῖχον, αὐτὸς δ' ἐπίστευεν λίαν ἔμφρονι γυναικί.
(7)[352] Βουλευομένων δὲ τῶν Πάρθων, τί χρὴ ποιεῖν, οὐ γὰρ ἤρεσκεν αὐτοῖς ἐκ
τοῦ φανεροῦ ἐπιχειρεῖν ἀνδρὶ τηλικούτῳ, καὶ ὑπερθεμένων εἰς τὴν ὑστεραίαν, ἐν
τοιαύταις ταραχαῖς Ἡρώδης γενόμενος καὶ μᾶλλον οἷς ἤκουσεν περὶ τἀδελφοῦ καὶ
τῆς Πάρθων ἐπιβουλῆς ἢ τοῖς ἐναντίοις προστιθέμενος, ἑσπέρας ἐπελθούσης ἔγνω
ταύτῃ πρὸς φυγὴν χρήσασθαι καὶ μὴ διαμέλλειν ὡς ἐπ' ἀδήλοις τοῖς ἀπὸ τῶν
πολεμίων κινδύνοις. [353] ἄρας οὖν σὺν οἷς εἶχεν ὁπλίταις καὶ τὰς γυναῖκας
τοῖς ὑποζυγίοις ἐπιθέμενος μητέρα τε αὐτοῦ καὶ ἀδελφὴν καὶ ἣν ἔμελλεν ἄξεσθαι
πρὸς γάμον Ἀλεξάνδρου θυγατέρα τοῦ Ἀριστοβούλου παιδὸς τήν τε ταύτης μητέρα,
Ὑρκανοῦ δ' ἦν θυγάτηρ, καὶ τὸν νεώτατον ἀδελφὸν τήν τε θεραπείαν πᾶσαν καὶ τὸν
ἄλλον ὄχλον τὸν σὺν αὐτοῖς, ἐδίωκεν τὴν ἐπὶ Ἰδουμαίας λαθὼν τοὺς πολεμίους.
[354] ὧν οὐδεὶς ἂν οὕτως στερρὸς τὴν φύσιν εὑρέθη, ὃς τότε παρὼν τοῖς
πραττομένοις οὐκ ἂν ᾤκτειρεν αὐτοὺς τῆς τύχης, γυναίων ἐπαγομένων νήπια τέκνα
καὶ μετὰ δακρύων καὶ οἰμωγῆς ἀπολειπουσῶν τὴν πατρίδα καὶ φίλους ἐν δεσμοῖς καὶ
περὶ αὐτῶν οὐδὲν ἔτι χρηστὸν προσδεχομένων.
(8)[355] Ἀλλ' Ἡρώδης ἐπάνω τῆς ἐκ τοῦ δεινοῦ πληγῆς τὸ φρόνημα ποιησάμενος
αὐτός τε ἦν πρὸς τὸ δεινὸν εὔψυχος καὶ παριὼν κατὰ τὴν ὁδὸν θαρρεῖν ἕκαστον
παρεκελεύετο καὶ μὴ παρέχειν αὑτὸν ἔκδοτον τῇ λύπῃ: τοῦτο γὰρ αὐτοὺς βλάπτειν
πρὸς τὴν φυγήν, ἐν ᾗ τὴν σωτηρίαν αὐτοῖς μόνῃ κεῖσθαι συμβέβηκεν. [356] καὶ
οἱ μὲν ὡς Ἡρώδης παρῄνει φέρειν τὴν συμφορὰν ἐπειρῶντο. μικροῦ δ' αὑτὸν
διεχρήσατο τοῦ ζεύγους περιτραπέντος καὶ τῆς μητρὸς αὐτῷ κινδυνευσάσης
ἀποθανεῖν, διά τε τὸ ἐπ' αὐτῇ πάθος καὶ διὰ τὸ φοβεῖσθαι, μὴ καταλάβωσιν αὐτὸν
οἱ πολέμιοι διώκοντες τριβῆς περὶ τὸ πταῖσμα γενομένης. [357] σπασάμενον
γοῦν αὐτὸν τὸ ξίφος καὶ μέλλοντα πλήττειν αὑτὸν κατέσχον οἱ παρόντες, τῷ τε
πλήθει κατισχύσαντες καὶ ὡς οὐκ ἐχρῆν αὐτοὺς ἐγκαταλιπεῖν ἐπὶ τοῖς ἐχθροῖς
ἐσομένους λέγοντες: οὐ γὰρ εἶναι γενναίου τῶν δεινῶν αὑτὸν ἐλευθερώσαντα τοὺς
φίλους ἐν αὐτοῖς ὑπεριδεῖν. [358] βιασθεὶς οὖν ἀποσχέσθαι τοῦ κατ' αὐτὸν
τολμήματος αἰδοῖ τε τῶν λεγομένων καὶ πλήθει τῶν οὐκ ἐπιτρεπόντων αὐτοῦ τῇ
χειρὶ διακονεῖν οἷς ἐντεθύμητο, ἀνακτησάμενος τὴν μητέρα καὶ θεραπείας ἧς ὁ
καιρὸς ἤπειγεν ἀξιώσας ἐβάδιζεν τὴν προκειμένην ὁδὸν συντονωτέραν ποιούμενος
τὴν πορείαν εἰς Μάσαδαν τὸ ἔρυμα. πολλὰς δὲ μάχας πρὸς τοὺς ἐπεξελθόντας καὶ
διώκοντας τῶν Πάρθων μαχεσάμενος πάσας ἐνίκησεν.
(9)[359] Ἔμεινε δ' αὐτῷ παρὰ τὴν φυγὴν οὐδὲ τὰ παρὰ τῶν Ἰουδαίων ἀσφαλῆ, συνεπέθεντο
δὲ καὶ οὗτοι γενομένοις ἀπὸ σταδίων ἑξήκοντα τῆς πόλεως προσβάλλοντές τε καὶ
εἰς χεῖρας ἐρχόμενοι κατὰ τὴν ὁδόν. [360] οὓς δὴ καὶ τρεψάμενος καὶ
κρατήσας οὐχ ὡς ἐν ἀπορίᾳ καὶ ἀνάγκῃ τις τοιαύτῃ καθεστώς, ἀλλ' ὡς κάλλιστα καὶ
μετὰ πολλοῦ τοῦ περιόντος πρὸς πόλεμον παρεσκευασμένος, ἐν ἐκείνῳ τῷ χωρίῳ, ἐν
ᾧ τῶν Ἰουδαίων ἐκράτησε, μετὰ χρόνον βασιλεύσας ἔκτισε καὶ βασίλειον
κατεσκεύασεν ἀξιολογώτατον καὶ πόλιν περὶ αὐτὸ Ἡρωδίαν προσαγορεύσας.
[361] γενομένῳ δὲ τῆς Ἰδουμαίας ἐν Θρήσᾳ χωρίῳ οὕτω καλουμένῳ ὁ ἀδελφὸς
Ἰώσηπος ὑπήντησεν καὶ βουλὴν περὶ τῶν ὅλων ἦγε, τί χρὴ ποιεῖν, πολλοῦ μὲν
πλήθους ἐπαγομένου καὶ δίχα τῶν μισθοφορούντων αὐτοῖς, τοῦ δὲ χωρίου τῆς
Μεσάδας, εἰς ὃ προύκειτο συμφυγεῖν ἐλάττονος ὄντος ὑποδέξασθαι τοσοῦτον ὄχλον.
[362] τοὺς μὲν οὖν πλείους ἀπέλυσεν ὑπὲρ ἐννέα χιλιάδας ὄντας ἄλλον ἀλλαχῆ
κελεύσας διὰ τῆς Ἰδουμαίας σώζειν αὑτούς, δοὺς ἐφόδια: ὅσοι δ' ἦσαν κοῦφοι καὶ
τοὺς ἀναγκαιοτάτους ἀναλαβὼν εἰς τὸ ἔρυμα παραγίνεται καὶ καταθέμενος αὐτόθι
τάς τε γυναῖκας καὶ τοὺς ἑπομένους, ἦσαν δὲ ὡς ὀκτακόσιοι, σίτου τε ὄντος ἐν τῷ
χωρίῳ καὶ ὕδατος καὶ τῶν ἄλλων ἐπιτηδείων ἁπάντων διαρκούντως αὐτοῖς ἐξώρμησεν
αὐτὸς ἐπὶ Πέτρας τῆς Ἀραβίας. [363] ἅμα δ' ἡμέρᾳ τὰ μὲν ἄλλα πάντα τῶν
Ἱεροσολύμων διήρπαζον οἱ Πάρθοι καὶ τὸ βασίλειον, μόνων δὲ ἀπείχοντο τῶν
Ὑρκανοῦ χρημάτων: τὰ δ' ἦν ὡς τριακόσια τάλαντα. [364] πολλὰ δὲ τῶν Ἡρώδου
διέφυγεν καὶ μάλισθ' ὅσα προκομισθῆναι κατὰ προμήθειαν τἀνδρὸς εἰς τὴν
Ἰδουμαίαν ἐφθάκει. τὰ μὲν οὖν κατὰ τὴν πόλιν οὐκ ἀπέχρησε τοῖς Πάρθοις, ἀλλὰ
καὶ τὴν χώραν αὐτῶν ἐξιόντες ἐκάκουν καὶ Μάρισάν τε πόλιν δυνατὴν ἀνέστησαν.
(10)[365] Καὶ Ἀντίγονος μὲν οὕτως καταχθεὶς εἰς τὴν Ἰουδαίαν ὑπὸ τοῦ Πάρθων
βασιλέως Ὑρκανὸν καὶ Φασάηλον δεσμώτας παραλαμβάνει. σφόδρα δ' ἦν ἄθυμος τῶν
γυναικῶν αὐτὸν διαφυγουσῶν, ἃς τοῖς πολεμίοις ἐνεθυμεῖτο δώσειν, τοῦτον αὐτοῖς
τὸν μισθὸν μετὰ τῶν χρημάτων ὑποσχόμενος. [366] φοβούμενος δὲ τὸν Ὑρκανόν,
μὴ τὸ πλῆθος αὐτῷ τὴν βασιλείαν ἀποκαταστήσῃ, παραστάς, ἐτηρεῖτο δὲ ὑπὸ τῶν
Πάρθων, ἐπιτέμνει αὐτοῦ τὰ ὦτα πραγματευόμενος μηκέτ' αὖθις εἰς αὐτὸν ἀφικέσθαι
τὴν ἀρχιερωσύνην διὰ τὸ λελωβῆσθαι, τοῦ νόμου τῶν ὁλοκλήρων εἶναι τὴν τιμὴν
ἀξιοῦντος. [367] Φασάηλον δ' ἄν τις θαυμάσειε τῆς εὐψυχίας, ὃς γνοὺς αὑτὸν
ἀποσφάττεσθαι μέλλοντα οὐχὶ τὸν θάνατον ἡγήσατο δεινόν, τὸ δ' ὑπ' ἐχθροῦ τοῦτο
παθεῖν πικρότατον καὶ αἴσχιστον ὑπολαβών, τὰς χεῖρας οὐκ ἔχων ἐλευθέρας ὑπὸ
δεσμῶν πρὸς ἀναίρεσιν πέτρᾳ προσαράξας τὴν κεφαλὴν ἐξήγαγε μὲν αὑτὸν ὡς ἐδόκει
κάλλιστα τοῦ ζῆν παρὰ τοιαύτην ἀπορίαν, τῆς δ' ἐξουσίας τοῦ κτεῖναι πρὸς ἡδονὴν
αὐτὸν ἀφείλετο τὸν πολέμιον. [368] λέγουσι δ', ὡς τραύματος μεγάλου
γενομένου φαρμάκοις αὐτὸν ὑποπέμψας ἰατροὺς Ἀντίγονος ὡς ἐπὶ θεραπείᾳ
διέφθειρεν θανασίμοις χρησαμένων εἰς τὸ τραῦμα. [369] πρὸ μέντοι τοῦ
τελέως ἀφεῖναι τὴν ψυχὴν ὁ Φασάηλος ἀκούσας παρά τινος γυναίου τὸν ἀδελφὸν
Ἡρώδην τοὺς πολεμίους διαπεφευγότα σφόδρα τὴν τελευτὴν εὐθύμως ὑπέμεινεν
καταλιπὼν τὸν ἐκδικῆσαι τὸν θάνατον αὐτοῦ καὶ τοὺς ἐχθροὺς τιμωρήσασθαι
δυνάμενον.
XIV
(1)[370] Ἡρώδην δὲ τὸ μέγεθος τῶν περιεστηκότων αὐτὸν κακῶν οὐ κατέπληττεν,
ἀλλ' ἐποίει δεινὸν εὑρίσκειν ἐπιβολὰς ἔργων παραβόλων. πρὸς γὰρ Μάλιχον τὸν
Ἀράβων βασιλέα πολλὰ πρόσθεν εὐεργετημένον ἀπῄει τὴν ἀμοιβὴν κομιούμενος, ὅτε
μάλιστα ἐδεῖτο, χρήματα ληψόμενος εἴτε δάνειον εἴτε δωρεὰν ὡς ἂν πολλῶν παρ'
αὐτοῦ τετυχηκότος. [371] οὐ γὰρ εἰδὼς τὰ κατὰ τὸν ἀδελφὸν ἔσπευδεν λυτρώσασθαι
παρὰ τῶν πολεμίων αὐτὸν λύτρον ὑπὲρ αὐτοῦ καταβαλὼν νόμισμα ἕως τριακοσίων
ταλάντων. ἐπήγετο δὲ καὶ τὸν Φασαήλου παῖδα διὰ ταύτην τὴν αἰτίαν ἑπταετῆ
τυγχάνοντα, παρασχὼν αὐτὸν ἐνέχυρον τοῖς Ἄραψιν. [372] ἀγγέλων δ' αὐτὸν
ὑπαντησάντων παρὰ τοῦ Μαλίχου, δι' ὧν ἐκέλευσεν αὐτὸν ἀναχωρεῖν: παρηγγελκέναι
γὰρ αὐτῷ Πάρθους Ἡρώδην μὴ δέχεσθαι: ταύτῃ δ' ἐχρῆτο προφάσει ὑπὲρ τοῦ μὴ
ἀποδοῦναι τὰ χρέα καὶ τῶν ἐν τέλει παρὰ τοῖς Ἄραψιν εἰς τοῦτο ἐναγόντων, ὅπως
ἀποστερήσωσιν τὰς παρακαταθήκας, ἃς παρὰ Ἀντιπάτρου λαβόντες ἔτυχον,
[373] ἀπεκρίνατο αὐτοῖς οὐδὲν ἐνοχλήσων ἀφικνεῖσθαι πρὸς αὐτούς, μόνον δὲ
διαλεξόμενος περὶ τῶν ἀναγκαιοτάτων αὐτῷ πραγμάτων.
(2)[374] Ἔπειτα δόξαν ἀναχωρεῖν ἀπῄει μάλα σωφρόνως τὴν ἐπ' Αἰγύπτου. καὶ
τότε μὲν ἔν τινι ἱερῷ κατάγεται, καταλελοίπει γὰρ αὐτόθι πολλοὺς τῶν ἑπομένων,
τῇ δ' ὑστεραίᾳ παραγενόμενος εἰς Ῥινοκούρουρα ἐκεῖ καὶ τὰ περὶ τὸν ἀδελφὸν
ἤκουσεν. [375] Μαλίχῳ δὲ μεταγνόντι καὶ μεταθέοντι τὸν Ἡρώδην οὐδὲν τούτου
περισσότερον ἐγένετο: πορρωτάτω γὰρ ἦν ἤδη σπεύδων τὴν ἐπὶ Πηλουσίου. ἐπεὶ δ'
αὐτὸν ἐλθόντα νῆες ὁρμοῦσαι αὐτόθι εἶργον τοῦ ἐπ' Ἀλεξανδρείας πλοῦ, τοῖς
ἡγεμόσιν ἐντυγχάνει, ὑφ' ὧν κατ' αἰδῶ καὶ πολλὴν ἐντροπὴν προπεμφθεὶς εἰς τὴν
πόλιν, ὑπὸ Κλεοπάτρας κατείχετο. [376] πεῖσαι μέντοι μένειν αὐτὸν οὐκ
ἠδυνήθη εἰς Ῥώμην ἐπειγόμενον χειμῶνός τε ὄντος καὶ τῶν κατὰ τὴν Ἰταλίαν ἐν
ταραχῇ καὶ σάλῳ πολλῷ δηλουμένων.
(3)[377] Ἀναχθεὶς οὖν ἐκεῖθεν ἐπὶ Παμφυλίας καὶ χειμῶνι σφοδρῷ περιπεσὼν
μόλις εἰς Ῥόδον διασώζεται φορτίων ἀποβολῆς γενομένης. καὶ δύο μὲν ἐνταυθοῖ τῶν
φίλων αὐτῷ συνήντησαν, Σαππῖνός τε καὶ Πτολεμαῖος. [378] εὑρὼν δὲ τὴν
πόλιν ὑπὸ τοῦ πρὸς Κάσσιον πολέμου κεκακωμένην οὐδ' ἐν ἀπόροις ὢν εὖ ποιεῖν
αὐτὴν ὤκνησεν, ἀλλὰ καὶ παρὰ δύναμιν αὐτὴν ἀνεκτᾶτο. τριήρη τε κατασκευάσας,
καὶ ἀναχθεὶς ἐκεῖθεν σὺν τοῖς φίλοις ἐπ' Ἰταλίας εἰς Βρεντέσιον κατάγεται.
[379] κἀκεῖθεν εἰς Ῥώμην ἀφικόμενος πρῶτον μὲν Ἀντωνίῳ φράζει τὰ συμβάντα
αὐτῷ κατὰ τὴν Ἰουδαίαν, καὶ πῶς ὁ ἀδελφὸς αὐτοῦ Φασάηλος ὑπὸ Πάρθων ἀπόλοιτο
συλληφθεὶς καὶ Ὑρκανὸς ὑπ' αὐτῶν αἰχμάλωτος ἔχοιτο, καὶ ὡς Ἀντίγονον καταστήσειαν
βασιλέα χρήματα δώσειν ὑποσχόμενον χίλια τάλαντα καὶ γυναῖκας πεντακοσίας, αἳ
τῶν πρώτων κἀκ τοῦ γένους τοῦ αὐτῶν ἔμελλον ἔσεσθαι, καὶ ὅτι ταύτας νυκτὸς
ἐκκομίσειεν καὶ διαφύγοι τὰς τῶν ἐχθρῶν χεῖρας πολλὰς ὑπομείνας ταλαιπωρίας.
[380] εἶτ' ἐπιδιακινδυνεύειν † αὐτῷ τοὺς οἰκείους πολιορκουμένους πλεύσειέ
τε διὰ χειμῶνος καὶ παντὸς καταφρονήσειε δεινοῦ σπεύδων ἐπὶ τὰς ἐλπίδας τὰς
παρ' αὐτοῦ καὶ τὴν μόνην βοήθειαν.
(4)[381] Ἀντώνιον δ' οἶκτος εἰσέρχεται τῆς Ἡρώδου μεταβολῆς, καὶ τῷ κοινῷ
χρησάμενος λογισμῷ περὶ τῶν ἐν ἀξιώματι τοσούτῳ καθεστώτων ὡς κἀκείνων
ὑποκειμένων τῇ τύχῃ, τὰ μὲν κατὰ μνήμην τῆς Ἀντιπάτρου ξενίας, [382] τὰ δὲ
καὶ ὑπὸ χρημάτων ὧν αὐτῷ δώσειν Ἡρώδης, εἰ γένοιτο βασιλεύς, ὑπέσχετο καθὼς καὶ
πρότερον τετράρχης ἀπεδέδεικτο, πολὺ μέντοι μᾶλλον διὰ τὸ πρὸς Ἀντίγονον μῖσος,
στασιαστὴν γὰρ καὶ Ῥωμαίοις ἐχθρὸν αὐτὸν ὑπελάμβανεν, πρόθυμος ἦν οἷς Ἡρώδης
παρεκάλει συλλαμβάνεσθαι. [383] Καῖσαρ μὲν οὖν καὶ διὰ τὰς Ἀντιπάτρου
στρατείας, ἃς κατ' Αἴγυπτον αὐτοῦ τῷ πατρὶ συνδιήνεγκεν, καὶ τὴν ξενίαν καὶ τὴν
ἐν ἅπασιν εὔνοιαν, καὶ χαριζόμενος δὲ Ἀντωνίῳ σφόδρα περὶ τὸν Ἡρώδην
ἐσπουδακότι, πρὸς τὴν ἀξίωσιν καὶ τὴν ὧν ἐβούλετο Ἡρώδης συνεργίαν ἑτοιμότερος
ἦν. [384] συναγαγόντες δὲ τὴν βουλὴν Μεσσάλας καὶ μετ' αὐτὸν Ἀτρατῖνος,
παραστησάμενοι τὸν Ἡρώδην τάς τε τοῦ πατρὸς εὐεργεσίας αὐτοῦ διεξῄεσαν καὶ ἣν
αὐτὸς πρὸς Ῥωμαίους εἶχεν εὔνοιαν ὑπεμίμνησκον, κατηγοροῦντες ἅμα καὶ πολέμιον
ἀποφαίνοντες τὸν Ἀντίγονον οὐκ ἐξ ὧν τὸ πρῶτον προσέκρουσεν αὐτοῖς μόνον, ἀλλ'
ὅτι καὶ παρὰ Πάρθων τὴν ἀρχὴν λάβοι Ῥωμαίους ὑπεριδών. [385] τῆς δὲ βουλῆς
ἐπὶ τούτοις παρωξυμμένης παρελθὼν Ἀντώνιος ἐδίδασκεν αὐτούς, ὡς καὶ πρὸς τὸν
κατὰ Πάρθων πόλεμον Ἡρώδην βασιλεύειν συμφέρει. καὶ δόξαν τοῦτο πᾶσι
ψηφίζονται.
(5)[386] Καὶ τοῦτο τὸ μέγιστον ἦν τῆς Ἀντωνίου περὶ τὸν Ἡρώδην σπουδῆς, ὅτι
μὴ μόνον αὐτῷ τὴν βασιλείαν οὐκ ἐλπίζοντι περιεποιήσατο, οὐ γὰρ πρὸς αὐτὸν
ἀνέβη ταύτην αἰτησόμενος, οὐ γὰρ ἐνόμιζεν αὐτῷ τοὺς Ῥωμαίους παρέξειν τοῖς ἐκ
τοῦ γένους ἔθος ἔχοντας αὐτὴν διδόναι, [387] ἀλλὰ διὰ τὸ τῷ τῆς γυναικὸς
ἀδελφῷ λαβεῖν ἀξιώσων Ἀλεξάνδρῳ υἱωνῷ τυγχάνοντι πρὸς μὲν πατρὸς Ἀριστοβούλου
πρὸς δὲ μητρὸς Ὑρκανοῦ, ἀλλ' ὅτι καὶ ἑπτὰ ταῖς πάσαις ἡμέραις παρέσχεν αὐτῷ
τυχόντι τῶν οὐδὲ προσδοκηθέντων ἀπελθεῖν ἐκ τῆς Ἰταλίας. [388] τοῦτον μὲν
οὖν τὸν νεανίσκον Ἡρώδης ἀπέκτεινεν, ὡς κατὰ καιρὸν δηλώσομεν: λυθείσης δὲ τῆς
βουλῆς μέσον ἔχοντες Ἡρώδην Ἀντώνιος καὶ Καῖσαρ ἐξῄεσαν προαγόντων ἅμα ταῖς
ἄλλαις ἀρχαῖς τῶν ὑπάτων θύσοντές τε καὶ τὸ δόγμα καταθησόμενοι εἰς τὸ
Καπετώλιον. [389] ἑστιᾷ δὲ τὴν πρώτην ἡμέραν τῆς βασιλείας Ἀντώνιος. καὶ ὁ
μὲν οὕτως τὴν βασιλείαν παραλαμβάνει τυχὼν αὐτῆς ἐπὶ τῆς ἑκατοστῆς καὶ
ὀγδοηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ὑπατεύοντος Γναίου Δομετίου Καλβίνου τὸ
δεύτερον καὶ Γαίου Ἀσινίου Πωλίωνος.
(6)[390] Τοῦτον δὲ ἅπαντα τὸν χρόνον Ἀντίγονος ἐπολιόρκει τοὺς ἐν Μασάδα,
τῶν μὲν ἄλλων ἐπιτηδείων αὐτοῖς ὑπαρχόντων, μόνου δὲ σπανίζοντος ὕδατος, ὡς διὰ
τοῦτο καὶ τὸν ἀδελφὸν τὸν Ἡρώδου Ἰώσηπον σὺν διακοσίοις τῶν οἰκείων ἀποδρᾶναι
βουλεύσασθαι πρὸς Ἄραβας: ἀκηκόει γὰρ ὡς Μάλχος τῶν εἰς Ἡρώδην ἁμαρτημάτων
μετανοεῖ. [391] κατέσχε δ' αὐτὸν ὕσας διὰ τῆς νυκτὸς ὁ θεός: τῶν γὰρ
ἐκδοχείων πλησθέντων τοῦ ὕδατος οὐκέτι τῆς φυγῆς ἐδεῖτο, ἀλλὰ τεθαρσηκότες ἤδη
καὶ πλέον ἢ κατὰ τὴν εὐπορίαν τοῦ σπανίζοντος, ὡς ἐκ θεοῦ προνοίας ταύτης
αὐτοῖς γεγενημένης, ἐπεξιόντες καὶ συμπλεκόμενοι τοῖς περὶ τὸν Ἀντίγονον τοῖς
μὲν φανερῶς, τοῖς δὲ καὶ λάθρα, πολλοὺς αὐτῶν διέφθειραν. [392] κἀν τούτῳ
Βεντίδιος ὁ Ῥωμαίων στρατηγὸς πεμφθεὶς ἐκ Συρίας ὥστε Πάρθους ἀνείργειν, μετ'
ἐκείνους εἰς τὴν Ἰουδαίαν παρέβαλεν τῷ λόγῳ μὲν Ἰωσήπῳ συμμαχήσων, τὸ δ' ὅλον ἦν
αὐτῷ στρατήγημα χρήματα παρ' Ἀντιγόνου λαβεῖν: ἔγγιστα γοῦν Ἱεροσολύμων
στρατοπεδευόμενος ἀποχρώντως ἠργυρίσατο τὸν Ἀντίγονον. [393] καὶ αὐτὸς μὲν
ἀνεχώρησεν σὺν τῇ πλείονι δυνάμει, ἵνα δὲ μὴ κατάφωρον γένηται τὸ λῆμμα, Σίλωνα
μετὰ μέρους τινὸς τῶν στρατιωτῶν κατέλιπεν, ὃν καὶ αὐτὸν ἐθεράπευεν Ἀντίγονος,
ὅπως μηδὲν ἐνοχλοίη, προσδοκῶν καὶ πάλιν αὐτῷ Πάρθους ἐπαμυνεῖν.
XV
(1)[394] Ἡρώδης δ' ἐκ τῆς Ἰταλίας ἤδη καταπεπλευκὼς εἰς Πτολεμαίδα καὶ
συναγηοχὼς δύναμιν οὐκ ὀλίγην ξένων τε ἅμα καὶ ὁμοφύλων ἤλαυνε διὰ τῆς Γαλιλαίας
ἐπὶ τὸν Ἀντίγονον. συνελάμβανον δ' αὐτῷ Σίλων τε καὶ Βεντίδιος πεισθέντες ὑπὸ
Δελλίου συγκατάγειν Ἡρώδην τοῦ πεμφθέντος ὑπ' Ἀντωνίου. [395] Βεντίδιος
μὲν οὖν ἐτύγχανεν τὰς ταραχὰς τὰς διὰ Πάρθους ἐν ταῖς πόλεσιν οὔσας
καθιστάμενος, Σίλων δ' ἐν Ἰουδαίᾳ χρήμασιν ὑπ' Ἀντιγόνου διεφθαρμένος. Ἡρώδῃ
μέντοι προιόντι καθ' ἑκάστην ἡμέραν ἡ δύναμις ηὔξετο καὶ πᾶσα Γαλιλαία πλὴν
ὀλίγων αὐτῷ προστέθειτο. [396] ὡρμηκότα δ' αὐτὸν ἐπὶ τοὺς ἐν Μεσάδα,
ἀναγκαῖον γὰρ ἦν τὸ σῶσαι τοὺς ἐν τῷ φρουρίῳ πολιορκουμένους συγγενεῖς ὄντας,
ἐμποδὼν Ἰόππη γίνεται: πολεμίαν γὰρ οὖσαν αὐτὴν ἐχρῆν ἐξελεῖν πρότερον, ὅπως
μηδὲν ὑπολείπηται κατὰ νώτου τοῖς ἐχθροῖς ἔρυμα χωροῦντος ἐπὶ Ἱεροσολύμων.
[397] ποιησαμένου δὲ καὶ Σίλωνος ταύτην πρόφασιν τῆς ἀπαναστάσεως καὶ τῶν
Ἰουδαίων διωκόντων αὐτὸν Ἡρώδης μετ' ὀλίγου στίφους ἐπέξεισιν καὶ τρέπεται μὲν
τοὺς Ἰουδαίους, Σίλωνα δὲ σώζει κακῶς ἀμυνόμενον, ἑλών τε τὴν Ἰόππην ἔσπευδεν
ῥυσόμενος τοὺς ἐν Μασάδα οἰκείους. [398] τῶν δ' ἐπιχωρίων οἱ μὲν αὐτῷ διὰ
τὴν πατρῴαν προσεχώρουν φιλίαν, οἱ δὲ διὰ τὴν αὐτοῦ δόξαν, ἄλλοι δὲ κατ'
ἀμοιβὴν τῆς παρ' ἀμφοτέρων εὐεργεσίας, οἱ πλείους δὲ διὰ τὰς ἐλπίδας, ἃς ὡς ἐπὶ
βασιλεῖ βεβαίῳ τὸ λοιπὸν εἶχον.
(2)[399] Ἤθροιστο δὴ δύναμις βαρεῖα, καὶ προιόντος Ἀντίγονος τῶν παρόδων
τοὺς ἐπιτηδείους τόπους ἐνέδραις καὶ λόχοις κατελάμβανεν καὶ καθάπαξ οὐδὲν ἐκ
τούτου τοὺς πολεμίους ἢ μικρὰ παντάπασιν ἔβλαπτεν. [400] Ἡρώδης δὲ τοὺς ἐκ
Μασάδας οἰκείους παραλαβὼν καὶ Ῥῆσαν τὸ φρούριον ᾔει πρὸς τὰ Ἱεροσόλυμα,
συνῆπτε δ' αὐτῷ τὸ μετὰ Σίλωνος στρατιωτικὸν καὶ πολλοὶ τῶν ἐκ τῆς πόλεως τὴν
ἰσχὺν καταπλαγέντες. [401] στρατοπεδευσαμένου δὲ κατὰ τὸ πρὸς δύσιν τῆς
πόλεως κλίμα οἱ κατὰ τοῦτο τεταγμένοι φύλακες ἠκόντιζόν τε καὶ ἐτόξευον εἰς
αὐτούς, [402] ἐνίων δὲ καὶ κατὰ στῖφος ἐξιόντων καὶ τοῖς προτεταγμένοις
εἰς χεῖρας ἐρχομένων, Ἡρώδης τὸ μὲν πρῶτον ἐκέλευσεν κηρύσσειν περὶ τὸ τεῖχος,
ὡς ἐπ' ἀγαθῷ τε παρείη τοῦ δήμου καὶ ἐπὶ σωτηρίᾳ τῆς πόλεως, μηδὲν μηδὲ τοῖς
φανεροῖς τῶν ἐχθρῶν μνησικακήσων, ἀλλὰ παρέξων καὶ τοῖς διαφορωτάτοις ἀμνηστίαν
τῶν εἰς αὐτὸν ἁμαρτημάτων. [403] τοῦ δὲ Ἀντιγόνου πρὸς τὰ ὑπὸ τοῦ Ἡρώδου
κηρυχθέντα λέγοντος πρός τε Σίλωνα καὶ τὸ τῶν Ῥωμαίων στράτευμα, ὡς παρὰ τὴν
αὐτῶν δικαιοσύνην Ἡρώδῃ δώσουσιν τὴν βασιλείαν ἰδιώτῃ τε ὄντι καὶ Ἰδουμαίῳ,
τουτέστιν ἡμιιουδαίῳ, δέον τοῖς ἐκ τοῦ γένους οὖσι παρέχειν ὡς ἔθος ἐστὶν αὐτοῖς.
[404] καὶ γὰρ εἰ νυνὶ πρὸς αὐτὸν ἔχουσιν χαλεπῶς καὶ τὴν βασιλείαν ὡς
λαβόντα παρὰ Πάρθων ἀφελέσθαι διεγνώκασιν, εἶναί γε πολλοὺς ἐκ τοῦ γένους αὐτοῦ
τοὺς ληψομένους κατὰ τὸν νόμον τὴν βασιλείαν, οἳ μηδὲν ἐξημαρτηκότες αὐτοὶ πρὸς
Ῥωμαίους καὶ ἱερεῖς ὄντες οὐκ ἂν εἰκότα πάσχοιεν τῆς τιμῆς στερόμενοι.
[405] ταῦτα πρὸς ἀλλήλους αὐτῶν λεγόντων καὶ προελθόντων εἰς βλασφημίας
Ἀντίγονος ἀμύνασθαι τοὺς ἀπὸ τοῦ τείχους ἐπέτρεπεν τοῖς ἰδίοις. οἱ δὲ
τοξεύοντες καὶ πολλῇ προθυμίᾳ κατ' αὐτῶν χρώμενοι ῥᾳδίως αὐτοὺς ἀπὸ τῶν πύργων
ἐτρέψαντο.
(3)[406] Τότε καὶ Σίλων ἀπεκαλύψατο τὴν δωροδοκίαν: καθῆκε γὰρ τῶν οἰκείων
στρατιωτῶν οὐκ ὀλίγους σπάνιν τῶν ἐπιτηδείων καταβοᾶν καὶ χρήματα εἰς τροφὰς
αἰτεῖν καὶ χειμάσοντας ἀπάγειν εἰς τοὺς ἐπιτηδείους τόπους, τῶν περὶ τὴν πόλιν ὄντων
ἐρήμων διὰ τὸ ὑπὸ τῶν Ἀντιγόνου στρατιωτῶν ἀνεσκευάσθαι, ἐκίνει τε τὸ
στρατόπεδον καὶ ἀναχωρεῖν ἐπειρᾶτο. [407] Ἡρώδης δ' ἐνέκειτο παρακαλῶν
τούς τε ὑπὸ τῷ Σίλωνι ἡγεμόνας καὶ τοὺς στρατιώτας μὴ καταλιπεῖν αὐτόν,
Καίσαρός τε καὶ Ἀντωνίου καὶ τῆς συγκλήτου προτρεψάντων αὐτόν: προνοήσειν γὰρ
αὐτῶν τῆς εὐπορίας καὶ παρέξειν αὐτοῖς ἀφθονίαν ὧν ἐπιζητοῦσιν ῥᾳδίως.
[408] καὶ μετὰ τὴν δέησιν εὐθὺς ἐξορμήσας εἰς τὴν χώραν οὐκέτ' οὐδεμίαν
Σίλωνι τῆς ἀναχωρήσεως πρόφασιν ὑπελίπετο: πλῆθος γὰρ ὅσον οὐδ' ἤλπισέν τις τῶν
ἐπιτηδείων ἐκόμισεν, τοῖς τε περὶ Σαμάρειαν ᾠκειωμένοις πρὸς αὐτὸν ἐπέστειλεν
σῖτα καὶ οἶνον καὶ ἔλαιον καὶ βοσκήματα τά τε ἄλλα πάντα κατάγειν εἰς
Ἱεριχοῦντα τοῦ μηδὲ τὰς ἑξῆς ἡμέρας εἰς χορηγίαν τοὺς στρατιώτας ἐπιλιπεῖν.
[409] οὐκ ἐλάνθανε δὲ ταῦτ' Ἀντίγονον, ἀλλ' εὐθὺς ἀπέπεμψεν κατὰ τὴν χώραν
τοὺς εἴρξοντας καὶ λοχήσοντας τοὺς σιτηγοῦντας, οἱ δὲ πειθόμενοι τοῖς Ἀντιγόνου
προστάγμασιν καὶ πολὺ πλῆθος ὁπλιτῶν περὶ Ἱεριχοῦντα ἀθροίσαντες παρεφύλασσον
ἐπὶ τῶν ὀρῶν καθεσθέντες τοὺς τὰ ἐπιτήδεια κομίζοντας. [410] οὐ μὴν Ἡρώδης
τούτων πραττομένων ἠρέμει, δέκα δὲ σπείρας ἀναλαβών, ὧν πέντε μὲν Ῥωμαίων,
πέντε δὲ Ἰουδαίων ἦσαν, καὶ μισθοφόρους μιγάδας πρὸς οἷς ὀλίγους τῶν ἱππέων ἐπὶ
Ἱεριχοῦντα παραγίνεται, καὶ τὴν μὲν πόλιν ἐκλελειμμένην καταλαβών, πεντακοσίους
δὲ τὰ ἄκρα κατειληφότας σὺν γυναιξὶν καὶ γενεαῖς, τούτους μὲν ἀπέλυσεν λαβών,
Ῥωμαῖοι δὲ εἰσπεσόντες διήρπασαν τὴν πόλιν μεσταῖς ἐπιτυγχάνοντες παντοίων
κειμηλίων ταῖς οἰκίαις. [411] Ἱεριχοῦντος μὲν οὖν φρουρὰν καταλιπὼν ὁ
βασιλεὺς ὑπέστρεψεν καὶ χειμάσουσαν τὴν Ῥωμαίων στρατιὰν εἰς τὰς
προσκεχωρηκυίας διαφῆκεν Ἰδουμαίαν καὶ Γαλιλαίαν καὶ Σαμάρειαν.
[412] ἔτυχεν δὲ καὶ Ἀντίγονος παρὰ Σίλωνος ἀντὶ τῆς δωροδοκίας ὥστε
ὑποδέξασθαι τοῦ στρατοῦ μοῖραν ἐν Λύδδοις θεραπεύων Ἀντώνιον. καὶ Ῥωμαῖοι μὲν
ἐν ἀφθόνοις διῆγον ἀνειμένοι τῶν ὅπλων.
(4)[413] Ἡρώδῃ δ' οὐκ ἐδόκει μένειν ἐφ' ἡσυχίας, ἀλλ' ἐπὶ τὴν Ἰδουμαίαν τὸν
ἀδελφὸν Ἰώσηπον σὺν δισχιλίοις ὁπλίταις καὶ τετρακοσίοις ἱππεῦσιν ἐξέπεμψεν,
αὐτὸς δ' εἰς Σαμάρειαν παραγενόμενος καὶ καταθέμενος αὐτόθι τήν τε μητέρα καὶ
τοὺς συγγενεῖς ἐξεληλυθότας ἤδη ἐκ τῶν Μασάδων ἐπὶ Γαλιλαίας ᾤχετο ἐξαιρήσων
τινὰ τῶν χωρίων ὑπ' Ἀντιγόνου φρουραῖς κατειλημμένα. [414] διελθὼν δὲ εἰς
Σέπφωριν νίφοντος τοῦ θεοῦ καὶ τῶν Ἀντιγόνου φρουρῶν ὑπεξελθόντων ἐν ἀφθόνοις
ἦν τοῖς ἐπιτηδείοις. [415] εἶτ' ἐκεῖθεν λῃστῶν τινων ἐν σπηλαίοις
κατοικούντων ἱππέων ἐπ' αὐτοὺς ἴλην ἐκπέμπει καὶ ὁπλιτικοῦ τρία τέλη παῦσαι
κακουργοῦντας ἐγνωκώς: [416] ἔγγιστα δ' ἦν ταῦτα κώμης Ἀρβήλων λεγομένης.
εἰς δὲ τεσσαρακοστὴν ἡμέραν αὐτὸς ἧκεν πανστρατιᾷ, καὶ θρασέως ἐξελθόντων τῶν
πολεμίων κλίνεται μὲν τὸ εὐώνυμον αὐτῶν κέρας τῆς φάλαγγος, ἐπιφανεὶς δ' αὐτὸς
μετὰ στίφους τρέπει μὲν εἰς φυγὴν τοὺς πάλαι νικῶντας, ἀναστρέφει δὲ τοὺς
φεύγοντας. [417] ἐνέκειτο δὲ διώκων τοὺς πολεμίους ἄχρι Ἰορδάνου ποταμοῦ
φεύγοντας κατ' ἄλλας ὁδούς, καὶ προσάγεται μὲν πᾶσαν τὴν Γαλιλαίαν πλὴν τῶν ἐν
τοῖς σπηλαίοις κατοικούντων, διανέμει δὲ καὶ ἀργύριον κατ' ἄνδρα δοὺς ἑκατὸν
καὶ πεντήκοντα δραχμάς, τοῖς δὲ ἡγεμόσιν πολὺ πλέον, εἰς τὰ χειμάδια διέπεμψεν.
[418] καὶ ἐν τούτῳ Σίλων ἧκεν παρ' αὐτὸν καὶ οἱ ἡγεμόνες τῶν ἐν τοῖς
χειμαδίοις Ἀντιγόνου τροφὰς παρέχειν οὐ θέλοντος: μῆνα γὰρ οὐ πλέον αὐτοὺς ὁ
ἀνὴρ ἔθρεψεν, διέπεμψεν δὲ καὶ πρὸς τοὺς κύκλῳ κελεύων τὰ κατὰ τὴν χώραν
ἀνασκευάσασθαι καὶ εἰς τὰ ὄρη φεύγειν, ὡς μηδὲν ἔχοντες Ῥωμαῖοι λιμῷ
διαφθαρεῖεν. [419] Ἡρώδης δὲ τὴν μὲν τούτων πρόνοιαν Φερώρᾳ τῷ νεωτάτῳ τῶν
ἀδελφῶν ἐπιτρέπει κελεύσας αὐτὸν ἅμα τειχίζειν καὶ Ἀλεξάνδρειον. ὁ δὲ ταχέως τε
τοὺς στρατιώτας ἐν ἀφθονίᾳ πολλῇ τῶν ἀναγκαίων ἐποίησεν τό τε Ἀλεξάνδρειον
ἠρημωμένον ἀνέκτισεν.
(5)[420] Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Ἀντώνιος μὲν διέτριβεν ἐν Ἀθήναις, κατὰ δὲ
Συρίαν Οὐεντίδιος Σίλωνα μεταπεμπόμενος ἐπὶ τοὺς Πάρθους ἐπέστελλεν πρῶτον μὲν
Ἡρώδῃ συλλαμβάνεσθαι τοῦ πολέμου, ἔπειτα δὲ καὶ ἐπὶ τὸν σφέτερον καλεῖν τοὺς
συμμάχους. [421] ὁ δ' ἐπὶ τοὺς ἐν τοῖς σπηλαίοις λῃστὰς ἐπειγόμενος Σίλωνα
μὲν ἐξέπεμψεν Οὐεντιδίῳ, αὐτὸς δ' ἐπ' ἐκείνους ἐξώρμησεν. [422] ἦν δ' ἐν
ὄρεσιν τὰ σπήλαια τελέως ἐξερρωγόσιν καὶ κατὰ τὸ μεσαίτατον ἀποκρήμνους ἔχοντα
τὰς παρόδους καὶ πέτραις ὀξείαις ἐμπεριεχόμενα: [423] ἐν δὴ τούτοις μετὰ
πάντων τῶν οἰκείων ἐφώλευον. ὁ δὲ βασιλεὺς λάρνακας ἐπ' αὐτοὺς πηξάμενος καθίει
ταύτας σιδηραῖς ἁλύσεσιν ἐκδεδεμένας διὰ μηχανῆς ἀπὸ κορυφῆς τοῦ ὄρους, μήτε
κάτωθεν ἀνιέναι διὰ τὴν ὀξύτητα τοῦ ὄρους δυναμένων μήτε ἄνωθεν καθέρπειν ἐπ' αὐτούς.
[424] αἱ δὲ λάρνακες πλήρεις ὁπλιτῶν ὑπῆρχον ἅρπας μεγάλας ἐχόντων, αἷς
ἔμελλον ἐπισπώμενοι τοὺς ἀνθεστῶτας τῶν λῃστῶν κτείνειν καταφερομένους. τὴν
μέντοι γε κάθεσιν τῶν λαρνάκων σφαλερὰν εἶναι συνέβαινεν κατὰ βάθους ἀπείρου
γινομένην: ἔνδον μέντοι καὶ τὰ ἐπιτήδεια παρῆν αὐτοῖς. [425] ὡς δὲ
καθιμήθησαν αἱ λάρνακες, ἐτόλμα δ' οὐδεὶς προσελθεῖν τοῖς ἐπὶ τῶν στομίων, ἀλλ'
ὑπὸ δέους ἠρέμουν, μάχαιράν τις περιζωσάμενος τῶν ὁπλοφόρων καὶ ταῖν χεροῖν
ἀμφοτέραιν δραξάμενος ἁλύσεως, ἀφ' ἧς ἤρτητο ἡ λάρναξ, κατῄει ἐπὶ τὰ στόμια
δυσχεράνας τὴν τριβὴν τῶν ἐπεξιέναι μὴ τολμώντων. [426] καὶ γενόμενος κατά
τι στόμιον πρῶτα μὲν παλτοῖς ἀνακόπτει τοὺς πολλοὺς τῶν ἐπὶ τοῦ στομίου, ἔπειτα
ἅρπῃ τοὺς ἀνθεστῶτας ἐπισπασάμενος ὠθεῖ κατὰ τοῦ κρημνοῦ, καὶ τοῖς ἔνδον ἐπεισελθὼν
ἀποσφάττει τε πολλοὺς καὶ εἰσελθὼν εἰς τὴν λάρνακα ἡσύχασεν. [427] φόβος
δὲ εἶχε τοὺς ἄλλους τῆς οἰμωγῆς ἀκούοντας καὶ περὶ τῆς σωτηρίας ἀπόγνωσις, τὸ
μέντοι γε πᾶν ἔργον ἐπέσχεν ἐπεξελθοῦσιν: καὶ πολλοὶ συγχωρήσαντος τοῦ βασιλέως
ἐπικηρυκευσάμενοι παρέδοσαν σφᾶς ὑπηκόους εἶναι. [428] τῷ δ' αὐτῷ τρόπῳ
καὶ κατὰ τὴν ἐπιοῦσαν ἐχρήσαντο τῇ προσβολῇ, μᾶλλον ἔτι τῶν ἐν τοῖς πήγμασιν
ἐπεξιόντων αὐτοῖς καὶ κατὰ θύρας μαχομένων πῦρ τε ἐνιέντων.
[429] ἐξαφθέντων τε τῶν ἄντρων, πολλὴ γὰρ ἦν ἐν αὐτοῖς ὕλη, πρεσβύτης τις ἀπειλημμένος
ἔνδον σὺν ἑπτὰ τέκνοις καὶ γυναικί, δεομένων τούτων ἐᾶσαι σφᾶς ὑπεξελθεῖν πρὸς
τοὺς πολεμίους, στὰς ἐπὶ τοῦ στομίου τὸν ἀεὶ πρῶτον ἐξιόντα τῶν παίδων
ἀπέσφαττεν, εἰς ὃ πάντας διεχρήσατο, ἔπειτα δὲ καὶ τὴν γυναῖκα, καὶ ῥίψας κατὰ
τοῦ κρημνοῦ τοὺς νεκροὺς ἐπικατέβαλεν ἑαυτὸν θάνατον πρὸ δουλείας ὑπομένων.
[430] πολλὰ δὲ πρῶτον ὠνείδισεν τὸν Ἡρώδην εἰς ταπεινότητα καί τοι τοῦ
βασιλέως, ἦν γὰρ ἄποπτα αὐτῷ τὰ γινόμενα, δεξιάν τε προτείνοντος καὶ πᾶσαν
ἄδειαν. τὰ μὲν οὖν σπήλαια τούτων γενομένων ἤδη πάντα ἐκεχείρωτο.
(6)[431] Καταστήσας δ' ὁ βασιλεὺς τοῖς αὐτόθι στρατηγὸν Πτολεμαῖον εἰς
Σαμάρειαν ᾤχετο σὺν ἱππεῦσιν ἑξακοσίοις ὁπλίταις δὲ τρισχιλίοις ὡς μάχῃ
κριθησόμενος πρὸς Ἀντίγονον. [432] οὐ μὴν τῷ Πτολεμαίῳ προυχώρησεν τὰ κατὰ
τὴν στρατηγίαν, ἀλλ' οἱ καὶ πρότερον τὴν Γαλιλαίαν ταράξαντες ἐπεξελθόντες
αὐτὸν διεχρήσαντο καὶ τοῦτο δράσαντες συμφεύγουσιν εἴς τε τὰ ἕλη καὶ τὰ δύσβατα
τῶν χωρίων, ἄγοντες καὶ διαρπάζοντες τὴν αὐτόθι πᾶσαν. [433] τιμωρεῖται δὲ
τούτους Ἡρώδης ἐπανελθών: τοὺς μὲν γὰρ ἀναιρεῖ τῶν ἀποστάντων, τοὺς δ'
ἀναφυγόντας εἰς ἐρυμνὰ χωρία πολιορκίᾳ παραστησάμενος αὐτούς τε ἀπέκτεινεν καὶ
τὰ ἐρύματα κατέσκαψεν. ἐζημίωσε δὲ παύσας οὕτως τὴν νεωτεροποιίαν καὶ τὰς
πόλεις ἑκατὸν ταλάντοις.
(7)[434] Ἐν δὲ τῷ μεταξὺ Πακόρου πεσόντος ἐν μάχῃ καὶ τῶν Πάρθων πταισάντων
πέμπει βοηθὸν ὁ Βεντίδιος Ἡρώδῃ Μαχαιρᾶν σὺν δυσὶ τάγμασι καὶ χιλίοις ἱππεῦσιν
ἐπισπεύδοντος Ἀντωνίου. [435] Μαχαιρᾶς μὲν οὖν Ἀντιγόνου καλοῦντος αὐτὸν
παρὰ τὴν Ἡρώδου γνώμην χρήμασι διεφθαρμένος ἀπῄει ὡς κατασκεψόμενος αὐτοῦ τὰ πράγματα.
τὴν δὲ διάνοιαν ὑπιδόμενος αὐτοῦ τὴν τῆς ἀφίξεως Ἀντίγονος οὐδὲ προσεδέξατο,
ἀλλὰ σφενδόναις βάλλων αὐτὸν ἀνεῖργεν, καὶ διεδήλου τὴν αὐτοῦ προαίρεσιν.
[436] αἰσθόμενος δὲ τὰ βέλτιστα Ἡρώδην αὐτῷ παραινοῦντα καὶ αὐτὸν
διημαρτηκότα παρακούσαντα τῆς ἐκείνου συμβουλίας, ἀνεχώρει μὲν εἰς Ἀμμαοῦν
πόλιν, οἷς δὲ κατὰ τὴν ὁδὸν Ἰουδαίοις περιετύγχανεν τούτους ἀπέσφαττεν ἐχθρούς
τε καὶ φίλους ὀργιζόμενος ὑπὲρ ὧν πεπόνθει. [437] παροξυνθεὶς δ' ἐπὶ
τούτοις ὁ βασιλεὺς ἐπὶ Σαμαρείας ᾔει: πρὸς γὰρ Ἀντώνιον ἐγνώκει περὶ τούτων
ἀφικέσθαι: δεῖσθαι γὰρ οὐχὶ τοιούτων συμμάχων, οἳ βλάψουσι μᾶλλον αὐτὸν ἢ τοὺς
πολεμίους: ἐξαρκεῖν δὲ καὶ αὐτῷ πρὸς τὴν Ἀντιγόνου καθαίρεσιν.
[438] παρακολουθῶν δ' ὁ Μαχαιρᾶς ἐδεῖτο μένειν: εἰ δὲ οὕτως ὥρμηκεν, ἀλλὰ
τόν γε ἀδελφὸν αὐτοῦ Ἰώσηπον παρακαθιστάνειν σφίσι προσπολεμοῦσιν Ἀντιγόνῳ. καὶ
διαλλάττεται μὲν πολλὰ τοῦ Μαχαιρᾶ δεηθέντος, καταλιπὼν δὲ τὸν Ἰώσηπον αὐτόθι
σὺν στρατῷ παρῄνεσεν μὴ ἀποκινδυνεύειν μηδὲ τῷ Μαχαιρᾷ διαφέρεσθαι.
(8)[439] Αὐτὸς δὲ πρὸς Ἀντώνιον ἔσπευδεν, ἐτύγχανεν γὰρ πολιορκῶν Σαμόσατα
τὸ πρὸς τῷ Εὐφράτῃ χωρίον, σὺν ἱππόταις τε καὶ πεζοῖς κατὰ συμμαχίαν αὐτῷ
παροῦσιν. [440] παραγενόμενος δ' εἰς Ἀντιόχειαν καὶ πολλοῖς ἐπιτυχὼν
ἠθροισμένοις καὶ πρὸς Ἀντώνιον μὲν σπουδὴν βαδίζειν ἔχουσιν, ὑπὸ δέους δὲ διὰ
τὸ κατὰ τὰς ὁδοὺς ἐπιτίθεσθαι τοὺς βαρβάρους καὶ πολλοὺς ἀναιρεῖν οὐ τολμῶντας
ἐξορμᾶν, παραθαρσύνας αὐτὸς ἡγεμὼν γίνεται τῆς ὁδοῦ. [441] κατὰ δὲ σταθμὸν
δεύτερον Τῶν Σαμοσάτων ἐλόχα μὲν αὐτόθι τῶν βαρβάρων ἐνέδρα τοὺς φοιτῶντας πρὸς
Ἀντώνιον, δρυμῶν δὲ τὰς εἰσβολὰς τὰς εἰς τὰ πεδία διαλαμβανόντων προλοχίζουσιν
αὐτόθι τῶν ἱππέων οὐκ ὀλίγους ἠρεμήσοντας ἕως ἂν εἰς τὸ ἱππήλατον οἱ διεξιόντες
ἔλθοιεν. [442] ὡς δ' οἱ πρῶτοι διεξῆλθον, ὀπισθοφυλακεῖ μὲν Ἡρώδης,
προσπίπτουσι δὲ ἐξαπιναίως οἱ ἐκ τῆς ἐνέδρας ὄντες εἰς πεντακοσίους, καὶ
τρεψαμένων τοὺς πρώτους ἐπιδραμὼν ὁ βασιλεὺς τῇ ῥύμῃ τῇ περὶ αὐτὸν παραχρῆμα
μὲν ἀνακόπτει τοὺς πολεμίους, ἐπεγείρει δὲ τὸ τῶν οἰκείων φρόνημα καὶ
θαρραλέους ἀπεργάζεται, καὶ τῶν πάλαι φευγόντων ἐξ ὑποστροφῆς μαχομένων
ἐκτείνοντο πάντοθεν οἱ βάρβαροι. [443] ἐπέκειτο δ' ὁ βασιλεὺς ἀναιρῶν καὶ
τὰ διηρπασμένα, πολλὰ δ' ἦν σκευοφόρα καὶ ἀνδράποδα, πάντα ἀνασωσάμενος προῄει.
[444] καὶ πλειόνων αὐτοῖς ἐπιθεμένων τῶν ἐν τοῖς δρυμῶσιν, οἳ πλησίον τῆς
εἰς τὸ πεδίον ἐκβολῆς ἦσαν, καὶ τούτοις προσμίξας αὐτὸς μετὰ στίφους καρτεροῦ
τρέπεται καὶ πολλοὺς αὐτῶν ἀποκτείνας ἀδεᾶ τοῖς ἑπομένοις ὁδὸν παρεῖχεν: οἱ δὲ
σωτῆρα καὶ προστάτην αὐτὸν ἐκάλουν.
(9)[445] Ἐπεὶ δὲ πλησίον τῶν Σαμοσάτων γεγόνει, πέμπει τὸ στράτευμα
ὑπαντησόμενον Ἀντώνιος σὺν τῷ οἰκείῳ κόσμῳ τιμὴν Ἡρώδῃ ταύτην ἀπονέμων καὶ
ἐπικουρίας ἕνεκα: τὴν γὰρ τῶν βαρβάρων ἀκηκόει κατ' αὐτῶν ἐπίθεσιν.
[446] καὶ δὴ παρόντα τε εἶδεν ἀσμένως καὶ τὰ κατὰ τὴν ὁδὸν αὐτῷ πεπραγμένα
μαθὼν ἐδεξιοῦτο καὶ τῆς ἀρετῆς ἐθαύμαζεν, αὐτός τε περιλαβὼν αὐτὸν Ἀντώνιος ὡς
εἶδεν ἠσπάζετο προυτίμα τε νεωστὶ βασιλέα ἀποδείξας. [447] Ἀντιόχου δὲ
μετ' οὐ πολὺ τὸ ἔρυμα παραδόντος καὶ διὰ τοῦτο παυσαμένου τοῦ πολέμου Σοσσίῳ
μὲν Ἀντώνιος παραδίδωσιν Παρακελευσάμενος δὲ Ἡρώδῃ συμμαχεῖν αὐτὸς ἐπ' Αἰγύπτου
ἐχώρει. καὶ Σόσσιος μὲν δύο τάγματα ἐπικουρικὰ Ἡρώδῃ προύπεμψεν εἰς τὴν
Ἰουδαίαν, αὐτὸς δὲ μετὰ τοῦ πλείονος στρατοῦ ἠκολούθει.
(10)[448] Ἔτυχεν δ' ἤδη κατὰ τὴν Ἰουδαίαν τεθνεὼς Ἰώσηπος τρόπῳ τοιούτῳ:
λήθην μὲν ὧν αὐτῷ παρήγγειλεν ὁ ἀδελφὸς πρὸς Ἀντώνιον ἀπερχόμενος λαμβάνει,
στρατοπεδευσάμενος δὲ ἀνὰ τὰ ὄρη, πέντε γὰρ αὐτῷ σπείρας Μαχαιρᾶ δόντος ἐπὶ
Ἱεριχοῦντος ἠπείγετο βουλόμενος ἐκθερίσαι τὸν σῖτον αὐτῶν, [449] καὶ
νεοσυλλέκτου τοῦ Ῥωμαίων στρατεύματος ὄντος, καὶ πολέμων ἀπείρως ἔχοντος καὶ
γὰρ πολὺ ἐκ Συρίας ἦν τὸ κατειλεγμένον, ἐπιθεμένων αὐτόθι τῶν πολεμίων,
ἀποληφθεὶς ἐν δυσχωρίαις αὐτός τε ἀποθνήσκει γενναίως μαχόμενος καὶ τὸ
στράτευμα πᾶν ἀπέβαλεν: ἓξ γὰρ σπεῖραι διεφθάρησαν. [450] κρατήσας δὲ τῶν
νεκρῶν Ἀντίγονος ἀποτέμνει τὴν Ἰωσήπου κεφαλὴν πεντήκοντα ταλάντων αὐτὴν
ῥυομένου Φερώρα τἀδελφοῦ. καὶ μετὰ τοῦτο ἀποστάντες Γαλιλαῖοι τῶν παρὰ σφίσι
δυνατῶν τοὺς τὰ Ἡρώδου φρονοῦντας ἐν τῇ λίμνῃ κατεπόντωσαν, καὶ τῆς Ἰουδαίας
πολλὰ ἐνεωτερίσθη. Μαχαιρᾶς δὲ χωρίον Ηττον ἐξωχύρου.
(11)[451] Παρῆσαν δ' ἄγγελοι τῶν πεπραγμένων πρὸς τὸν βασιλέα καὶ ἐν Δάφνῃ
τῆς Ἀντιοχείας ἐδήλωσαν αὐτῷ τὴν κατὰ τὸν ἀδελφὸν τύχην, προσδεχομένῳ μέντοι
καὶ αὐτῷ διά τινας ὀνείρων ὄψεις τρανῶς προφαινούσας τὸν τοῦ ἀδελφοῦ θάνατον.
[452] ἐπειχθεὶς οὖν κατὰ τὴν πορείαν ὡς κατὰ Λίβανον τὸ ὄρος γίνεται,
ὀκτακοσίους μὲν τῶν αὐτόθι προσλαμβάνει, ἔχων δὲ καὶ Ῥωμαικὸν ἓν τάγμα εἰς
Πτολεμαίδα παραγίνεται, κἀκεῖθεν νυκτὸς ἀναστὰς μετὰ τοῦ στρατοῦ προῄει διὰ τῆς
Γαλιλαίας. [453] ὑπήντων δ' οἱ πολέμιοι καὶ κρατηθέντες τῇ μάχῃ
κατεκλείσθησαν εἰς χωρίον, ὅθεν ἦσαν ὡρμηκότες τῇ προτεραίᾳ: προσβολὰς δὴ
τοὐντεῦθεν [ἕωθεν] ἐποιεῖτο, καὶ πολλοῦ χειμῶνος καταρραγέντος οὐδὲν
ποιεῖν δυνάμενος ἀπάγει τὴν στρατιὰν εἰς τὰς πλησίον κώμας. ἐλθόντος δ' αὐτῷ
παρ' Ἀντωνίου καὶ δευτέρου τάγματος οἱ τὸ χωρίον ἔχοντες φοβηθέντες νυκτὸς
ἐξέλιπον αὐτό. [454] καὶ ὁ βασιλεὺς ἔσπευδεν ἐπὶ Ἱεριχοῦντος τιμωρήσασθαι
κατὰ νοῦν ἔχων αὐτοὺς ὑπὲρ τἀδελφοῦ. ἐπεὶ δὲ κατέζευξεν, εἱστία μὲν τοὺς ἐν
τέλει, μετὰ δὲ τὴν συνουσίαν παρῆλθεν εἰς τὸ δωμάτιον ἀπολύσας τοὺς παρόντας.
[455] ἐνταῦθα ἴδοι τις ἂν τοῦ βασιλέως τὴν ἐκ τοῦ θεοῦ εὔνοιαν: πίπτει μὲν
γὰρ ἡ στέγη τοῦ οἰκήματος, οὐδένα δὲ ἀπολαβοῦσα διέφθειρεν, ὥστε πάντας
πιστεῦσαι τὸν Ἡρώδην εἶναι θεοφιλῆ, μέγαν οὕτω καὶ παράδοξον διαφυγόντα
κίνδυνον.
(12)[456] Τῇ δ' ὑστεραίᾳ τῶν πολεμίων ἑξακισχίλιοι ἀπ' ἄκρων κατιόντες τῶν ὀρῶν
εἰς μάχην ἐφόβουν τοὺς Ῥωμαίους. οἱ δὲ γυμνῆτες προσιόντες τοῖς παλτοῖς ἔβαλλον
καὶ λίθοις τοὺς περὶ τὸν βασιλέα ἐξεληλυθότας αὐτόν τε παλτῷ τις παρὰ τὴν
λαπάραν ἔβαλεν. [457] Ἀντίγονος δ' ἐπὶ τὴν Σαμάρειαν πέμπει στρατηγὸν
Πάππον ὄνομα σὺν δυνάμει πολλῇ βουλόμενος παρασχεῖν τοῖς πολεμίοις δόξαν
πολεμοῦντος ἐκ περιουσίας. ἀλλ' ὁ μὲν Μαχαιρᾷ τῷ στρατηγῷ προσεκάθητο: Ἡρώδης
δὲ πέντε πόλεις καταλαβὼν τοὺς ἐγκαταληφθέντας περὶ δισχιλίους ὄντας ἐφόνευσεν
αὐτάς τε τὰς πόλεις ἐμπρήσας ἐπανῆλθεν ἐπὶ τὸν Πάππον: [458] ἐστρατοπεδεύσατο
δ' οὗτος περὶ κώμην Ἰσάνας καλουμένην καὶ πολλῶν αὐτῷ προσρεόντων ἐκ τῆς
Ἱεριχοῦς καὶ τῆς ἄλλης Ἰουδαίας, ἐπεὶ πλησίον γίνεται, τῶν πολεμίων
ἐπεξελθόντων αὐτοῖς ὑπὸ θράσους συμβαλὼν κρατεῖ τῇ μάχῃ, καὶ τιμωρῶν τἀδελφῷ
φεύγουσιν εἰς τὴν κώμην εἵπετο κτείνων. [459] πεπληρωμένων δὲ τῶν οἰκήσεων
ὁπλιτῶν καί τινων ἀναφευγόντων ἐπὶ τὰς στέγας κρατεῖ τούτων, καὶ τοὺς ὀρόφους
τῶν οἴκων ἀνασκάπτων ἔμπλεα τὰ κάτω τῶν στρατιωτῶν ἑώρα ἀθρόων ἀπειλημμένων.
[460] τούτους μὲν οὖν πέτραις ἄνωθεν βάλλοντες σωρηδὸν ἐπ' ἀλλήλοις
ἀνῄρουν: καὶ θέαμα τοῦτο δεινότατον ἦν κατὰ τόνδε τὸν πόλεμον νεκρῶν τὸ πλῆθος
ἀπείρων ἐντὸς τῶν τειχῶν ἐπ' ἀλλήλοις κειμένων. [461] τοῦτο τὸ ἔργον
μάλιστα τὰ φρονήματα τῶν πολεμίων ἔκλασεν καραδοκούντων τὸ μέλλον: ἑωρῶντο γὰρ
παμπληθεῖς πόρρωθεν συγγενόμενοι περὶ τὴν κώμην: οἳ τότε ἔφευγον, καὶ εἰ μὴ
χειμὼν ἐπέσχεν βαθύς, ἧκεν ἂν καὶ ἐπὶ Ἱεροσόλυμα ἡ βασιλέως στρατιὰ θαρροῦσα τῷ
νενικηκέναι, καὶ τὸ πᾶν ἦν ἂν εἰργασμένη: καὶ γὰρ Ἀντίγονος ἤδη τὴν παντελῆ
φυγὴν ἐσκόπει καὶ ἀπανάστασιν ἐκ τῆς πόλεως.
(13)[462] Τότε μὲν οὖν ὁ βασιλεύς, ὀψία γὰρ ἦν, δειπνοποιεῖσθαι κελεύει τοὺς
στρατιώτας, αὐτὸς δέ, ἐκεκμήκει γάρ, εἰσελθὼν εἴς τι δωμάτιον περὶ λουτρὸν ἦν.
ἔνθα καὶ κίνδυνος αὐτῷ μέγιστος συνέπεσεν, ὃν κατὰ θεοῦ πρόνοιαν διέφυγεν:
[463] γυμνοῦ γὰρ ὄντος αὐτοῦ καὶ μετὰ παιδὸς ἑνὸς ἀκολούθου λουομένου [ἐν
τῷ] ἐντὸς οἰκήματι τῶν πολεμίων τινὲς ὡπλισμένοι συμπεφευγότες αὐτόθι διὰ
φόβον μεταξὺ λουομένου ὁ πρῶτος ὑπεξέρχεται ξίφος ἔχων γυμνὸν καὶ διὰ θυρῶν
χωρεῖ, καὶ μετὰ τοῦτον δεύτερος καὶ τρίτος ὁμοίως ὡπλισμένοι, οὐδὲν βλάψαντες
τὸν βασιλέα ὑπ' ἐκπλήξεως, ἀγαπῶντες δὲ τὸ μηδὲν αὐτοὶ παθόντες εἰς τὸ πρόσθεν
διεκπεσεῖν. [464] τῇ δ' ὑστεραίᾳ τὴν μὲν Πάππου κεφαλήν, ἀνῄρητο γάρ,
ἀποκόψας Φερώρᾳ ἔπεμψεν ποινὴν ἀνθ' ὧν ὁ ἀδελφὸς αὐτοῦ πάθοι: οὗτος γὰρ ἦν
αὐτόχειρ ἐκείνου γεγενημένος.
(14)[465] Λήξαντος δὲ τοῦ χειμῶνος ἄρας ἐκεῖθεν ἐγγὺς τῶν Ἱεροσολύμων
ἔρχεται καὶ πλησίον στρατοπεδεύεται τῆς πόλεως: τρίτον δὲ ἔτος τοῦτο ἦν αὐτῷ ἐξ
οὗ βασιλεὺς ἐν Ῥώμῃ ἀποδέδεικτο. [466] ἀναστρατοπεδευσάμενος δὲ καὶ πλησίον
ἐλθὼν τοῦ τείχους κατὰ τὸ ἐπιμαχώτατον πρὸ τοῦ ἱεροῦ στρατοπεδεύεται προσβαλεῖν
διεγνωκώς, ὡς καὶ πρότερόν ποτε Πομπήιος. τρισὶν δὲ διαλαβὼν χώμασιν τὸν τόπον
πύργους ἀνίστα πολλῇ τε χειρὶ πρὸς τὸ ἔργον χρώμενος καὶ τέμνων τὴν πέριξ ὕλην.
[467] παρακαταστήσας δὲ τοῖς ἔργοις τοὺς ἐπιτηδείους, ἱδρυμένης ἔτι τῆς
στρατιᾶς αὐτὸς εἰς Σαμάρειαν ἐπὶ τὸν γάμον ᾤχετο ἀξόμενος τὴν Ἀλεξάνδρου τοῦ
Ἀριστοβούλου θυγατέρα: ταύτην γὰρ ἦν ἐγγεγυημένος, ὥς μοι καὶ πρότερον εἴρηται.
XVI
(1)[468] Μετὰ δὲ τοὺς γάμους ἦλθεν μὲν διὰ Φοινίκης Σόσσιος προεκπέμψας τὴν
δύναμιν διὰ τῆς μεσογαίας, ἦλθεν δὲ καὶ ὁ στρατὸς πλῆθος ἱππέων τε καὶ πεζῶν,
παρεγένετο δὲ καὶ ὁ βασιλεὺς ἐκ τῆς Σαμαρείτιδος οὐκ ὀλίγον πρὸς τῷ πάλαι
στρατὸν ἄγων: [469] περὶ τρισμυρίους γὰρ ἦσαν. πάντες δ' ἐπὶ τὸ
Ἱεροσολυμιτῶν ἠθροίζοντο τεῖχος, καὶ διεκάθητο πρὸς τῷ βορείῳ τείχει τῆς πόλεως
στρατιᾶς ἕνδεκα μὲν οὖσα τέλη ὁπλιτικοῦ, ἓξ δὲ χιλιάδες ἱππέων, ἄλλα δὲ
ἐπικουρικὰ ἀπὸ τῆς Συρίας, δύο δ' ἡγεμόνες, Σόσσιος μὲν ὑπ' Ἀντωνίου σταλεὶς
σύμμαχος, Ἡρώδης δ' ὑπὲρ αὐτοῦ, ὡς Ἀντίγονον ἀφελόμενος τὴν ἀρχὴν ἀποδειχθέντα
ἐν Ῥώμῃ πολέμιον αὐτὸς ἀντ' ἐκείνου βασιλεὺς εἴη κατὰ τὸ τῆς συγκλήτου δόγμα.
(2)[470] Μετὰ δὲ πολλῆς προθυμίας καὶ ἔριδος ἅτε σύμπαντος ἠθροισμένου τοῦ
πλήθους οἱ Ἰουδαῖοι τοῖς περὶ τὸν Ἡρώδην ἀντεπολέμουν κατειληθέντες ἐντὸς τοῦ
τείχους, πολλά τε ἐπεφήμιζον περὶ τὸ ἱερὸν καὶ πολλὰ ἐπ' εὐφημίᾳ τοῦ δήμου, ὡς
ῥυσομένου τῶν κινδύνων αὐτοὺς τοῦ θεοῦ. [471] τά τε ἐκτὸς τῆς πόλεως
ἀπεσκευάσαντο, ὡς μηδ' ὅσα τροφὴ δύναιτο εἶναι ὑπολιπεῖν ἢ ἀνθρώποις ἢ ὑποζυγίοις,
λῃστείαις τε λάθρα χρώμενοι ἀπορίαν παρέσχον. [472] ταῦτα δ' Ἡρώδης
συνιδὼν πρὸς μὲν τὰς λῃστείας ἐν τοῖς ἐπικαιροτάτοις τόποις παρελόχιζεν, πρὸς
δὲ τὰ ἐπιτήδεια πέμπων ὁπλιτικὰ τέλη πόρρωθεν ἀγορὰν συνεκόμιζεν, ὡς ὀλίγου
χρόνου πολλὴν ἀφθονίαν αὐτοῖς γενέσθαι τῶν ἀναγκαίων. [473] ἦρτο δὲ
συνεχῶς ἤδη πολλῆς χειρὸς ἐργαζομένης καὶ τὰ τρία χώματα εὐπετῶς: θέρος τε γὰρ
ἦν καὶ οὐδὲν ἐμποδὼν πρὸς τὴν ἀνάστασιν οὔτ' ἀπὸ τοῦ ἀέρος οὔτ' ἀπὸ τῶν
ἐργαζομένων, τά τε μηχανήματα προσάγοντες κατέσειον τὸ τεῖχος καὶ πάσαις
ἐχρῶντο πείραις. [474] οὐ μὴν ἐξέπληττον τοὺς ἔνδον, ἀλλὰ ἀντετεχνῶντο
κἀκεῖνοι πρὸς τὰ παρὰ τούτων γινόμενα οὐκ ὀλίγα, ἐπεκθέοντές τε τὰ μὲν ἡμίεργα
ἐνεπίμπρασαν τὰ δ' ἐξειργασμένα, εἴς τε χεῖρας ἰόντες οὐδὲν κακίους τὰς τόλμας
Ῥωμαίων ἦσαν, ἐπιστήμῃ δ' ἐλείποντο. [475] πρός τε τὰς μηχανὰς
ἀντετείχιζον ἐρειπομένων τῶν πρώτων οἰκοδομημάτων, ὑπὸ γῆν τε ἀπαντῶντες ἐν
ταῖς μεταλλεύσεσιν διεμάχοντο, ἀπονοίᾳ δὲ τὸ πλέον ἢ προμηθείᾳ χρώμενοι
προσελιπάρουν τῷ πολέμῳ εἰς τοὔσχατον, καὶ ταῦτα μεγάλου στρατοῦ περικαθημένου
σφᾶς καὶ λιμῷ ταλαιπωρούμενοι καὶ σπάνει τῶν ἐπιτηδείων: τὸν γὰρ ἑβδοματικὸν
ἐνιαυτὸν συνέβη κατὰ ταῦτ' εἶναι. [476] ἀναβαίνουσιν δὲ ἐπὶ τὸ τεῖχος
πρῶτον μὲν λογάδες εἴκοσι, ἔπειτα δὲ ἑκατόνταρχοι Σοσσίου: ᾑρέθη γὰρ τὸ μὲν
πρῶτον τεῖχος ἡμέραις τεσσαράκοντα, τὸ δὲ δεύτερον πεντεκαίδεκα: καί τινες τῶν
περὶ τὸ ἱερὸν ἐνεπρήσθησαν στοῶν, ἃς Ἡρώδης Ἀντίγονον ἐμπρῆσαι διέβαλεν, μῖσος
αὐτῷ πραγματευόμενος παρὰ τῶν Ἰουδαίων γενέσθαι. [477] ᾑρημένου δὲ τοῦ
ἔξωθεν ἱεροῦ καὶ τῆς κάτω πόλεως εἰς τὸ ἔσωθεν ἱερὸν καὶ τὴν ἄνω πόλιν οἱ
Ἰουδαῖοι συνέφυγον, δείσαντες δὲ μὴ διακωλύσωσιν αὐτοὺς οἱ Ῥωμαῖοι τὰς
καθημερινὰς θυσίας ἐπιτελεῖν τῷ θεῷ, πρεσβεύονται ἐπιτρέψαι παρακαλοῦντες
θύματα αὐτοῖς μόνον εἰσκομίζεσθαι: ὁ δ' ὡς ἐνδωσόντων αὐτῶν συνεχώρει ταῦτα. [478] καὶ
ἐπεὶ μηδὲν ἑώρα γινόμενον παρ' αὐτῶν ὧν ὑπενόει, ἀλλὰ ἰσχυρῶς ἀντέχοντας ὑπὲρ
τῆς Ἀντιγόνου βασιλείας, προσβαλὼν κατὰ κράτος εἷλεν τὴν πόλιν. [479] καὶ
πάντα εὐθὺς φόνων ἦν ἀνάπλεα τῶν μὲν Ῥωμαίων ἐπὶ τῇ τριβῇ τῆς πολιορκίας
διωργισμένων, τοῦ δὲ περὶ Ἡρώδην Ἰουδαικοῦ μηδὲν ὑπολιπεῖν σπεύδοντος
ἀντίπαλον. [480] ἐσφάττοντο δὲ παμπληθεῖς ἔν τε τοῖς στενωποῖς καὶ κατὰ
τὰς οἰκίας συνωθούμενοι καὶ τῷ ναῷ προσφεύγοντες, ἦν τε οὔτε νηπίων οὔτε γήρως
ἔλεος οὔτε ἀσθενείας γυναικῶν φειδώ, ἀλλὰ καίτοι περιπέμποντος τοῦ βασιλέως καὶ
φείδεσθαι παρακαλοῦντος οὐδεὶς ἐκράτησεν τῆς δεξιᾶς, ἀλλ' ὥσπερ μεμηνότες πᾶσαν
ἡλικίαν ἐπεξῄεσαν. [481] ἔνθα καὶ Ἀντίγονος μήτε τῆς πάλαι μήτε τῆς τότε
τύχης ἔννοιαν λαβὼν κάτεισι μὲν ἀπὸ τῆς βάρεως, προσπίπτει δὲ τοῖς Σοσσίου
ποσίν, κἀκεῖνος μηδὲν αὐτὸν οἰκτείρας πρὸς τὴν μεταβολὴν ἐπεκρότησεν μὲν
ἀκρατῶς καὶ Ἀντιγόνην ἐκάλεσεν, οὐ μὴν ὡς γυναῖκά γε φρουρᾶς ἐλεύθερον ἀφῆκεν,
ἀλλ' ὁ μὲν δεθεὶς ἐφυλάττετο.
(3)[482] Πρόνοια δ' ἦν Ἡρώδῃ κρατοῦντι τῶν πολεμίων τοῦ κρατῆσαι καὶ τῶν
ἀλλοφύλων συμμάχων: ὥρμητο γὰρ τὸ ξενικὸν πλῆθος ἐπὶ θέᾳ τοῦ τε ἱεροῦ καὶ τῶν
κατὰ τὸν ναὸν ἁγίων. [483] ὁ δὲ βασιλεὺς τοὺς μὲν παρακαλῶν τοὺς δ'
ἀπειλῶν ἔστιν δ' οὓς καὶ τοῖς ὅπλοις ἀνέστελλεν, ἥττης χαλεπωτέραν ἡγούμενος
τὴν νίκην, εἴ τι τῶν ἀθεάτων παρ' αὐτῶν ὀφθείη. [484] διεκώλυέ τε καὶ τὰς
κατὰ τὴν πόλιν ἁρπαγάς, πολλὰ διατεινάμενος πρὸς Σόσσιον, εἰ χρημάτων τε καὶ
ἀνδρῶν Ῥωμαῖοι τὴν πόλιν κενώσαντες καταλείψουσιν αὐτὸν ἐρημίας βασιλέα, καὶ ὡς
ἐπὶ τοσούτῳ πολιτῶν φόνῳ βραχὺ καὶ τὴν τῆς οἰκουμένης ἡγεμονίαν ἀντάλλαγμα
κρίνει. [485] τοῦ δὲ ἀντὶ τῆς πολιορκίας τὰς ἁρπαγὰς δικαίως τοῖς
στρατιώταις ἐπιτρέπειν φαμένου, αὐτὸς ἔφη διανεμεῖν ἐκ τῶν ἰδίων χρημάτων τοὺς
μισθοὺς ἑκάστοις. [486] οὕτως τε τὴν λοιπὴν ἐξωνησάμενος πόλιν τὰς
ὑποσχέσεις ἐπλήρωσεν: λαμπρῶς μὲν γὰρ ἕκαστον στρατιώτην, ἀναλόγως δὲ τοὺς
ἡγεμόνας, βασιλικώτατα δ' αὐτὸν ἐδωρήσατο Σόσσιον, ὡς πάντας ἀπελθεῖν χρημάτων
εὐποροῦντας.
(4)[487] Τοῦτο τὸ πάθος συνέβη τῇ Ἱεροσολυμιτῶν πόλει ὑπατεύοντος ἐν Ῥώμῃ
Μάρκου Ἀγρίππα καὶ Κανιδίου Γάλλου ἐπὶ τῆς ἑκατοστῆς ὀγδοηκοστῆς καὶ πέμπτης
ὀλυμπιάδος τῷ τρίτῳ μηνὶ τῇ ἑορτῇ τῆς νηστείας, ὥσπερ ἐκ περιτροπῆς τῆς
γενομένης ἐπὶ Πομπηίου τοῖς Ἰουδαίοις συμφορᾶς: [488] καὶ γὰρ ὑπ' ἐκείνου
τῇ αὐτῇ ἑάλωσαν ἡμέρᾳ μετὰ ἔτη εἰκοσιεπτά. Σόσσιος δὲ χρυσοῦν ἀναθεὶς τῷ θεῷ
στέφανον ἀνέζευξεν ἀπὸ Ἱεροσολύμων Ἀντίγονον ἄγων δεσμώτην Ἀντωνίῳ.
[489] δείσας δὲ Ἡρώδης μὴ φυλαχθεὶς Ἀντίγονος ὑπ' Ἀντωνίου καὶ κομισθεὶς
εἰς Ῥώμην ὑπ' αὐτοῦ δικαιολογήσηται πρὸς τὴν σύγκλητον, ἐπιδεικνὺς αὐτὸν μὲν ἐκ
βασιλέων, Ἡρώδην δὲ ἰδιώτην, καὶ ὅτι προσῆκεν αὐτοῦ βασιλεύειν τοὺς παῖδας διὰ
τὸ γένος, εἰ καὶ αὐτὸς εἰς Ῥωμαίους ἐξήμαρτεν: [490] ταῦτα φοβούμενος
πολλοῖς χρήμασι πείθει τὸν Ἀντώνιον ἀνελεῖν Ἀντίγονον. οὗ γενομένου τοῦ δέους
μὲν Ἡρώδης ἀπαλλάσσεται, παύεται δ' οὕτως ἡ τοῦ Ἀσσαμωναίου ἀρχὴ μετὰ ἔτη
ἑκατὸν εἰκοσιέξ. οἶκος λαμπρὸς οὗτος ἦν καὶ διάσημος γένους τε ἕνεκα καὶ τῆς
ἱερατικῆς τιμῆς ὧν τε ὑπὲρ τοῦ ἔθνους οἱ γονεῖς αὐτοῦ διεπράξαντο.
[491] ἀλλ' οὗτοι μὲν διὰ τὴν πρὸς ἀλλήλους στάσιν τὴν ἀρχὴν ἀπέβαλον,
μετέβη δ' εἰς Ἡρώδην τὸν Ἀντιπάτρου οἰκίας ὄντα δημοτικῆς καὶ γένους ἰδιωτικοῦ
καὶ ὑπακούοντος τοῖς βασιλεῦσιν. καὶ τοῦτο μὲν τὸ τέλος τῆς Ἀσσαμωναίων γενεᾶς
παρειλήφαμεν.
Index
Poster
|